Manuscript msA, page 137v
prev: 137r | next: 138r |
11.1 Ἠὼς δ’ ἐκ λεχέων παρ’ ἀγαυοῦ Τιθωνοῖο1, 2, 3
11.2 ὤρνυθ’· ἵν ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσι·1
11.3 Ζεὺς δ’ Ἔριδα προΐαλλε θοὰς ἐπι νῆας Ἀχαιῶν1, 2
11.4 ἀργαλέην πολέμοιο τέρας μετα χερσὶν ἔχουσαν·1, 2, 3, 4
11.5 στῆ δ’ ἐπ’ Ὀδυσσῆος μεγακήτεϊ νηῒ μελαίνῃ .1
11.6 ἥ ρ’ ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν ἀμφοτέρωσε .1, 2, 3
11.7 ἠμὲν ἐπ’ Αἴαντος κλισίας Τελαμωνιάδαο1
11.8 ἠδ’ ἐπ’ Ἀχιλλῆος , τοί ρ’ ἔσχατα νῆας ἐΐσας1
11.9 εἴρυσαν . ἠνορέῃ πίσυνοι· καὶ κάρτεϊ χειρῶν·1
11.10 ἔνθα στᾶσ’ ἤϋσε θεὰ μέγα τε δεινόν τε1
11.11 ὄρθι’ Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλ’ ἑκάστῳ1, 2, 3, 4
11.12 καρδίῃ· ἄλληκτον πολεμίζειν ἠδὲ μάχεσθαι·1, 2
11.13 τοῖσι δ’ ἄφαρ πόλεμος γλυκίων γένετ’ . ἠὲ νέεσθαι1, 2, 3
11.14 ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν·1
11.15 Ἀτρείδης δ’ ἐβόησεν . ἰ̈δὲ ζώννυσθαι ἄνωγεν1, 2, 3
11.16 Ἀργείους · ἐν δ’ αὐτὸς ἐδύσατο νώροπα χαλκόν·1, 2
11.17 κνημῖδας μὲν πρῶτα περι κνήμῃσιν ἔθηκε1, 2
11.18 καλὰς ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·1
11.19 δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε .1
11.20 τόν ποτέ οἱ Κινύρης δῶκε ξεινήϊον εἶναι1
11.21 πεύθετο γὰρ Κύπρον δὲ μέγα κλέος , οὕνεκ’ Ἀχαιοὶ1, 2, 3
11.22 ἐς Τροίην νήεσσιν ἀναπλεύσεσθαι ἔμελλον·1, 2
11.23 τούνεκά οἱ τὸν δῶκε χαριζόμενος βασιλῆϊ·1
11.24 τοῦ δ’ ἤτοι δέκα οἶμοι ἔσαν μέλανος κυάνοιο ,1, 2, 3, 4, 5
11.25 δώδεκα δὲ χρυσοῖο καὶ εἴκοσι κασσιτέροιο·1
msA, 11.1, commenting on 11.1 ‡ Ἠὼς δ’ ἐκ λεχέων : τὸ όλον τοῦτο νομιστέον , ὅτι ἀπο τοῦ ☉ ἡμέρα γέγονεν : Τιθωνοῖο δὲ ὡσεὶ ἔλεγεν Τιτωνοῖο τιτὰν γὰρ Ἀπόλλων . ὅτι ἀπο Λητοῦς τοῦτον δὲ καὶ ἤλιον φασιν : ἐκ λεχέων δὲ ὅτι σὺν αὐτῷ ἀεὶ θεωρεῖται ἡμέρα γάρ ἐστι πεφωτισμένος ἀὴρ ἡλιου ὑπερ γην ὄντος : μυθεύεται ὅτι Τιθωνὸν τὸν Λαομέδοντος καὶ Στρυβοῦς τῆς Σκαμάνδρου υἱὸν Πριαμοῦ δὲ ἀδελφὸν ἐκπρεπέστατον τῶν καθ’ ἑαυτὸν ἐν Ἰλίῳ γενόμενον ἐρασθεῖσα ἀνήρ πασεν : ἡ Ἡῶς καὶ μετεκομίσατο αὐτὸν εἰς τοὺς περὶ Αἰθωπίαν τόπους καὶ τῆς τούτου μετέλαβεν κοίτης καὶ δύο παῖδας ἐξ αὐτοῦ ἔσχεν Ἡμαθίωνα καὶ Μέμνονα . Ἠμαθίωνα μὲν ἀν εῖλεν Ἡρακλῆς μὴ ἑῶντα δρέψασθαι τὰ χρύσεα μῆλα Μέμνωνα δὲ Ἀχιλλεύς , αἰτήσασθαι δὲ τὸν Τιθωνὸν παραυτῆς ἠοῦς . ἀθανασίαν . ὁ δὲ γέρων γενόμενος δια γὰρ ἄγνοιαν οὐκ ητήσατο καὶ ἀγηρασίαν ἀχθόμενος . καὶ τῶν ἐν βίω μη δυνάμενος μεταλαμβάνειν παρεκάλει τὴν θεὸν ὅπως αὐτὸν τοῦ ζῆν μεταλλάξη . ἡ δὲ οὐ γὰρ ἦν αὐτὸν δυνατὸν ἀποθνεῖν μετεβαλεν εἰς τέττιγα τὸν μουσικώτατον τῶν πτηνῶν ὅπως καὶ δια τῆς φωνῆς αὐτοῦ τέρποιτο διηνεκῶς ἀκούουσα ⁑
