Manuscript msA, page 132v
prev: 132r | next: 133r |
10.327 βουλὰς βουλεύειν . ἢ φευγέμεν ἠὲ μάχεσθαι·1
10.328 ὡς φάθ’ . ὁ δ’ ἐν χερσὶ σκῆπτρον λάβε . καί οἱ ὄμοσσεν·1
10.329 ἴ̈στω νῦν Ζεὺς ἀυτὸς ἐρίγδουπος πόσις Ἥρης ·1, 2
10.330 μὴ μὲν τοῖς ἵ̈πποισιν ἀνὴρ ἐποχήσεται ἄλλος1, 2, 3
10.331 Τρώων · ἀλλὰ σὲ φημὶ διαμπερὲς ἀγλαϊεῖσθαι·1, 2
10.332 ὡς φάτο· καί ῥ’ ἐπίορκον ἐπώμοσε , τὸ̀`ν δ’ ὀρόθυνεν·1, 2, 3, 4, 5
10.333 ἀυτίκα δ’ ἀμφ’’ ὤμοισιν ἐβάλλετο καμπύλα τόξα·1
10.334 ἕσσατο δ’ ἔκτοσθεν ῥινὸν πολιοῖο λύκοιο·1, 2
10.335 κρατὶ δ’ ἐπὶ , κτιδέην κυνέην· ἕλε δ’ ὀξὺν ἄκοντα·1, 2, 3, 4, 5
10.336 βῆ δ’ ϊέναι ἐπὶ νῆας ἀπο στρατοῦ· οὐδ` ἀρ ἔμελλεν1, 2, 3
10.337 ἐλθὼν ἐκ νηῶν ὰψ , Ἕκτορι μῦθον ἀποίσειν·1
10.338 ἂλλ’ ὅτε δή ρ’ ἵππων τε καὶ ἀνδρῶν κάλλιφ’ ὅμιλον .1, 2
10.339 βῆ ῥ’ ἀν ὁδὸν μεμαὼς· τὸν δὲ φράσατο προσϊόντα1, 2
10.340 διογενὴς Ὀδυσεὺς . Διομήδεα δὲ προσέειπεν·1
10.341 οὗτός τοι Διόμηδες ἀπὸ στρατοῦ ἔρχεται ἀνὴρ·1, 2
10.342 οὐκ οἶδ’· ἢ νήεσσιν ἐπίσκοπος ἡμετέρῃσιν .1, 2
10.343 ἤ τινα συλήσων νεκύων κατατεθνειώτων·1, 2, 3
10.344 ἂλλ’ ἐῶμέν μιν πρῶτα παρ’ ὲξελθεῖν πεδίοιο1
10.345 τυτθὸν· ἔπειτα δέ κ’ ἀυτὸν ἐπαΐξαντες ἕλοιμεν1
10.346 καρπαλίμως . εἰ δ’ ἄμμε παραφθαίῃσι πόδεσσιν .1, 2, 3
10.347 ἀιεί μιν ποτὶ νῆας ἀπὸ στρατόφιν προτιειλεῖν1, 2, 3, 4
10.348 ἔγχεϊ ἐπαΐσσων . μή πως προτὶ ἄστυ ἀλύξῃ·1, 2, 3
10.349 ὡς ἄρα φωνήσαντε . πὰρ’ ὲξ ὁδοῦ ἐν νεκύεσσι1, 2, 3, 4, 5
10.350 κλινθήτην· ὁ δ’ ὰρ ὦκα παρέδραμεν ἀφραδίῃσιν·1, 2, 3, 4
10.351 ἂλλ’ ὅτε δή ῥ ἀπέην ὅσσόν τ’ ἐπὶ οῦρα πέλονται1, 2, 3, 4, 5
msA, 10.3500, commenting on 10.329 ‡ἵ̈στω : ἐπιστάσθω γινωσκέτω μαρτυρείτῳ : ἵστωρ γὰρ ὁ μάρτυς : ἵστορα δ’ Ατρείδην Ἀγαμέμνονα ⁑
msA, 10.3501, commenting on 10.330 μη μὲν τοῖς ἵπποισιν : ὅτι καὶ νῦν τοῖς , ἀντι τούτοις τοῖς ἵπποις ὥστε : ἔξωθεν προσλαμβάνειν δέον το τοῖς ἄρθρον ⁑
