Manuscript msA, page 132r
prev: 131v | next: 132v |
10.302 τοὺς ὅ γε συγκαλέσας . πυκινὴν ἠρτύνετο βουλήν·1
10.303 τίς κέν μοι τόδε ἔργον ὑποσχόμενος τελέσειεν1
10.304 δώρῳ ἐπὶ μεγάλῳ· μισθὸς δέ οἱ άρκιος ἔσται·1, 2
10.305 δώσω γὰρ δίφρόν τε , δύω τ’ ἐριαύχενας ἵ̈ππους1, 2
10.306 οἵ κεν ἀριστεύωσι θοῇς ἐπι νηυσὶν Ἀχαιῶν .1, 2, 3, 4
10.307 ὅς τίς κεν τλαίῃ· οἵ τ’ αὐτῷ κῦδος ἄροιτο .1, 2
10.308 νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν . ἔκ τε πυθέσθαι1
10.309 ἠὲ , φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ .1
10.310 ἢ , ἤδη χείρεσσιν ὑφ’ ἡμετέρῃσι δαμέντες1
10.311 φύξιν βουλεύουσι μετα σφίσιν . οὐδ’ ἐθέλουσι1
10.312 νύκτα φυλασσέμεναι· καμάτῳ αδηκότες αἰνῷ·1, 2
10.313 ὡς ἔφαθ’ , οἱ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ .1
10.314 ἦν δέ τις ἐν Τρώεσσι Δόλων . Εὐμήδεος υἱὸς1, 2
10.315 κήρυκος θείοιο . πολύχρυσος . πολύχαλκος·1, 2
10.316 ὃς δή τοι εἶδος μὲν ἔην κακὸς . ἀλλὰ ποδώκης·1
10.317 ἀυτὰρ ὃ μοῦνος ἔην μετα πέντε κασιγνήτῃσιν·1, 2, 3
10.318 ὅς ῥα τότε Τρωσίν τε καὶ Ἕκτορι μῦθον ἔειπεν·1
10.319 ἕκτορ’ . ἒμ’ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ1
10.320 νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν . ἔκ τε πυθέσθαι·1
10.321 ἀλλ`’ ἄγε μοι τὸ σκῆπτρον ἀνάσχεο· καί μοι ὄμοσσον1, 2, 3
10.322 ἠ μὲν τοὺς ἵ̈ππους τὲ καὶ ἅρματα ποικίλα χαλκῷ1, 2
10.323 δωσεμέν . οἳ φορέουσιν ἀμύμονα πηλείωνα ·1, 2
10.324 σοὶ δ’ ἐγὼ οὐχ ἅλιος σκοπὸς ἔσσομαι· οὐδ’ ἀπo δόξης·1, 2
10.325 τόφρα γὰρ ἐς στρατὸν εἶμι διαμπερὲς . ὄφρ’ ἂν ΐκωμαι1
10.326 νῆ’ Ἀγαμεμνονέην . ὅθι που μέλλουσιν ἄριστοι1, 2, 3
msA, 10.3001, commenting on 10.305 ‡ ἐριαύχενας : μεγαλοτραχήλους πολιοὺς ἀπο μέρους τὸ ερι γὰρ μόριον ἐπι τοῦ μεγάλου τίθεται ὡς καὶ τὸ ζα . καὶ ἐνταῦθα δὲ τὸ ἀσύνετον τοῦ Ἕκτορος φαίνεται ὑπισχνουμένου τοὺς Αχιλλέως ἵππους οὖs ἀδύνατον ἦν λαβεῖν ⁑
msA, 10.3003, commenting on 10.307 οἵ τ’ αὐτῶ , ὀρθοτονεῖται καὶ περισπὰται· καὶ εἱς σύνθετον μεταλαμβάνεται ⁑
msA, 10.3005, commenting on 10.317 αὐτὰρ ὃ μοῦνος ἔην : ὅτι Ζηνόδοτος γράφει κασιγνήτοισι παραιρεῖται δὲ τὸ πιθανὸν τοῦ ποιητοῦ , οὐ γὰρ μετὰ ἀρσένων αὐτὸν τεθραμμενον παρίστησι , οἷς ἐξισούμενος ἂν εἰς ἀνδρείαν ἐτράπη τό τε παρακειμενον· μάχεται : πῶς γὰρ ἔτι μόνος ἢν εῖ πεντε ῆσαν ⁑
msA, 10.3006, commenting on 10.321 ἀλλ άγε μοι τὸ σκῆπτρον : ἀντι τοῦτο τὸ σκῆπτρον . ἐφόρει δὲ Ἕκτωρ ἐπεὶ ἐδημηγόρει ⁑
msA, 10.3007, commenting on 10.322 ἠ μὲν τοὺς ἵππους τε : ὅτι τὸ τοὺς οὐκ έστιν ἄρθρον· ἀλλ’ ἀντὶ τοῦ τούτους παρείληπται ἐν τάξει ἄρθρου ⁑
msA, 10.3008, commenting on 10.324 οὐδ’ ἀποδόξης . ἤτοι οὐδ’ ὡς δοκεῖν μόνον ἀλλ αληθῶς : ἠ οὐδὲ παρα τὴν δόξαν ἣν περι εμοῦ ἔχεις ⁑
msAil, 10.3014, commenting on 10.304@άρκιος αὐτάρκης
msAil, 10.3015, commenting on 10.307@οἵ-αὐτῷ και αυτὸς ἑαυτῶ
msAil, 10.3016, commenting on 10.311@φύξιν-βουλεύουσι προσφυγὴν σκέπτονται ⁑
msAil, 10.3017, commenting on 10.312@αδηκότες κάμνοντες
msAil, 10.3018, commenting on 10.324@ἀπὸ-δόξης οὐκ απο δοκήσεως καὶ εικασμοῦ
msAil, 10.3019, commenting on 10.326@μέλλουσιν αντ εοίκιασι
msAint, 10.3009, commenting on 10.306 ἐν αλλω οἱ κεν άριστοι έωσιν
msAint, 10.3010, commenting on 10.317 άρσην δῆλον ότι
msAint, 10.3011, commenting on 10.321 οῦτος ἀνάσχεο δια τοῦ ο αἱ αρισταρχ
msAint, 10.3013, commenting on 10.326 ὅτι ἀντι τοῦ εοίκασι καὶ ούτως ἀεὶ κεχρηται τῇ λέξει ⁑