msA, 11.3, commenting on 11.6 ἥ ρ’ ἐν μεσσάτῳ πρὸς τὰ περι τοῦ ναστάθμου ὅτι ἐν μέσω τὰς τοῦ Ὀδυσσέως ὑποτίθεται , ἐφ ἑκατέρου δὲ κέρατος τὰς Ἀχιλλεως καὶ Αἴαντος ⁑
msA, 11.5, commenting on 11.12 καρδίη : ἐπὶ τὸ καρδίη διασταλτέον καὶ γὰρ τὸ σχῆμα γλαφυρόν Ἀχαιοῖσιν καρδίη ἀντι τοῦ Ἀχαιῶν καὶ μᾶλλον ἐμφαίνει τὸ ἄλληκτον τοῖς ἑξῆς προσδιδόμενον ἵν ᾗ ἀλλήκτως πολεμεῖν . τὸ δὲ ἄνω συνάπττοντας ποιεῖν σθενος ἄλληκτον φαῦλον ἐπεὶ προ εἴρηται μέγα ἀρκεῖ δὲ τὸ ἓν ἐπίθετον ⁑
msA, 11.6, commenting on 11.13 τοῖσι δ’ άφαρ πολεμος : ουτ καὶ ὁ εξῆς . ἀθετοῦνται . παράκεινται δὲ ἀστερίσκοι , ὅτι κατὰ ὀρθῶς κεῖνται ὅτι ἐλπίδας ἔσχον ἀνακομιδῆς ἐπι τὴν πατρίδα καὶ παρα Ἀριστοφα δὲ ἡθετοῦντ παρα Ζηνοδότῳ οὐδὲ ἦσαν ⁑
msA, 11.7, commenting on 11.17 κνημῖδας μὲν πρῶτα : ὅτι ἐπανείληληπταιφεν ἐξεργαστικώτερον τὰ περι τῶν ὁπλισμῶν τοῦ Ἀγαμέμνονος πρὸς ἐπιδεσμεύων αὐτοῦ τὴν ἀριστίαν ⁑
msA, 11.8, commenting on 11.21 πεύθετο γὰρ Κύπρον δὲ , ὅτι ουτ εἴρηκεν εἰς Κύπρον ἠκούετο . δια τὸ εἰς τόπον ἐκ τόπου διαγγέλλεσθαι ὅμοιον τῷ Σκάνδειαν δ’ ἄρα δῶκεν ⁑
msA, 11.9, commenting on 11.22 ἐς Τροίην νηεσσιν ἀναπλεύσεσθαι ⁑ ὅτι ἀνάπλουν τὸν ἐκ Πελοποννήσου εἰς Τροίαν πλοῦν λέγει :
msA, 11.10, commenting on 11.24 οἴμοι : κυρίως μὲν ὁδοὶ νῦν δὲ αἱ ἄνωθεν διήκουσαι τοῦ θώρακος ῥάβδοι ἕως τῶν κάτω μερῶν ῥαβδωτὸς γὰρ ἣν ὁ θώραξ . βαρύνεται δὲ τὸ οἶμος ὡς οῖκος δοκεῖ δέ μοι κατά τινα ἀφορμὴν φιλεῖ γὰρ τό πως τὰ εἰς σὺς λήγοντα δισύλλαβα μονογενῆ ἀπο τῆς οι διφθόγγου ἀρχόμενα βαρύνεσθαι ὁπότε πρὸς τὴν εἰς ος συλλαβῆς συμφωνον ἢ σύμφωνα ὑπάρχει φημὶ δὲ , δια τὸ οῖός οὕτως γὰρ λέγεται δῆμος παρ Αθηναίοις κατ οξεῖαν τάσιν οἷον οἰκος οῖτος οἶκτος οἶνος οὕτως καὶ οῖμος ⁑
msAil, 11.1, commenting on 11.3@προΐαλλε ἀπέστελλεν
msAil, 11.4, commenting on 11.6@γεγωνέμεν βοᾶν
msAil, 11.5, commenting on 11.11@ὄρθι’ α
msAil, 11.6, commenting on 11.13@γένετ’ ο
msAil, 11.7, commenting on 11.15@ζώννυσθαι καθοπλίζεσθαι :
msAil, 11.9, commenting on 11.21@πεύθετο ηκούετο
msAil, 11.10, commenting on 11.24@οἶμοι μεταλητικῶς ἀντ τοῦ ῥάβδοι
msAil, 11.11, commenting on 11.24@κυάνοιο μέλανος καταπληκτικοῦ ⁑
msAim, 11.1, commenting on 11.11 ὀρθίως μεγάλως ⁑
msAint, 11.1, commenting on 11.1 Λαομέδοντος παῖς . Πριάμου ἀδελφος Ἡμέρας σύνευνος : ⁑