Manuscript msA, page 133v
prev: 133r | next: 134r |
10.377 χειρῶν δ’ ἁψάσθην· ὁ δὲ δακρύσας ἔπος ηῦδα ·1
10.378 ζωγρεῖτ’ , αὐτὰρ ἐγὼν ἐμὲ λύσομαι . ἔστι γὰρ ἔνδον1, 2, 3, 4
10.379 χαλκός τε , χρυσός τε , πολύκμητός τε σίδηρος·1, 2
10.380 τῶν κ’ ὔμμιν χαρίσαιτο πατὴρ ἀπερείσι’ ἄποινα·1
10.381 εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτ’ ἐπὶ νηυσὶν Ἀχαιῶν ·1, 2
10.382 τὸν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·1
10.383 θάρσει· μηδέ τι τοι θάνατος καταθύμιος ἔστω·1, 2, 3
10.384 ἂλλ’ άγε μοι τόδε εἰπὲ . καὶ ἀτρεκέως κατάλεξον·1
10.385 πῇ δ’ οὕτως ἐπὶ νῆας ἀπὸ στρατοῦ ἔρχεαι οἶος1, 2, 3
10.386 νύκτα δι’ ὀρφναίην· ὅτε θ’ εὕδουσι βροτοὶ ἄλλοι1
10.387 ἤ τινα συλήσων νεκύων κατατεθνηώτων·1, 2, 3, 4
10.388 ἤ σ’ Ἕκτωρ προέηκε διασκοπιᾶσθαι ἕκαστα1, 2
10.389 νῆας ἔπι γλαφυρὰς . ἤ σ’ αὐτὸν θυμὸς ἀνῆκε·1
10.390 τὸν δ’ ἠμείβετ’ ἔπειτα Δόλων . ὑπο δ’ έτρεμε γυῖα·1
10.391 πολλῇσίν μ’ ἄτῃσι παρεκ νόον ἤγαγεν Ἕκτωρ ·1, 2
10.392 ὅς μοι Πηλείωνος ἀγαυοῦ μώνυχας ἵ̈ππους1
10.393 δωσέμεναι κατένευσε καὶ ἅρματα ποικίλα χαλκῷ·1
10.394 ἠνώγει δέ μ’ ϊόντα θοὴν δια νύκτα μέλαιναν1, 2
10.395 ἀνδρῶν δυσμενέων σχεδὸν ἐλθέμεν . έκ τε πυθέσθαι .1
10.396 ἠὲ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ1
10.397 ἢ ἤδη χείρεσσιν ὑφ’ ἡμετέρῃσι δαμέντες1, 2, 3, 4
10.398 φύξιν βουλεύοιτε μετὰ σφίσιν· οὐδ’ ἐθέλοιτε1
10.399 νύκτα φυλασσέμεναι . καμάτῳ ἁδηκότες αἰνῷ·1, 2
10.400 τὸν δ’ ἒπιμειδήσᾱς προσέφη πολύμητις Ὀδυσσεύς .1
10.401 ῆ ρά νύ τοι μεγάλων δώρων ἐπεμαίετο θυμὸς1, 2
msA, 10.3575, commenting on 10.378 ‡ζωγρεῖτ’ αὐτὰρ ἐγὼν ἐμὲ , ὅτι παρα τὸ σύνηθες ἐξενήνοχεν ἐμὲ λύσομαι ἀντὶ τοῦ ἐμαυτόν ⁑
msA, 10.3576, commenting on 10.381 εἴ κεν ἐμὲ ζωιὸν πεπύθοιτ’ : ὅτι ἐπὶ τοῦ ἀκοῦσαι ἀεὶ τάττει τὴν λέξιν . καὶ ὅτι συνήθως ἀναδιπλώσει κέχρηται πεπύθοιτο ἀντι τοῦ πύθοιτο :
msA, 10.3577, commenting on 10.387 ἤ τινα συλήσων : ὅτι ἐκ τῶν ἐπάνω ὧδε μετάκειται ἤδη παρεληλυθότων αὐτῶν τοὺς νεκροὺς καὶ ὁ Ὀδυσσεὺς ἀσύνετος ἔσται πρόφασιν αὐτῷ προρίζων : ἠθέτει καὶ Ἀριστοφάνης ⁑
msA, 10.3578, commenting on 10.394 ἠνώγει δέ μ’ ἰόντα θοὴν δια νύκτα : ταχεῖαν λέγει τὴν νύκτα , δια τὸ ὑφ ἕνα χρόνον ὅλην τὴν γῆν μελαίνεσθαι , ὡς ἐν ἄλλοις : δύσετό τ’ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί :
msA, 10.3580, commenting on 10.397 ὅτι ούτως γραπτέον βουλεύουσι καὶ θέλουσι : τὸ γὰρ σφίσιν ἐν τ περί τινων ἐστι λόγῳ ἀντι τοῦ αὐτοῖς ὧ ἀκόλουθα δεῖ εἶναι τὰ ῥήματα : ταῦτα ὁ Ἀριστόνικος περι τῆς γραφῆς ταύτης φησὶ διπλῆν βάλλων τῷ στίχῳ . ἐν μέντοι τῇ τετραλογία Νεμεσίωνος οὕτως εὗρον περι τῶν στίχων τούτων τῶν παρακειμένων ὁβελῶν οὐκ έστιν αἰτίαν εὑρεῖν δια τῶν Ἀρισταρχείων ὑπομνημάτων : Ἀμμώνιος δὲ ὁ Ἀριστάρχειος πρῶτον μὲν στιγμαῖς φησὶ τὸν Ἀρίσταρχ παρασημειώσασθαι αὐτούς εἶτα δὲ καὶ τελέιοντέλεον ἐξελεῖν , τάχα δια τὸ ἐπι δευτέρου προσώπου τὸ σφίσι τετάχθαι καὶ ἄνωθεν μετενηνέχθαι ⁑
msAil, 10.3587, commenting on 10.378@ζωγρεῖτ’ ζῶντα φυλάσσετ
msAil, 10.3589, commenting on 10.378@ζωγρεῖτ’ ε
msAil, 10.3588, commenting on 10.379@πολύκμητός διοῦ πολὺ κατσκευάζεται
msAil, 10.3590, commenting on 10.383@καταθύμιος κατα νοῦν
msAil, 10.3591, commenting on 10.385@πῇ ποῦ
msAil, 10.3593, commenting on 10.391@παρεκ-ἤγαγεν παρηπάτησε τὸν νοῦν
msAil, 10.3594, commenting on 10.394@θοὴν-νύκτα τὴν ταχέως ἐπιλαμβάνουσαν τὴν γην ⁑
msAil, 10.3595, commenting on 10.399@ἁδηκότες ἀπο τοῦ άδην καὶ ηδέως
msAil, 10.3596, commenting on 10.401@ἐπεμαίετο ἐπεζήτει ἐπεθύμει ⁑
msAim, 10.3581, commenting on 10.383 οτ τὸ καταθύμιος ἐνθύμιος οὐχ ως ἠμεῖς ⁑
msAim, 10.3583, commenting on 10.387 ουτ ἀρισταρχ ἄλλοι δὲ κατὰ τεθνειώτων ⁑
msAim, 10.3584, commenting on 10.391 ἀριστοφ ήπαφεν Ἕκτωρ ⁑
msAim, 10.3585, commenting on 10.397 ἐν ἄλλω φύξιν βουλεύουσι μετα σφίσιν οὐδ’ ἐθέλουσι ⁑