Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 141r

Manuscript msA, page 141r

image

prev: 140v next: 141v

Iliad text

11.176 πρῶτον· ἔπειτα δέ θ’ αἷμα καὶ ἔγκατα πάντα λαφύσσει·image1, 2

11.177 ὡς τοὺς Ἀτρείδης ἔφεπε κρείων Ἀγαμέμνων .image1, 2

11.178 αἰὲν ἀποκτείνων τὸν ὀπίστατον . οἱ δὲ φέβοντο·image1

11.179 πολλοὶ δὲ πρηνεῖς τε· καὶ ὕπτιοι ἔκπεσον ἵ̈ππωνimage1, 2, 3

11.180 Ἀτρείδεω ὑπο χερσὶ· περὶ πρὸ γὰρ ἔγχεϊ θυῖεν·image1

11.181 ἂλλ’ ὅτε δὴ τάχ’ ἔμελλεν ὑπὸ πτόλιν αἰπύ τε τεῖχοςimage1

11.182 ἵ̈ξεσθαι . τότε δή ῥα πατὴρ ἀνδρῶν τε θεῶν τεimage1

11.183 Ἴ̈δης ἐν κορυφῇσι· καθέζετο πιδηέσσηςimage1, 2, 3

11.184 οὐρανόθεν καταβὰς . ἔχε δὲ ἀστεροπὴν μετὰ χερσὶν .image1, 2, 3

11.185 Ἶ̈̈ριν δ’ ὤτρυνε χρυσόπτερον ἀγγελέουσαν·image1

11.186 βάσκ’ ἴ̈θι Ἶ̈ρι ταχεῖα . τὸν Ἕκτορι μῦθον ἐνίσπες·image1, 2

11.187 ὄφρ’ ἂν μέν κεν ὁρᾷ Ἀγαμέμνονα ποιμένα λαῶνimage1

11.188 θύνοντ’ ἐν προμάχοισιν , ἐναίροντα στίχας ἀνδρῶν .image1

11.189 τόφρ’ ἀναχωρείτω· τὸν δ’ ἄλλον λαὸν ἀνώχθωimage1, 2

11.190 μάρνασθαι δηΐοισι κατα κρατερὴν ὑσμίνην·image1

11.191 αὐτὰρ ἐπεί κ’ ἠ δουρὶ τυπεὶς . ἢ βλήμενος ἰ̈ῷimage1, 2, 3

11.192 εἰς ἵ̈ππους ἄλεται . τότε οἱ κράτος ἐγγυαλίξωimage1, 2

11.193 κτείνειν . εἰς ὅ κε . νῆας ἐϋσσέλμους ἀφίκηται .image1, 2

11.194 δύῃ τ’ ἠέλιος . καὶ ἐπι κνέφας ἱ̈ερὸν ἔλθῃ·image1

11.195 ὡς ἔφατ’ οὐδ’ ἀπίθησε ποδήνεμος ὠκέα Ἶ̈ρις ·image1, 2

11.196 βῆ δὲ κατ’ Ἰ̈δαίων ὀρέων εἰς Ἴ̈̈λιον ἱ̈ρήν·image1, 2

11.197 εὗρ’ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον .image1

11.198 ἑσταότ’ ἔν θ’ ἵ̈̈πποισι καὶ ἅρμασι κολλητοῖσιν·image1

11.199 ἀγχοῦ δ’ ἱ̈σταμένη προσέφη πόδας ὠκέα Ἶ̈ρις ·image1

11.200 Ἕκτορ . υἱὲ Πριάμοιο Διὶ μῆτιν ἀτάλαντε .image1

Scholia text

msA, 11.84, commenting on 11.179 ‡ πολλοὶ δὲ πρηνεῖς τε ἀθετοῦνται ἀμφότεροι καὶ ἀστερίσκοι παράκεινται ὅτι κατα τὴν Πατρόκλου ἀριστίαν τάξιν ἔχουσι , νῦν δὲ οὐ προείρειται γὰρ πολλοὶ δ’ ἐριαύχενες ἵπποι κεῖν όχεα κροτάλιζον ἀνὰ πτολέμοιο γεφύρας : Ζηνόδοτ οὐκ έγραφεν : Ἀριστοφάνης δὲ ἠθέτει τὸν Ἀτρείδεω ὑπο χερσὶ ⁑image

msA, 11.85, commenting on 11.183 Ἴδης ἐν κορυφῇσι , ὅτι δια τούτων συνίστησι τὸν Δία ἐπι τὴν Ἴδην πεπορευμένον , ἐκ τοῦ Ὀλύμπου ⁑image

