Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 138v

Manuscript msA, page 138v

image

prev: 138r next: 139r

Iliad text

11.51 φθὰν δὲ μέγ’ ἱ̈ππήων . ἐπι τάφρῳ κοσμηθέντες·image1, 2, 3, 4, 5

11.52 ἱ̈ππῆες δ’ ὀλίγον μετεκίαθον· ἐν δὲ κυδοιμὸνimage1, 2, 3

11.53 ῶρσε κακὸν Κρονίδης · κατὰ δ’ ὑψόθεν ῆκεν ἐέρσαςimage1, 2

11.54 αἵματι μυδαλέας ἐξ αιθέρος· οὕνεκ’ ἔμελλεimage1, 2, 3, 4

11.55 πολλὰς ἰ̈φθίμους κεφαλὰς Ἄϊδι προϊάψειν·image1, 2, 3

11.56 δ’ αῦθ’ ἑτέρωθεν ἐπι θρωισμῷ πεδίοιοimage1, 2, 3

11.57 Ἕκτορά τ’ ἀμφὶ μέγαν καὶ ἀμύμονα Πουλυδάμαντ .image1

11.58 Αἰνείαν θ’ . ὃς θεὸς ὣς τίετο δήμῳ .image1

11.59 τρεῖς τ’ Ἀντηνορίδας , Πόλυβον . καὶ Ἀγήνορα δῖον .image1

11.60 ἠΐθεόν τ’ Ἀκάμαντ ‘ ἐπιείκελον ἀθανάτοισιν·image1

11.61 Ἕκτωρ δ’ ἐν πρώτοισι φέρ’ ἀσπίδα πάντοσ’ ἐΐσην·image1

11.62 οἷος δ’ ἐκ νεφέων ἀναφαίνεται ούλιος ἀστὴρimage1, 2

11.63 παμφαίνων , τοτὲ δ’ αῦτις ἔδυ νέφεα σκιόεντα·image1, 2

11.64 ὣς Ἕκτωρ · ὁτὲ μέν τε μετὰ πρώτοισι φάνεσκεν·image1

11.65 ἄλλοτε δ’ ἐν πυμάτοισι κελεύων· πᾶς δ’ άρα χαλκῷimage1, 2

11.66 λάμφ’ . ὥς τε στεροπὴ πατρὸς Διὸς αἰγιόχοιο·image1, 2

11.67 οἳ δ’ ὥς τ’ ἀμητῆρες ἐναντίοι ἀλλήλοισινimage1, 2

11.68 ὄγμον ἐλαύνωσιν . ἀνδρὸς μάκαρος κατ άρουραν .image1, 2

11.69 πυρῶν ἢ κριθῶν ; τὰ δὲ δράγματα ταρφέα πίπτει .image1, 2, 3

11.70 ὡς καὶ ἐπ’ ἀλλήλοισι θορόντεςimage1

11.71 δῄουν , οὐδ’ ἕτεροι μνώοντ’ ὀλοοῖο φόβοιο·image1, 2, 3

11.72 ἴσας δ’ ὑσμίνη· κεφαλὰς ἔχεν· οἳ δὲ λύκοι ὡςimage1, 2, 3

11.73 θῦνον , Ἔρις δ’ ὰρ ἔχαιρε πολύστονος εἰσορόωσα·image1, 2, 3

11.74 οἴη γάρ ῥα θεῶν παρετύγχανε μαρναμένοισιν·image1, 2

11.75 οἳ δ’ ἄλλοι οὔ σφιν πάρεσαν θεοί· ἀλλὰ ἕκηλοιimage1, 2, 3

Scholia text

msA, 11.31, commenting on 11.55 πολλὰς ἰφθίμους : ὅτι ἐνταῦθα μὲν γράφειν κεφαλὰς , οὐδὲν κωλύει περιφραστικῶς ἀπο μέρους τῶν όλων σημαινομένων κατα δὲ , οὐκ ἐνδέχεται . ἐπιφερομένου τοῦ αὐτοὺς δὲ ἑλώρια ⁑image

msA, 11.33, commenting on 11.65 ἄλλοτε δ’ ἐν πυμάτοισι . σημειοῦνται τινες ὅτι τοῦτο ἀντι τοῦ ὅλως ⁑image

