Manuscript msA, page 136v
prev: 136r | next: 137r |
10.528 Τυδείδης δὲ χαμᾶζε θορὼν , ἔναρα βροτόεντα1, 2, 3
10.529 ἐν χείρεσσ’ Ὀδυσῆϊ τίθει· ἐπεβήσετο δ’ ἵ̈ππων·1, 2
10.530 μάστιξεν δ’ ἵ̈ππους , τὼ δ’ οὐκ ἄκοντε πετέσθην·1, 2
10.532 Νέστωρ δὲ πρῶτος κτύπον ἄϊε . φώνησέν τε·1, 2
10.533 ὦ φίλοι· Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες·1
10.534 ψεύσομαι . ἢ έτυμόν τοι ἐρέω , κέλεται δέ με θυμός·1, 2, 3
10.535 ἵ̈ππων μ’ ὠκυπόδων ἀμφὶ κτύπος οὔατα βάλλει·1
10.536 αἲ γὰρ δὴ Ὀδυσεύς τε καὶ ὁ κρατερὸς Διομήδης ·1
10.537 ὧδ’ ἄφαρ ἐκ Τρώων ἐλασαίατο μώνυχας ἵ̈ππους·1, 2
10.538 ἂλλ’ αἰνῶς δείδοικα κατα φρένα μή τι πάθωσιν1, 2, 3
10.539 Ἀργείων οἱ ἄριστοι ὑπο Τρώων ὀρυμαγδοῦ·1, 2, 3
10.540 οὔ πω πᾶν εἴρητο ἔπος . ὅτ’ ἂρ ἤλυθον αὐτοί·1
10.541 καί ῥ’ οἱ μὲν κατέβησαν ἐπὶ χθόνα , τοὶ δὲ χαρέντες1
10.542 δεξιῇ ἠσπάζοντο· ἔπεσσί τε μειλιχίοισι·1
10.543 πρῶτος δ’ ἐξερέεινε Γερήνιος ἱ̈ππότα Νέστωρ ·1
10.544 εἰπ’ άγε μ’ ὦ πολύαιν’ Ὀδυσεῦ . μέγα κῦδος Ἀχαιῶν .1, 2
10.545 ὅππως τοῦσδ’ ἵ̈ππους λάβετον . καταδύντες ὅμιλον1, 2, 3, 4
10.546 Τρώων . ἤ τίς σφωε , πόρεν θεὸς ἀντιβολήσας·1, 2, 3, 4
10.547 αἰνῶς ἀκτίνεσσιν ἐοικότες ἠελίοιο·1, 2
10.548 αἰεὶ μὲν Τρώεσσ’ ἐπιμίσγομαι , οὐδε τί φημὶ1, 2
10.549 μιμνάζειν παρα νηυσὶ . γέρων περ ἐὼν πολεμιστὴς .1
10.550 ἂλλ’ οὔ πω τοίους ἵππους ἴ̈δον οὐδ’ ἐνόησα·1
10.551 ἀλλά τιν’ ὔμμ’ ὀίω δόμεναι θεὸν ἀντιάσαντα·1
10.552 ἀμφοτέρω γάρ σφῶϊ φιλεῖ , νεφεληγερέτα Ζεὺς .1, 2
10.553 κούρη τ’ αἰγιόχοιο Διὸς , γλαυκῶπις Ἀθήνη ·1
msA, 10.4633, commenting on 10.532 Νέστωρ δὲ πρῶτος , πρῶτος ὁ Νέστωρ κτῦπον ἄϊε ὅτι αὐτὸς γνώμην δοὺς εἰς τὸ ἐκπεμφθῆναι τοὺς ἄνδρας ὑπερ αυτῶν αγωνιᾶ , μονον ουχὶ καὶ τὴν ψυχὴν ἔχων συναποδημοῦσαν ⁑
msA, 10.4634, commenting on 10.545 ‡ ὅπως τοὺς δ’ ἵππους λάβετον , χαρίέντας διαστέλλουσι βραχὺ ἐπι τὸ λάβετον ἵνα τὸ ἑξῆς πευστικῶς λέγηται καταδύντες ὅμιλον Τρώων , οὕτως καὶ Τήλεφος ἐν τῷ η τοῦ Γραμματικοῦ ἀξιοῖ : εἰ γὰρ μὴ οὕτως φησίν ἀναγνῶμεν ἐπιταραχθήσεται ἡ διάνοια ⁑
msA, 10.4635, commenting on 10.545 ἡ διπλῆ δὲ ὅτι Ζηνοδ γράφει λαβέτην . ἔστι δὲ τοῦτο , τρίτου προσώπου , ἀντι τοῦ ἔλαβον λέγει δὲ νῦν πρὸς αὐτοὺς ⁑
msA, 10.4636, commenting on 10.546 Τρώων ἥ τί σφῶε πόρε : τὸ ῥῆμα ἀπο τοῦ π ἄρχεται : καὶ ἡ σφὼε τρίτου προσώπου ἐγκλιτικη ἐστι σημαίνουσα τὸ αὐτούς τίς τάρ σφῶε θεῶν . ἀλλά σφωε δόλος καὶ δεσμος ὥστε οὐκ οῖδεν ὁ ποιητὴς οὐδὲ μονοσύλλαβον τὴν σφῶ : εἰ μή ποτε ὀρθοτονεῖται καὶ δευτέρου προσώπου ἐστι καὶ σημαίνει τὸ ὑμεῖς ῆ ὑμᾶς , σφῶ δὲ μάλ’ ἠθέλετον ἔνθεν οὖν οἱ ἀκριβέστερον αὐτὰ παραφυλάξαντες , ἔκθλιψιν δεδώκασι τοῦ ε ἐν τῷ εἰ μή σφω Αἴαντε διέκριναν ἵνα τὸ διηνεκὲς φυλαχθῇ : ἡ διπλῆ δὲ . ὅτι Ζηνόδοτος , γράφει σφῶϊ τοῦτο δὲ τίθεται ἀντι τοῦ ὑμεῖς ῆ ὑμᾶς ὧν οὐδέτερον ἁρμόζει . τὸ δε σφῶε ἔστι γὰρ αὐτοὺς τοὺς δύο ⁑
msAext, 10.4646, commenting on 10.534 ἢ ἕτυμον ερέω
msAext, 10.4647, commenting on 10.552 γὰρ σφῶϊ
msAim, 10.4640, commenting on 10.534 τὸ εἰπεῖν τὴν άφηξιν Οδυσσέως καὶ Διομηδ
msAim, 10.4641, commenting on 10.538 Ἀρίσταρχος δείδοικα μετα φρεσὶ :
msAim, 10.4643, commenting on 10.545 βραχὺ διασταλτέον μετα τὸ λάβετον ἵνα τὸ ἑξῆς πευστικῶς λέγηται :
msAim, 10.4644, commenting on 10.546 οὕτως σφῶε δια τοῦ ε καὶ πόρεν Ϊακως . ουτ καὶ Ἀρίσταρχ καὶ Ἡρωδιανος ⁑
msAint, 10.4645, commenting on 10.547 καθ εαυτὸν τὸν στιχ προενεκτέον λειπ δὲ τὸ εἰσὶ ⁑