msA, 11.86, commenting on 11.184 ἀστεροπην ἀστεροπὴν λέγει οὐ τὴν ἀποτελουμενην ἀστραπήν , ἀλλα τὸ ὀμώνυμον ὄργανον ὅπερ τινασσόμενον τὴν αστραπὴν ἀποτελεῖ βῆ ῥ ίμεν ἀστεροπῇ ἐναλίγκιος ἥν τε Κρονίων χειρὶ λαβὼν ἐτίναξεν ⁑image

msA, 11.87, commenting on 11.186 βάσκ’ ἴθι Ἴρει ταχεῖα , ὅτι οὐ κατ επίθετον τὸ ταχεῖα . ἀλλ αντι τοῦ ταχέως ὁ λόγος δὲ ερεῖ στίζειν τελεία ἐπι τὸ ταχεῖα δύο γὰρ λόγοι αυτοτελης πορευθητι ταχέως Ἰρι τοῦτον εἰπὲ τὸν λόγον Ἕκτορι : ἡ δὲ συνήθεια : καὶ τὰ τοιαῦτα συνάπτει ⁑image

msA, 11.88, commenting on 11.191 αὐτὰρ ἐπεί κ’ ἢ δουρὶ τυπεὶς πρὸς τὴν διαφορὰν τοῦ τύψαι καὶ βαλεῖν ⁑image

msA, 11.89, commenting on 11.192 εἰς ἵππους ἄλλεται ὅτι ἀντι τοῦ ἅληται ψιλοῦται εἴτε ἐπι τοῦ ἐκκλίνειν τάσσηται ὡς φησὶν ὁ Ἀσκαλωνίτης , εἴτε ἐπι τοῦ συστραφῆναι ὡς καὶ Τυραννίων ᾧ καὶ μᾶλλον συγκατατίθεμαι , πολλὴ δὲ ἡ κίνησις αὐτοῦ παρὰ τῷ ποιητῇ ὁριστικὸς μὲν γὰρ δεύτερος ἀόριστος τῇ ὑπο πᾶς ἑάλη καὶ πληθυντικὸν τρίτον κατα συγκοπὴν οἳ δή τοι εἰς ἄστυ άλεν , ἀπαρεμφατον τε . ἣ λαοὺς ἐς τείχος , ὁμοκλήσειεν ἀλῆναι καὶ ὥσπερ ἡ φανεὶς μετοχῇ . οὕτως καὶ ἡ αλεῖς : οἴμησεν δὲ ἀλείς καὶ οὐδέτερον ᾖ χειμεριον ἀλὲν ὕδωρ καὶ πληθυντικὸν ἀρσενικὸν , αὐτὰρ ἐπεί κ’ ἐς τεῖχος ἁναπνεύσωσιν ἀλέντες καὶ γενικῇ πόλις δ’ ἔμπλητο ἀλέντων , τούτου τοίνυν ὑποτακτικὸν ἄληται ὡς λάβηται . συστολῆ οὖν ἐγένετο ἡ μεταβολῇ ἐγκλίσεως ὁμοίως τῷ ἐπεὶ άρ κεν ἀμείψεται ἔρκος ὀδόντων ὄφρα καὶ ἄλλος πτωχὸς ἀλεύεται ἠπεροπευτης καὶ τὸ ῆ αὐτὸς φθίεται πρῴτῳ ἐν ομίλῳ τὸ δὲ όλον γέγονεν ἀπο τοῦ ἀλῶ ὃ σημαντικόν ἐστι τοῦ πλανῶ ὅπερ ψιλοῦται ⁑image

msAil, 11.95, commenting on 11.177@ἔφεπε κατόπιν ἐδίωκεimage

msAil, 11.96, commenting on 11.178@τὸν-ὀπίστατον τὸν ἔσχατονimage

msAil, 11.97, commenting on 11.179@πρηνεῖς ἐπι πρόσωπονimage

msAil, 11.98, commenting on 11.180@περὶ-γὰρ αντ περισσοςimage

msAil, 11.100, commenting on 11.189@ἀνώχθω κελευέτωimage

msAil, 11.101, commenting on 11.191@τυπεὶς βληθεὶςimage

msAil, 11.103, commenting on 11.193@ἐϋσσέλμους ευκώπουςimage

msAil, 11.104, commenting on 11.195@ποδήνεμος ΐση ανέμοις κατ τὸ τάχος :image