msA, 11.34, commenting on 11.68 ὄγμον , ὡς ὄλβον : τὰ γὰρ εἰς ὸς λήγοντα δισύλλαβα μονογενῆ ἀρχόμενα ἀπο τοῦ ο καὶ ἔχοντα δύο σύμφωνα ἠ πλείονα βαρύνεσθαι θέλει , οἶον ὄκνος ὄμβρος όρρος ὅσσος . ὄρθος ὄρφευς οὕτως καὶ ὄγμος : ἡ διπλῆ δὲ . ὅτι τὸ ἐλαύνωσι . τύπτωσι καὶ τίθησιν ἐπι τῆς χειρὸς πληγῆς τὸ ἐλάσσαι ⁑image

msA, 11.35, commenting on 11.69 ταρφέα , ὡς ὀξέα . νῦν γὰρ ἐπιθετικὸν τὸ τοιοῦτον ⁑image

msA, 11.36, commenting on 11.71 δῄουν οὐδ’ ἕτεροι ὅτι φόβον τὴν φυγὴν ὃν δε ἡμεῖς φόβον δέος λέγει ⁑image

msA, 11.37, commenting on 11.72 ἴ̈σας δ’ ὑσμίνῃ . ὅτι Ἀρίσταρχος ὑσμίνη γράφει χωρὶς τοῦ ϊ φησὶ γάρ ἥ τε τῶν Ἑλλ ὑσμίνη καὶ βαρβάρων ἰσοκέφαλος ἦν , οἶον ἀμφοτέρων ἰσοκέφαλος ἦν ἡ μάχη τῶν τε Ἑλλήνων καὶ τῶν Τρώων ⁑image

msA, 11.38, commenting on 11.75 οἱ δ’ ἄλλοι οὔ σφιν , προς τὴν εξῆς ἀθέτησιν οὐ γὰρ ῆσαν ἐπι τοῦ αὐτοῦ πάντες οἱ θεοί τὸ δὲ πάρεσαν θεοὶ . τρίτη ἀπο τέλους ἡ οξεῖα ἐκ δὲ τοῦ παρῆσαν ἐγένετο , ⁑image

msA, 11.39, commenting on 11.75 ἕκηλοι δασύνεται : τὸ γὰρ ε προ τοῦ κ δασύνεσθαι θέλει . ὁπότε μὴ ἐκ κλίσεως τυγχάνοι ῥήματος ἡ ἀπὸ προθέσεως ⁑image

msAext, 11.3, commenting on 11.63 ** ** τό πλ’ image

msAil, 11.30, commenting on 11.65@ἐν-πυμάτοισι ἔσχατοςimage

msAil, 11.31, commenting on 11.66@στεροπὴ αστραπήimage

msAil, 11.33, commenting on 11.69@ταρφέα συνεχ πυκνα :image

msAil, 11.34, commenting on 11.71@δῄουν διέκοπτονimage

msAil, 11.35, commenting on 11.72@ἴσας-ὑσμίνη εξίσουτω αὐτοῖς ἡ μαχimage

msAil, 11.36, commenting on 11.73@θῦνον εμμανῶς ώρμωνimage

msAil, 11.2001, commenting on 11.73@ὰρ αimage

msAim, 11.4, commenting on 11.51 φθαν δὲ : προς τὸ δοκοῦν μάχεσθαι εἰ γὰρ μεγάλως ἔφθασαν πῶς οἱ ἱππεῖς με το εκιον αὐτῶν : λέγει δὲ φθαν δὲ μέγα χρονικῶς ἀντι τοῦ πολλῶ χρόνῳ προέλαβον ὀλίγον δὲ μετεκίαθον τοπικῶς οἷον ὀλίγῳ τόπῳ διεστῶτες μετ αυτοὺς έκιον ⁑image

msAim, 11.6, commenting on 11.54 ἕως τοῦ αιθερος στικτέον καὶ τοῖς ἄνω συναπτέον αὐτο : ⁑image

msAim, 11.7, commenting on 11.56 ὅτι κοινον τὸ ἐπι τούτων τὸ ἐθορήσσοντο ⁑image

msAim, 11.8, commenting on 11.72 ουτ Ἀρίσταρχ : ἡ ὑσμίνη τὰς κεφαλὰς ἴ̈σας εἶχεν ἰσοκεφαων ἢν αὐτοῖς ἡ μάχη ἄλλοι δὲ ϊσας δ’ ὑσμίνῃ κεφαλὰς ἔχον ⁑image

msAint, 11.6, commenting on 11.55 ουτ αριστ κεφαλὰς ενθαδ :image