Manuscript msA, page 138r
prev: 137v | next: 138v |
11.26 κυάνεοι δὲ δράκοντες ὀρωρέχατο προτι δειρὴν1, 2, 3, 4
11.27 τρεῖς ἑκάτερθ’ . ί̈ρισιν ἐοικότες ἅς τε Κρονίων1, 2, 3, 4, 5
11.28 ἐν νέφεϊ στήριξε . τέρας μερόπων ἀνων ·1, 2
11.29 ἀμφὶ δ’ ὰρ ᾤμοισιν , βάλετο ξίφος· ἐν δέ οἱ ῆλοι1
11.30 χρύσειοι πάμφαινον· ἀτὰρ περὶ κουλεὸν ῆεν1, 2
11.31 ἀργύρεον , χρυσέοισιν ἀορτήρεσσιν ἀρηρός·1, 2
11.32 ἂν δ’ έλετ’ ἀμφιβρότην πολυδαίδαλον ἀσπίδα θοῦριν .1, 2, 3, 4
11.33 καλὴν· ἣν πέρι μεν κύκλοι δέκα χάλκεοι ἦσαν·1, 2
11.34 ἐν δέ οἱ ὀμφαλοὶ ἦσαν ἐείκοσι κασσιτέροιο1
11.35 λευκοί· ἒν δὲ μέσοισιν ἔην μέλανος . κυάνοιο·1, 2
11.36 τῇ δ’ ἐπι μὲν Γοργὼ βλοσυρῶπις ἐστεφάνωτο1, 2, 3
11.37 δεινὸν δερκομένη· περὶ δὲ Δεῖμός τε Φόβος τε·1
11.38 τῆς δ’ ἐξ ἀργύρεος τελαμὼν ἦν· αὐτὰρ ἐπ’ αὐτοῦ1, 2, 3
11.39 κυάνεος ἐλέλικτο δράκων· κεφαλαὶ δέ οἱ ἦσαν1
11.40 τρεῖς ἀμφιστρεφέες ἑνὸς αὐχένος ἐκπεφυυῖαι·1, 2, 3
11.41 κρατὶ δ’ ἒπ’ ἀμφίφαλον κυνέην θέτο τετραφάληρον1, 2
11.42 ἵ̈ππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν·1
11.43 εἵλετο δ’ ἄλκιμα δοῦρε δύω κεκορυθμένα χαλκῷ·1, 2
11.44 ὀξέα· τῆλε δὲ χαλκὸς ἀπ’ αὐτόφιν οὐρανὸν εἴσω1, 2
11.45 λάμπ’· ἐπὶ δ’ ἐγδούπησαν Ἀθηναίη τε καὶ Ἥρη1, 2, 3
11.46 τιμῶσαι βασιλῆα πολυχρύσοιο Μυκήνης ·1, 2
11.47 ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστος1
11.48 ἵππους εὖ κατὰ κόσμον ἐρυκέμεν αὖτ’ ἐπι τάφρῳ·1, 2
11.49 αὐτοὶ δὲ πρυλέες συν τεύχεσι θωρηχθέντες1, 2, 3
11.50 ῥώοντ’ . ἄσβεστος δὲ βοὴ γένετ’ ἠῶθι πρό .1, 2, 3
msA, 11.11, commenting on 11.26 ‡ κυάνεοι δε δράκοντες : ἐν τῇ Ἀριστοφάνους σμερδαλέοι δὲ δράκοντες ἐλειχμῶντο :
msA, 11.14, commenting on 11.30 χρύσειοι πάμφαινον ὅτι νῦν μὲν χρυσόηλον ἐν ἄλλοις δὲ ἀργυρόηλον , ἤτοι κατ επιφορὰν ἢ δια τὴν ἀριστίαν κοσμεῖ διαφορώτερᾳ πανοπλίᾳ :
msA, 11.15, commenting on 11.32 ἀν δ’ έλετ’ ἀμφιβρότην ὅτι ἀνδρομήκεις αἱ ἀσπίδες : προ δὲ τῆς πόλεως περικεφαλαίας ἀναλαμβάνει τὴν ἀσπίδα ὡς ἂν διὰ ἀν διὰ ἀναφορέων χρωμένων ταῖς ἀσπίσιν ὁ δὲ Ζηνόδοτ ἐπι τοῦ Ἀλεξάνδρου τὸν ὁπλισμὸν ἐνήλλαχεν ⁑
msA, 11.16, commenting on 11.33 χάλκεοι ἦσαν : ἐὰν σὺν τῷ ϊ γράφηται ἤϊσαν περιεπορεύοντο εἰ δε μὴ ἀναστρεπτέον ἵνα ἦ περὶ ἦν ⁑
msA, 11.17, commenting on 11.35 λευκοί ὀξυτονητέον ἵνα ἐπι τῶν ὀφθαλμῶν κέηται . εἰσὶ δὲ οἲ περισπῶσται ἵνα γενικῇ γένηται ἐπίθετον τοῦ κασσιτέρου κακῶς ἔθος γάρ ἐστι , παρα τῷ ποιητῇ τὴν Θεσσαλικὴν ταύτην καλουμένην γενικὴν εὑρίσκεσθαι εἰ μη μέτρον κωλύοι εἰ γὰρ κωλύοι ἡ κοινὴ παραλαμβάνεται παρεκτεταται τὸ κεφαλαιον Ἡρῳδιανῷ ⁑
msA, 11.18, commenting on 11.36 τῇ δ’ ἐπι μὲν γοργῷ ἡ ἐπι προς το ἐστεφάνωτο συντάσσεται δι ὃ τὸν τόνον φυλακτέον ⁑
msA, 11.19, commenting on 11.38 τῆς δ’ ἐξ αργύρεος ὅτι ἐκ τελαμώνων αἱ ἀσπίδες ἤρτηντο ⁑
msAext, 11.1, commenting on 11.40 ** ** ἐπιστεφέες .
msAil, 11.13, commenting on 11.27@ί̈ρισιν ταῖς ἐν τῷ ουνω
msAil, 11.14, commenting on 11.27@ί̈ρισιν σ
msAil, 11.15, commenting on 11.31@ἀορτήρεσσιν τοῖς ἀπαιωροῦσιν τὸ ξίφος ἱμᾶσι·
msAil, 11.18, commenting on 11.38@ἐπ’-αὐτοῦ ουτ Αριστ γράφεται δὲ καὶ ἐπ αυτῶ :
msAil, 11.19, commenting on 11.44@ἀπ’-αὐτόφιν ἀπ αυτων
msAim, 11.3, commenting on 11.27 Ζηνοτ ἐριδεσσιν
msAint, 11.3, commenting on 11.28 ουτ Ϊακῶς τὸ στήριξε·
msAint, 11.4, commenting on 11.32 πολεμικὴ ἣν εὐκίνητον καὶ κοῦφιν τῷ φοροῦντι : ⁑