Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 130v

Manuscript msA, page 130v

image

prev: 130r next: 131r

Iliad text

10.227 ὡς ἔφαθ’ . οἱ δ’ ἔθελον Διομήδεϊ πολλοὶ ἕπεσθαι·image1

10.228 ἠθελέτην Αἴαντε δύω θεράποντες Ἄρηος ·image1

10.229 ἤθελε Μηριόνης · μάλα δ’ ἤθελε , Νέστορος υἱός·image1

10.230 ἤθελε δ’ Ἀτρείδης δουρὶκλειτὸς Μενέλαος ·image1

10.231 ἤθελε δ’ ὁ τλήμων Ὀδυσεὺς καταδῦναι ὅμιλονimage1, 2

10.232 Τρώων , αἰεὶ γάρ οἱ ἐνὶ φρεσὶ θυμὸς ἐτόλμα .image1

10.233 τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων ·image1

10.234 Τυδείδη Διόμηδες . ἐμῷ κεχαρισμένε θυμῷ·image1

10.235 τὸν μεν δὴ ἕταρόν γ’ αἱρήσεαι ὅν κ’ ἐθέλῃσθα ,image1

10.236 φαινομένων τὸν ἄριστον . ἐπεὶ μεμάασί γε πολλοί·image1

10.237 μὴδὲ σύ γ’ αἰδόμενος σῇσι φρεσὶ . τὸν μὲν ἀρείωimage1

10.238 καλλείπειν· σὺ δὲ χείρον’ ὀπάσσεαι αἰδοῖ εἴκων·image1, 2

10.239 ἐς γενεὴν ὁρόων . μηδ`’ εἰ βασιλεύτερός ἐστιν·image1

10.240 ὡς ἔφατ’· ἔδδεισεν δὲ περὶ ξανθῷ Μενελά̄ῳ ·image1, 2

10.241 τοῖς δ’ αὖτις μετέειπε βοὴν ἀγαθὸς Διομήδης ·image1

10.242 εἰ μὲν δὴ ἕταρόν γε κελεύετέ μ’ αὐτὸν ἑλέσθαι .image1, 2, 3

10.243 πῶς ἂν ἔπειτ’ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην .image1

10.244 οὗ περὶ μὲν πρόφρων κραδίη· καὶ θυμὸς ἀγήνωρimage1, 2

10.245 ἐν πάντεσσι πόνοισι· φιλεῖ δέ ἑ Παλλὰς Ἀθήνη ·image1

10.246 τούτου γ’ εσπομένοιο , καὶ ἐκ πυρὸς αἰθομένοιοimage1, 2

10.247 ἄμφω , νοστήσαιμεν , ἐπεὶ περίοιδε νοῆσαι·image1, 2

10.248 Τὸν δ’ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς ·image1

10.249 Τυδείδη · μήτ ἄρ με , μάλ’ αἴνεε μήτε τί , νείκει·image1, 2, 3, 4

10.250 εἰδόσι γάρ τοι ταῦτα μετ’ Ἀργείοις ἀγορεύεις·image1

10.251 ἂλλ’ ἴ̈ομεν ; μάλα γὰρ νὺξ ἄνεται· ἐγγύθι δ’ ἠώς·image1, 2

Scholia text

msA, 10.2015, commenting on 10.240 ὡς ἔφαθ’ ἔδδεισεν δὲ : ἀθετεῖται ὅτι περισσος ὁ στίχος καὶ παρέλκων καὶ μὴ ἐπιλεγόμενος ἀπαρτίζει τὴν διάνοιαν· ἡ δὲ διπλῆ ὅτι ἔξωθεν ἐκ τοῦ ἰδίου προσώπου ἀραφωνεῖ ὡς καὶ τὸ νήπιος . οὐδ’ ἂρ ἔμελλε κακὰς ὑπο κήρας ἀλύξας · οὐδὲ ἐν τῇ· Ζηνοδότου δε ἦν ⁑image

msA, 10.2016, commenting on 10.242 κελευετέ μ’ αὐτὸν ἐλέσθαι : Ἀλεξίων τὸ ε τῇ ἀντωνυμίᾳ δίδωσιν αὐτῷ ῥήματι τελεικόν . καὶ δοκεῖ ὀρθοτονεῖν ὡς εἰ καὶ συνθέτως ἐλέγετο ἐμαυτον , καὶ τοῦτό γε ἐχρῆν εἶναι . ἀεὶ γὰρ αἱ τοῦ πρωτ προσώπου ἀντωνυμίαι προτασσόμεναι τῆς αὐτὸς ὀρθοτονοῦνται· ὁ μέντοι Ἀσκαλωνίτης καὶ Ἀρίσταρχος ἐγκλητικῶς ἀνεγνώκασιν . ἐπι τὸν τε σύνδεσμον ποιοῦντες τὴν ὀξεῖαν ἵνα μὴ ὡς ἀκατάλληλον φανῇ τὸ ἑμαυτὸν ἑλέσθαι ⁑image

msA, 10.2017, commenting on 10.242 εἰ μεν δὴ ἕταρον γε· ὅτι ἕταρον νῦν οὐ φίλον . ἀλλὰ συνεργὸν λέγει· ἡ δὲ ἀναφορὰ προς τὸ ἑταρίσσαιτὸ ἀντὶ του συνεργὸν λάβοι :image

msA, 10.2018, commenting on 10.244 οὗ περὶ μὲν πρόφρων : ἀληθῶς ὁ ἐν τοῖς κινδύνοις ἕπαινος χρήσιμος παρωσάμενος πᾶσαν αἰδῶ καὶ ἀμέλειαν ἅμα δὲ καὶ τοῖς ἄλλοις ἀπολογεῖται . οὐ δι ἀνδρείαν φησας αὐτὸν δέχεσθαι ἀλλα δια φρόνησιν ⁑image

msA, 10.2019, commenting on 10.246 τούτου γ’ ἑσπομένοιο . δύναται καὶ σπομένοιο ὡς φησὶν ὁ Ἀσκαλωνίτης . καὶ ὅμοιόν ἐστι τοῦ ὁ δε σπώμενος περὶ δουρί εἰ δὲ Ἀρίσταρχος δασύνει τὸ εῖ δε σὺ ὦ μέγ’ ἀναιδὲς ἅμ’ ἐσπόμεθ’ ἀνάγκῃ πᾶσα κατ αυτὸν δασύνειν καὶ τὴν μετοχὴν καὶ ἀπο τοῦ ε ἄρχεσθαι ⁑image

msAil, 10.2008, commenting on 10.235@ἕταρόν-αἱρήσεαι εταῖρον καὶ συνεργὸν ἐπιλέξαι ὸν ἂν θεληςimage

msAil, 10.2009, commenting on 10.238@ὀπάσσεαι ακόλουθ παραλαβεῖνimage

msAil, 10.2010, commenting on 10.239@ἐς-ὁρόων εἰς τὴν εὐγένειαν ἀφορῶν :image

msAil, 10.2011, commenting on 10.246@καὶ-πυρὸς καὶ ἐκ τοῦ φανεροῦimage

msAil, 10.2013, commenting on 10.249@νείκει ψέγεimage

msAil, 10.2014, commenting on 10.251@ἄνεται ανύεται τελειουτimage