Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 140v

Manuscript msA, page 140v

image

prev: 140r next: 141r

Iliad text

11.151 ἱ̈ππεῖς δ’ ἱ̈ππῆας . ὑπο δέ σφισιν ῶρτο κονίηimage1, 2

11.152 ἐκ πεδίου . τὴν ὦρσαν ἐρίγδουποι πόδες ἵ̈ππων .image1, 2

11.153 χαλκῷ δηϊόωντες· ἀτὰρ κρείων Ἀγαμέμνων .image1, 2

11.154 αἰὲν ἀποκτείνων ἕπετ’ Ἀργείοισι κελεύων·image1

11.155 ὡς δ’ ὅτε πῦρ ἀΐδηλον ἐν ἀξύλῳ ἐμπέσῃ ὕλῃ .image1, 2

11.156 πάντη τ’ εἰλυφόων ἄνεμος φέρει· οἱ δέ τε θάμνοιimage1, 2, 3

11.157 πρόρριζοι πίπτουσιν . ἐπειγόμενοι πυρὸς ὁρμῇ .image1, 2, 3

11.158 ὡς ὰρ ὑπ Ἀτρείδῃ Ἀγαμέμνονι πῖπτε κάρηναimage1, 2

11.159 Τρώων φευγόντων· πολλοὶ δ’ ἐριαύχενες ἵ̈πποιimage1

11.160 κεὶν’ όχεα κροτάλιζον ἀνα πτολέμοιο γεφύραςimage1, 2

11.161 ἡνιόχους ποθέοντες ἀμύμονας· οἱ δ’ ἐπὶ γαίῃimage1

11.162 κείατο . γύπεσσιν πολὺ φίλτεροι ἢ ἀλόχοισιν·image1, 2, 3

11.163 Ἕκτορα δ’ ἐκ βελέων ὕπαγε Ζεὺς . ἔκ τε κονίης .image1, 2, 3

11.164 ἔκ τ’ ἀνδροκτασίης . ἔκ θ’ αἵματος . ἔκ τε κυδοιμοῦ·image1, 2

11.165 Ἀτρείδης δ’ ἕπετο . σφεδανὸν Δαναοῖσι κελεύων·image1, 2, 3

11.166 οἱ δὲ παρ’ Ἴ̈λου σῆμα παλαιοῦ Δαρδανίδαοimage1, 2

11.167 μέσσον καπ πεδίον . παρ’ ἐρινεὸν ἐσσεύοντοimage1, 2

11.168 ἱ̈έμενοι πόλιος· ὁ δὲ κεκληγὼς ἕπετ’ αἰεὶimage1

11.169 Ἀτρείδης · λύθρῳ δὲ παλάσσετο χεῖρας ἀάπτους·image1

11.170 ἂλλ’ ὅτε δὴ· Σκαιάς τε πύλας καὶ φηγὸν ΐκοντο·image1, 2

11.171 ἐνθ’ ἄρα δὴ ἵ̈σταντο · καὶ ἀλλήλους ἀνέμιμνον .image1

11.172 οἱ δ’ ἔτι καμ μέσσον πεδίον φοβέοντο βόες ὡς .image1

11.173 ἅς τε λέων ἐφόβησε μολὼν ἐν νυκτὸς ἀμολγῷimage1, 2, 3

11.174 πάσας . τῇ δέ τ’ ἰ̈ῇ ἀναφαίνεται αἰπὺς ὄλεθρος·image1

11.175 τῆς δ’ ἐξ αὐχέν’ έαξε λαβὼν κρατεροῖσιν ὀδοῦσιimage1

Scholia text

msA, 11.73, commenting on 11.155 ὡς δ’ ότε πῦρ ἀΐδηλον πρὸς τὴν ἄξυλον ὅτι πολλὰς ἐκδοχὰς ἔσχηκεν οἱ μὲν γὰρ τὴν θρυώδη ἀποδεδώκασιν οἱ δὲ τὴν πολυξυλον βέλτιον δὲ ἀφ ἧς οὐδεὶς ἐξυλίσατο ὡς Ἡσίοδος τῆλε γὰρ ἀξυλίη κατεπύθετο κηλέα νηῶν ⁑image

