Manuscript msA, page 141v
prev: 141r | next: 142r |
11.201 Ζεύς με πατὴρ προέηκε τεῒν τάδε μυθήσασθαι·1, 2, 3
11.202 ὄφρ’ ἂν μέν κεν ὁρᾷς Ἀγαμέμνονα ποιμένα λαῶν1
11.203 θύνοντ’ ἐν προμάχοισιν ἐναίροντα στίχας ἀνδρῶν .1
11.204 τόφρ’ ὑπόεικε μάχης . τὸν δ’ ἄλλον λαὸν ἄνωχθι1
11.205 μάρνασθαι δηΐοισι κατα κρατερὴν ὑσμίνην·1
11.206 αὐτὰρ ἐπεί κ’ ἢ δουρὶ τυπεὶς , ἢ βλήμενος ἰῷ1
11.207 εἰς ἵ̈ππους ἄλεται , τότε τοι κράτος ἐγγυαλίξει1
11.208 κτείνειν . εἰς ό κε , νῆας ἐϋσσέλμους ἀφ ἵκηαι .1
11.209 δύη τ’ ἠέλιος· καὶ ἐπι κνέφας ἱερὸν ἔλθῃ·1
11.210 ἡ μὲν ὰρ ὡς εἰποῦσ’ ἀπέβη πόδας ὠκέα ῀Ϊρις ,1
11.211 Ἕκτωρ δ’ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε·1
11.212 πάλλων δ’ ὀξέα δοῦρα , κατὰ στρατὸν ᾤχετο πάντῃ1
11.213 ὀτρύνων μαχέσασθαι· ἔγειρε δὲ φύλοπιν αἰνήν·1
11.214 οἱ δ’ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν ·1, 2, 3
11.215 Ἀργεῖοι δ’ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας·1
11.216 ἀρτύνθη δὲ μάχη· στὰν δ’ ἀντίοι . ἐν δ’ Ἀγαμέμνων1, 2
11.217 πρῶτος ὄρουσ’ . ἔθελεν δὲ πολὺ προμάχεσθαι ἁπάντων·1, 2
11.218 ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματ’ ἔχουσαι .1
11.219 ὅς τις δὴ πρῶτος Ἀγαμέμνονος ἀντίος ἦλθεν .1, 2, 3
11.220 ἢ αὐτῶν Τρώων ἠὲ κλειτῶν ἐπικούρων·1
11.221 Ἰ̈̈φιδάμας Ἀντηνορίδης ἠΰς τε μέγας τε·1, 2
11.222 ὃς τράφη ἐν Θρῄκῃ ἐριβώλακι . μητέρι μήλων·1, 2
11.223 Κισσῆς τόν γ’ ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα1, 2
11.224 μητροπάτωρ . ὃς τίκτε Θεανὼ καλλιπάρηον·1, 2
11.225 αὐτὰρ ἐπεί ρ’ ἤβης ἐρικυδέος ί̈κετο μέτρον .1
msA, 11.91, commenting on 11.201 ‡ Ζεύς με πηρ πρόεϊκε : σημειοῦνται τινὲς ὅτι ἐν ἴσῳ τοῦ σοὶ ἡ τὴ̈ν ἀντωνυμία Δωρικὴ οῦσα κατα πλεονασμὸν τοῦ ε ἐξηνέχθη ὅθεν φυλάσσεται ὁ αὐτὸς τόνος :
msA, 11.93, commenting on 11.219 ἀντίος ἦλθε , Ζηνόδοτος καὶ Ἀριστοφα ἀντίος , Ἀρίσταρχος ἀντίον διὰ τοῦ ν ⁑
msA, 11.94, commenting on 11.221 Ἰφιδάμας Ἀντηνορίδης : ἐὰν αὐτὸν τῶν ἐπικούρων εἴπωμεν ἐπεὶ καὶ Θρᾷξ ἦν καὶ ἦγε Θρᾷκας ἐπικούρους , ἔσται προς τὸ δεύτερον πρότερον ἀπηντηκώς γεγέννηται μέντοι ἐν Τροίᾳ ἡ γὰρ Θεανὼ ἱέρεια τῆς Ἀθηνᾶς οὖσα οὐκ άν ποτε εἰς Θρᾴκην ἐξεληλύθει . καὶ ἤν πατρὸς Τρωός γεννηθείσα δὲ ἐδόθη τρέφεσθαι τῷ μητροπάτορι : οὗτος δὲ μόνος παρα τοῖς Τρωσὶ τὴν ἀδελφὴν τῆς μρσ ἔγημεν ὥσπερ καὶ παρα τοῖς Ἕλλησι Διομήδης : ἡ διπλη δέ ὅτι ὡς ἐμπνευσθεὶς ἀνταποδέδωκε καθάπερ ἐν αρχῇ τῆς τίς τ αρ σφωε θεῶν εἶτα Λιτοῦς καὶ Διὸς υἱός ⁑
msA, 11.95, commenting on 11.222 μητέρι μήλων : Ζηνοδοτ μητέρι θηρῶν . τῇ δὲ ἐριβώλακι συνάδει καὶ τὸ πολυθρέμματον οὐ τὸ ἔνθηρον Κισσῆς , ὡς Ἑρμῆς : καὶ μήποτε παρὰ τὸ κισσὸς παρώνυμόν τι ἐγένετο Κισσέας καὶ κατ συναλιφὴν Κισσῆς , ⁑
msAil, 11.105, commenting on 11.201@τεῒν σοὶ Δωρικῶς
msAil, 11.106, commenting on 11.214@ἐλελίχθησαν συνεστράφησαν
msAil, 11.107, commenting on 11.216@ἀρτύνθη ητοιμασθ
msAil, 11.108, commenting on 11.219@ἀντίος ν
msAil, 11.109, commenting on 11.223@Κισσῆς Κισσέως θυγάτηρ
msAil, 11.110, commenting on 11.224@μητροπάτωρ ὁ τῆς μρς πατήρ
msAil, 11.111, commenting on 11.225@ί̈κετο-μέτρον ἡνδρώνθη :