msA, 10.3503, commenting on 10.335 κράτὶ δ’ ἐπι κτιδέην : ὁ Ἀσκαλωνίτης ἀναστρέφει ἵνα γένηται ἐπὶ κρατὶ οὐχ ὑγιῶς μέσος γὰρ πέπτωκεν ὁ δε . τὸ δὲ ἑξῆς δεῖ διαστέλλειν καα τὸν ποιητὴν κτιδέην ἀπὸ τοῦ κ ποιουμένους τὴν ἀρχήν : ἐπεὶ ἐν ἑτέροις φησὶ τοῦ δ’ ἀπο μὲν κτιδέην ⁑
msA, 10.3504, commenting on 10.335 κρατὶ δ’ ἐπι κτιδέην : ὅτι νῦν μὲν ἀμφίβολον πότερον κτιδέην ἠ συναλιφὴν ἐκδεκτέον ϊκτιδέην . δια μέντοι τῶν ἑξῆς ἀναμφισβητήτως κτιδέην λέγει τοῦ δ’ ἀπο μὲν κτιδέην κυνέην ⁑
msA, 10.3505, commenting on 10.335 κρατὶ δ’ ἐπι κτιδέην : ἀπο τοῦ κ ἡ ἀρχὴ ἐπεὶ καὶ ἐν ἑτέροις κτιδέην τοῦτο δὲ καὶ κατα ἀφαίρεσιν τοῦ ϊ λέγεται παρα τῷ ποιητῇ ἴκτις γάρ ἐστί ὡς Νίκανδρος ἴκτιδος ἥτ’ ὄρνησιν . τὸ γὰρ μονοσύλλαβον , οὐ δύναται κατ έκτασιν . οὔτε κατα συστολὴν λέγεσθαι : οὐ γὰρ ἐκτείνεται ὡς κρηπῖδος ψηφιδος ταῦτα γὰρ ὑπερ μίαν συλλαβὴν , οὔτε συστέλλεσθαι : ἀρκεῖ γὰρ τὸ τισ ⁑
msA, 10.3506, commenting on 10.335 κτιδέη , ἡ ἐξίκτιδος δέρματος πεποιημένῃ ί̈κτις δὲ ἐστι ζῷον ὀρνιθοφάγον καὶ πανοῦργον μείζων μὲν γαλῆς : παραπλήσιον δὲ καὶ δασύτερον οἱ δὲ τὴν αγρίαν γαλὴν εῖπον ⁑
msA, 10.3507, commenting on 10.334 πολιοῖο λύκοιο : λεύκοῦ λύκου διὰ τὴν τῆς χρόας ἰδιότητα . καὶ γὰρ Πελιαν ἐντευθεν φησὶν ὠνομᾶσθαι Τυρὼ γὰρ ἡ Σαλαμωνεα , γεννήσασα δύο παῖδας ἐκ Ποσειδῶνος παρὰ τοῖς Ἐνιπέως τοῦ ποταμοῦ ῥειθροις κατελιπε τὸν μὲν οὖν ἕτερον κύων ἀφαιρεσθέντων αὐτῆς τῶν πόνων παρέχουσα θηλὴν ἔτρεφεν τὸν δὲ ἕτερον ἵππος κατα τὸ μετωπον ἐπάτησεν , ἐπελθόντες οὖν οἱ ἱπποφόρβοι , ἀνελόμενοι τὲ τὰ παιδία ἔτρεφον καὶ ὠνόμασαν τὸ μὲν ἐπεὶ ἐκ συνδρομὴς αἱματος ἐπελιώθη Πελίαν , τὸν δ’ ἕτερον ἐπεὶ κύων κατηλέησε Νηλέα ⁑
msA, 10.3508, commenting on 10.338 ἀλλ ὅτε δή ρ’ ἵππων τε ὅτι νῦν μὲν ὅμιλον τὸ πλῆθος καὶ ἄθροισμα τῶν Τρώων λέγει ἐν μὲν οὖν τῇ πυκνότερον τὴν μάχην , ὅμιλον καλεῖ , ἐν δὲ τὸ ἄθροισμα ⁑