msA, 11.74, commenting on 11.153 χαλκῷ δῃϊόωντες : ἤτοι τοῖς ἐπισσώτροις κόπτοντες τὴν γῆν , ἢ ὅτι συντακτέον τοῦτο τὸ πεζοὶ μὲν πεζοῦς όλεκον ἱππῆες δ’ ἰππῆας , οἱ γὰρ οἱ τῶν ἵππων πόδες χαλκῷ ἐτίτρωσκον ⁑image

msA, 11.75, commenting on 11.156 οἱ δέ τε θάμνοι : οἱ συμφυτοι τόποι παρα τὸ θαμᾶ καταφυτεύεσθαι αὐτοὺς ὅ ἐστι πυκνῶς . οἱ δὲ τα χαμεζηλα καὶ πολύκλαδα φυτά ⁑image

msA, 11.76, commenting on 11.157 ἐπειγόμενοι πυρός Ἀρίσταρχος ὑγειῶς ἀναγινώσκει ἐπειγόμενοι ὡς τυπτόμενοι κατ γὰρ τῶν θάμνων κεῖται :image

msA, 11.77, commenting on 11.160 κεῖν’ όχεα κροτάλιζον : λέγει ὁ τεχνικῶς ἐν τῶ ὑπομνήματι τοῦ Διδύμου τὰ ὀξύτονα ἡνίκα ἐκθλίβηται , τὴν ὀξυνομένην συλλαβήν . ἀναπέμπει τὴν ὀξεῖαν ἐπι τὴν οπίσω συλλαβήν καὶ ἐαν ᾗ ἡ ἐκθλιβεῖσα συλλαβῇ ἡ ἔχουσα τὴν ὀξεῖαν βραχεῖα . ἡ δὲ ὀπίσω συλλαβῇ φύσει μακρά τῷ τονικῷ παραγγέλματι γίνεται περισπώμενον , περισπᾷ γοῦν τὸ δῆλον , ἐν δε : ἐναντιοῦται τούτῳ ⁑image

msA, 11.79, commenting on 11.163 Ἕκτορα δ’ εκ βελέων , ἡ ἔκ νῦν ἐπιπαν εἶναι ἀντι τοῦ εκτὸς κεῖται οὕτως οὖν καὶ ἐν , κεῖται θάνατος δέ τοι ἐξ αλὸς αὐτῷ ⁑image

msA, 11.80, commenting on 11.165 Ἀτρείδης δ’ έπειτα σφεδανὸν , τὸ σφεδανόν ἑκατέροις δύναται προσδίδοσθαι σημαίνει δὲ ἡ λέξις ἐπεικτικὸν καὶ ἐπεστραμμένον οἷον σφενδονηδὸν ἀπο τῆς σφενδόνης οὗτος Ἀρίσταρχος ⁑image

