Manuscript msA, page 139r
prev: 138v | next: 139v |
11.76 σφοῖσιν ἐνι μεγάροισι καθείατο· ᾗχι ἑκάστῳ1, 2, 3, 4
11.77 δώματα καλὰ τέτυκτο κατα πτύχας Οὐλύμποιο ·1
11.78 πάντες· δ’ ᾐτιόωντο κελαινεφέα Κρονίωνα .1, 2
11.79 οὕνεκ’ ἄρα ἐβούλετο κῦδος ὀρέξαι·1
11.80 τῶν μὲν ὰρ οὐκ αλέγιζε πατήρ· δὲ νόσφι λιασθεὶς·1
11.81 τῶν ἄλλων ἀπάνευθε καθέζετο κύδεϊ γαίων .1, 2
11.82 εἰσορόων τε πόλιν . καὶ νῆας .1
11.83 χαλκοῦ τε στεροπήν . ὀλλύντάς τ’ . ὀλλυμένους τε·1, 2
11.84 ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱ̈ερὸν ἦμαρ .1
11.85 τόφρα μάλ’ ἀμφοτέρων βέλε’ ἥπτετο . πῖπτε δὲ λαός·1, 2
11.86 ῆμος δὲ δρυτόμος περ ἀνὴρ ὡπλίσσατο δεῖπον1, 2, 3, 4
11.87 οὔρεος ἐν βήσσῃσιν· ἐπεί τ’ ἐκορέσσατο χεῖρας .1, 2
11.88 τάμνων δένδρεα μακρὰ· ἅδος τέ μιν ί̈κετο θυμὸν .1, 2
11.89 σίτου τὲ γλυκεροῖο περι φρένας ί̈μερος αἱρεῖ .1
11.90 τῆμος , σφῇ ἀρετῇ Δαναοὶ ῥήξαντο φάλαγγας1, 2
11.91 κεκλόμενοι ἑτάροισι κατὰ στίχας· ἐν δ’ Ἀγαμέμνων1, 2, 3
11.92 πρῶτος ὄρουσ’ . ἕλε δ’ ἄνδρα Βιήνορα ποιμένα λαῶν .1, 2
11.93 αὐτὸν . ἔπειτα δ’ ἑταῖρον Ὀϊλῆα πλήξιππον·1, 2
11.94 ἤτοι ὅ γ’ ἐξ ἵππων κατεπάλμενος . ἀντίος ἔστη·1, 2, 3
11.95 τὸν δ’ ἰ̈θὺς μεμαῶτα . μετώπιον ὀξέϊ δουρὶ1, 2
11.96 νύξ’· οὐδὲ στεφάνη δόρυ οἱ σχέθε χαλκοβάρεια·1, 2, 3, 4
11.97 ἀλλὰ δι’ αὐτῆς ἦλθε καὶ ὀστέου· ἐγκέφαλος δὲ1, 2
11.98 ἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα·1, 2, 3
11.99 καὶ τοὺς μὲν λίπεν αὖθι , ἄναξ ἀνδρῶν Ἀγαμέμνων .1
11.100 στήθεσι παμφαίνοντας· ἐπεὶ περίδυσε χιτῶνας·1, 2, 3
msA, 11.41, commenting on 11.81 τῶν ἄλλων ἀπάνευθε , βέλτιον τοῖς ἑπομένοις τὸ ἡμιστίχιον συντάττειν ἵνα μὴ νόσφι καὶ ἀπάνευθε ἐν ταὐτῷ κέῃται ⁑
msA, 11.43, commenting on 11.86 δεῖπνον : ὅτι Ζηνόδοτ γράφει δόρπον οὐ λέγει δὲ δεῖπνον τὴν εσπερινὴν τροφὴν νῦν ἀλλα δεῖπνον καλεῖ ὃ ἡμεῖς ἄριστον καθ ἣν ώραν καὶ ὁ δρυτόμος ἀριστοποιεῖται ἥγουν ὁ ὑλοτόμος ὁ ξυλοτόμος δρῦν γὰρ ἐκάλουν οἱ παλαιοι ἀπο τοῦ ἀρχαιοτέρου πᾶν δένδρον ⁑