msA, 10.3509, commenting on 10.343 ἤ τινα συλήσων νεκύων : ὁ ἀστερίσκος ὅτι ἐνταῦθα καλῶς ὁ στίχος τέτακται : μετα ταῦτα δὲ οὐκέτι , λεγόμενος πρὸς Δόλωνα
msA, 10.3510, commenting on 10.349 ὡς ἄρα φωνησαντε παρὲξ οδοῦ : ουτ Ἀρίσταρχ καὶ θαυμαστὸν οὐδέν εἰ Ὀδυσσέως εἰπόντος μόνου συλλήβδην ἔφη ὡς ἄρα φωνήσαντε . σύνηθες γὰρ αὐτῲ τὸ τοιοῦτο ἐν γοῦν τῇ παραποταμίῳ μάχῃ τοῦ Ποσειδῶνος εἰπόντος μόνου τοίω : γάρ τοι νῶϊ θεῶν , ἐπιταρρόθῳ εἰμὲν Ζηνὸς ἐπαινήσαντες . ἐπιφέρει τὼ μὲν ὰρ ὡς εἰπόντε μετ αθανάτους ἀπεβήτην : ἐν μέντοί τῇ Ἀριστοφάνους καὶ ἄλλαις ἑτέρως ἐφέρετο : ὡς έφατ’ οὐδ’ ἀπίθησε βοὴν ἀγαθὸς Διὁμήδης . ἐλθόντες δ’ εκάτερθε , παρἓξ ὁδοῦ ἐν νεκύεσσι κλινθήτην ⁑
msA, 10.3514, commenting on 10.351 ὅσσον τ’ ἐπὶί οῦρα : ἡλίκον ὅρμημα γίνεται τῶν ἡμιόνων τεμνόντων αὔλακα , οῦρα τὰ ὅρια καὶ πέρατα τῆς αὔλακος ἣν τὸ ὀρικὸν ζεῦγος τέμνει ⁑
msAil, 10.3530, commenting on 10.331@διαμπερές μέχρι τέλους
msAil, 10.3531, commenting on 10.332@ορόθυνεν προέτρεψε·
msAil, 10.3533, commenting on 10.342@ἢ ει
msAil, 10.3534, commenting on 10.346@παραφθαίῃσι παρὰ αρά μοι
msAil, 10.3535, commenting on 10.347@προτιειλεῖν σύγκλειε :
msAil, 10.3536, commenting on 10.348@ἀλύξῃ εκ φύγη :
msAil, 10.3537, commenting on 10.350@κλινθήτην εκρύβησαν :
msAil, 10.3538, commenting on 10.350@ἀφραδίῃσιν ανοίαις
msAil, 10.3539, commenting on 10.351@οῦρα ὀριὰ ορμήματα :
msAim, 10.3515, commenting on 10.332 ουτ οὕτως δια τοῦ ε τὸ ἐπώμοσεν αἱ Ἀριστάρχου ⁑
msAim, 10.3516, commenting on 10.336 γράφεται ποτὶ νῆας
msAim, 10.3517, commenting on 10.341 ἀρισταρχ οὗτος τις ὡμολόγουν καὶ αἱ πλείους ⁑
msAim, 10.3518, commenting on 10.347 ἀρισταρχ ἐπι νῆας ⁑
msAim, 10.3519, commenting on 10.349 διασταλτέον ἐπι τὸ φωνησαντε ⁑