msA, 11.81, commenting on 11.166 οἱ δὲ παρ’ ΄Ϊλου σῆμα παλαιοῦ Δαρδα μέχρι τοῦ μέσον καπ πεδίον συναπτέον εἶτα βραχὺ δίασταλτέον . ὁ γὰρ ἐρινεὸς οὐκ ἐν μέσῳ τῷ πεδίῳ ἀλλ εγγὺς τῆς πο λαὸν δὲ στῆσον παρ’ ἐρινεὸν ἔνθα μάλιστα ἄμβατός ἐστι πο καὶ ἀλλαχοῦ . οἱ δὲ παρὰ σκοπιὴν καὶ ἐρινεὸν ταῦτα μὲν ὅτι πλησίον τοῦ τείχους ὁ ερινεός ὅτι δὲ καὶ ἐν μέσῳ τῷ πεδίῳ ἐστὶ τὸ Ἤλου σῆμα , φανερὸν ἐξ εκείνου , Ἕκτωρ μὲν μετα τοῖσιν . ὅσοι βουλὰς βουλεύουσιν θείου παρα σήματος Ἴλου . ἐπαυλίζονται δὲ ἐν μέσῳ τοῦ πεδίου ἐπι τοῦ θροσμοῦ οὐκ αΐεις ὡς Τρῶες ἐπι θροσμῷ πεδίοιο ὅ τε Ἀλέξανδρος ἐν ταύτῃ τῇ ραψῳδίᾳ τοξεύει στήλῃ κεκλημένος Ἴλου Δαρδανίδαο : ἡ δε μάχη ἐν τῶ πεδίῳ συναπτέον οὖν ἀναγινώσκοντας ἕως τοῦ μέσον καπ πεδίον , εῖτα βραχὺ διαστείλαντας τὰ εξῆς ῥητέον καὶ οὑτω λυθήσεται τὸ ἐν τῷ τόπῳ ἄπορον . καὶ Ἴλου σῆμα καὶ μέσον πεδίον : καὶ ἐρινεὸς καὶ ἡ πο ἐν ταὐτῷ ⁑ παρέρχονται μὲν γὰρ τὸ μέσον πεδ ἐν ῷ τὸ Ἴλου σῆμα σεύονται δὲ πρὸς τὸν ἐρινεὸν ΐενται δὲ τῆς πο ὡσεὶ ουτ ἔλεγεν . οἱ δὲ δια μέσου τοῦ πεδίου , παρα τὸ ΄Ϊλου μνημεῖον ἔφυγον πρὸς τὸν ἐρινεον σπεύδοντες τὴν πο ⁑ ἡ διπλῆ πρὸς τὸ περι τοῦ ναστάθμου διάγραμμα το γὰρ ΄Ϊλου σῆμα κατα μεσον εῖναι φησιν τῷ πεδίῳ ⁑image

msA, 11.83, commenting on 11.173 ἐν νυκτὸς ἀμολγῷ : τῷ καιρῷ ἐν ῶ συμβέβηκεν ἀμέλγεσθαι τὰ θρέμματα , τινὲς δὲ τὸ μεσονύκτιον ὅτι ἐν αυτῷ οὐδεὶς μολίσκει οὐδε πρόεισιν ⁑image

msAil, 11.78, commenting on 11.151@ἱ̈ππεῖς ηimage

msAil, 11.79, commenting on 11.153@χαλκῷ-δηϊόωντες πρὸς τὸ ἱππεῖς δὲ ἱππῆαςimage

msAil, 11.80, commenting on 11.156@εἰλυφόων εἰλῶν ταράσσωνimage

msAil, 11.81, commenting on 11.157@πρόρριζοι μέχρι τῶν ῥιζῶν τῶν γὰρ κάτω γῆς τὸ πῦρ οὐχ άπτεταιimage

msAil, 11.83, commenting on 11.158@κάρηνα ἀπο μέρους ἄνοι :image

msAil, 11.84, commenting on 11.162@κείατο ἔκειντοimage

msAil, 11.86, commenting on 11.164@ἔκ-αἵματος ἐκ του φόνουimage

msAil, 11.87, commenting on 11.164@κυδοιμοῦ κραυγῆςimage

msAil, 11.88, commenting on 11.165@σφεδανὸν ἑπικτικὸν σφοδρὸν κατ πληκτικὸνimage

msAil, 11.89, commenting on 11.167@ἐρινεὸν συκῆ ἀγρίαimage

msAil, 11.90, commenting on 11.168@ἱ̈έμενοι-πόλιος ἐπιθυμοῦντες ἀνελθεῖν ἐπι τὴν ποimage

msAil, 11.93, commenting on 11.170@φηγὸν τὴν δρῦν :image

msAil, 11.94, commenting on 11.174@τῇ-ἰ̈ῇ μιᾷ δέ τινι αυτῷ ⁑image