msA, 11.44, commenting on 11.88 ἅδος τέ μιν : δασυντέον , τὸ γὰρ α προ τοῦ δ ὃν καὶ μὴ έχον στερητικὴν ἔννοιαν ῆ κρᾶσιν τινὰ δασύνεσθαι θέλει , στερητικὴν μὲν οὕτως . κατα κράσιν ἀδαής , ἀδρανής ἀδευκής , μὴ ουτ δὲ ἔχον ἁδρός ἀδινός Ἀδριας δι ὃ καὶ τὸ Ἅδωνις κρεῖττον ἐστι δασύνειν ἵνα καὶ παρα τῷ αἴδειν τῇ δαίμονι ἐτυμολογηθ ⁑
msA, 11.45, commenting on 11.93 αὐτὸν δ’ ἔπειτα δ’ ἑταῖρον : ὅτι τὸ ἔπειτ ἀντι τοῦ μετα ταῦτα πρὸς τὸ αὐτὰρ ἔπειτ’ Αἴας τε μέγας ⁑
msA, 11.46, commenting on 11.94 ‡ ἤτοι ὅ γ’ ἐξ ἵππων : κατεπάλμενος ἀντιος ἔστη ⁑ ὅτι δύο προθέσεις παρ εἴληφεν κατα ἀπο τῆς ἑτέρας ἀρκούσης : Ζηνοδ δὲ ἀντίον καὶ Ἀριστοφάνης ⁑
msA, 11.48, commenting on 11.98 πεπάλακτο : διεβρέχετο ὡς τὸ παλάσσετο δ’ αἵματι θώρηξ καὶ λύθρῳ παλάσσετο δὲ χεῖρας . φησὶν οὖν τὸν ἐγκέφαλον ἐμπεπλῆσθαι τοῦ αἵματος . σφιγγομένου γὰρ τοῦ δόρατος , ἀπο τοῦ ὀστέου ἔξω εἴργεται προελθεῖν τὸ αἷμα . ἔσω δὲ ἐπισυνάγεται καθάπερ ἐπι τῶν πληγέντων λίθῳ ὅτ ἂν συντριβῇ μὲν τὰ ὀστᾷ μη διαιρεθῆ δὲ ἡ ἐπιφάνεια ἐντὸς χεῖται τὸ αἷμα τῆς ἕξω φορᾶς εἰργόμενον :
msA, 11.49, commenting on 11.100 στήθεσσι παμφαίνοντας ἐπειδὴ φησὶ τοὺς ἐπὶ τοῖς στήθεσιν αὐτῶν χιτῶνας ἀφείλατο : γυμνοὺς καὶ φαινομένους τοὺς νεκροὺς κατέλιπεν . ἡ διπλῆ δὲ ὅτι ἔν τισι γράφεται ἐπεὶ κλυτὰ τεύχε’ ἀπηύρα : ἔσονται δὲ αὐτοὶ οἱ νεκροι τοῖς στήθεσι παμφαίνοντες . οὐ λέγει δὲ τοῦτο ἀλλα τοὺς ἐπι τοῖς στήθεσι παμφαίνοντας χιτῶνας ⁑
msAext, 11.4, commenting on 11.76 ** ** οῖσιν
msAext, 11.5, commenting on 11.85 ** ** πῖπτε
msAil, 11.40, commenting on 11.83@στεροπήν λαμπηδόνα
msAil, 11.43, commenting on 11.91@κεκλόμενοι κελεύοντες :
msAil, 11.45, commenting on 11.95@μετώπιον τὸ μεταξὺ τῶν ώτων τὸ μεσόφρυον
msAil, 11.47, commenting on 11.96@σχέθε αντέσχε
msAil, 11.49, commenting on 11.98@πεπάλακτο ἐνεπέφυρτο ⁑
msAil, 11.50, commenting on 11.100@περίδυσε ἀφίλατο ⁑
msAim, 11.9, commenting on 11.90 τὰς οἰκείας
msAim, 11.10, commenting on 11.91 γράφεται εκ δ’ Ἀγαμέμνων :
msAim, 11.11, commenting on 11.92 Αρισταρχ Βιάνωρα
msAint, 11.7, commenting on 11.76 γράφεται οῖσιν