Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 142r

Manuscript msA, page 142r

image

prev: 141v next: 142v

Iliad text

11.226 αὐτοῦ μιν κατέρυκε· δίδου δ’ ὅ γε θυγατέρα ἥν·image1, 2

11.227 γήμας δ’ ἐκ θαλάμοιο μετα κλέος ἵ̈κετ’ Ἀχαιῶνimage1, 2, 3, 4

11.228 συν δυοκαίδεκα νηυσὶ κορωνίσιν αἵ οἱ ἕποντο·image1

11.229 τὰς μὲν ἔπειτ’ ἐν Περκώτῃ λίπε , νῆας ἐΐσας·image1, 2, 3

11.230 αὐτὰρ ὃ πεζὸς ἐὼν εἰς Ἴ̈λιον εἰληλούθει·image1, 2

11.231 ὅς ῥα τότ’ Ἀτρείδεω Ἀγαμέμνονος ἀντίος ἦλθεν·image1

11.232 οἳ δ’ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ αλλήλοισιν ἰ̈όντες·image1

11.233 Ἀτρείδης μὲν άμαρτε . παραὶ δέ οἱ ἐτράπετ’ ἔγχος·image1, 2

11.234 Ἰ̈φιδάμας δὲ . κατα ζώνην θώρηκος· ἔνερθε .image1, 2

11.235 νύξ’· ἐπι δ’ αὐτὸς ἔρεισε βαρείῃ χειρὶ πιθήσας·image1

11.236 οὐδ’ ἔτορε ζωστῆρα παναίολον· ἀλλὰ πολὺ πρὶνimage1

11.237 ἀργύρῳ ἀντομένη . μόλιβος ὡς ἐτράπετ’ αἰχμή·image1, 2, 3

11.238 καὶ τό γε χειρὶ λαβὼν εὐρὺ κρείων Ἀγαμέμνωνimage1

11.239 ἕλκ’ ἐπι οἷ μεμαὼς ὥς τε λίς· ἐκ δ’ άρα χειρὸςimage1, 2, 3

11.240 σπάσατο . τὸν δ’ ἄορι πλῆξ’ αὐχένα , λῦσε δὲ γυῖα·image1

11.241 ὡς ὁ μὲν αὖθι πεσὼν κοιμήσατο χάλκεον ὕπνον .image1

11.242 οἰκτρὸς , ἀπὸ μνηστῆς , ἀλόχου· ἀστοῖσιν ἀρήγων .image1, 2, 3, 4

11.243 κουριδίης . ἧς οὔ τι χάριν ἴ̈δε . πολλὰ δ’ ἔδωκε·image1, 2, 3

11.244 πρῶθ’ ἑκατὸν , βοῦς δῶκεν· ἔπειτα δὲ χίλι’ ὑπέστηimage1, 2

11.245 αἶγας ὁμοῦ καὶ ὄϊς , τά οἱ ἄσπετα ποιμαίνοντο·image1, 2

11.246 δὴ τότε γ’ Ἀτρείδης Ἀγαμέμνων ἐξενάριξε .image1

11.247 βῆ δὲ φέρων ἀν ὅμιλον Ἀχαιῶν τεύχεα καλά .image1

11.248 τὸν δ’ ὡς οὖν ἐνόησε Κόων ἀριδείκετος ἀνδρῶν .image1, 2

11.249 πρεσβυγενὴς Ἀντηνορίδης . κρατερόν ῥά ἑ πένθοςimage1, 2

11.250 ὀφθαλμοὺς ἐκάλυψε κασιγνήτοιο πεσόντος·image1

Scholia text

msA, 11.96, commenting on 11.226 αὐτοῦ μιν κατέρυκε ὅτι ὅμοιος ὁ γάμος Διομήδους καὶ Ἰφιδάμαντος ἀμφότεροι γὰρ μητρὸς ἀδελφὰς ἐγάμησαν ὁ μὲν Αἰγιάλειαν τὴν Ἀδραστου Ἰφιδάμας δὲ Κισσέως θυγατέρα ὦν Θεανοῦς υἱὸς τῆς Κισσέως ⁑image

msA, 11.97, commenting on 11.227 γήμας δ’ ἐκ θαλάμοιο : βραχὺ διασταλτέον μετα τὸν σύνδεσμον πρὸς τὸ σαφέστερον : καὶ ὅτι καθ υπερβολὴν ἐμφαίνει τὸ ὑπό·γυιον τοῦ γάμου καὶ τὴν περι τὸν πόλεμον σπουδὴν καὶ τὸ οἰκτρὸν τῆς ἀναιρέσέως ⁑image

msA, 11.98, commenting on 11.227 μετὰ κλέος ί̈κετ’ Ἀχαιῶν : ὡς νέος καὶ νεωτέρων πραγμάτων ἐρῶν . φιλοπόλεμοι γὰρ οἱ νέοι . ὡς καὶ Πίνδαρος : γλυκὺς ἀπείρῳ πόλεμος . ἐμπείρων δέ τις ταρβεῖ προσϊόντα ⁑image

msA, 11.99, commenting on 11.229 τὰς μὲν ἔπειτ’ ἐν Περκώτῃ ἐθαλασσοκράτουν γὰρ οἱ Ἔλληνες . δι ὃ τὰς ναῦς καταλιπῶν πεζὸς ῆλθεν εἰς Τροίαν ἡ δὲ Περκώτη πο Ἑλλησπόντου ⁑image

msA, 11.100, commenting on 11.233 Ἀτρείδης μὲν ἅμαρτε , ἀπέτυχεν μόνον νῦν ὁ πρότερος ἀφεῖς νικᾷ καὶ δεύτερος ἀφεῖς . ἐν δὲ ταῖς ἄλλαις μονομαχίαις τετήρηται ὅτι ὁ πρότερος ἀφεὶς νικᾶται ⁑image

msA, 11.101, commenting on 11.234 Ϊφιδάμας δὲ κατα ζώνην θώρηκος ἔνερθε ὅτι οὐ λέγει διὰ τοῦ θώρακος ἀλλα κατα ζώνην θώρακος τὴν θωρακοζώνην λεγομένην : τὸ δὲ ἔνερθεν εἰς τὸ κάτω μερος τῆς θωρακοζώνης ὡς ὅταν λέγῃ νύξε δέ μιν . κατα χεῖρα μέσην ἀγκῶνος ἔνερθε οὐχ ὑποκάτω τοῦ ἀγκῶνος , ἀλλα κατα τὸ ἔνερθε μέρος τοῦ ἀγκῶνος , ὁ δὲ λόγος οὗτος . τῆς θωρακοζώνης εἰς τὸ κάτω μέρος ἔνυξεν ⁑image

msA, 11.103, commenting on 11.239 ὥστε λις : ὁ μὲν Ἀρίσταρχος ὀξύνει ὁ δὲ Αἰσχρίων περισπᾷ ὡς γὰρ παρα τὸ μῦς μῦν φησὶ καὶ νοῦς νοῦν , οὕτως καὶ λῖς λῖν : ἐπί τε λῖν ἥγαγε δαίμων : καὶ ἔστι συγκατατίθεσθαι τῷ Αἰσχρίωνι ὅτι μᾶλλον ὀφείλει περισπᾶσθαι εἰ καὶ μηδὲν τῶν εἰς ις ληγόντων καὶ ἀρσενικὸν γενος ὑπισχνουμένων περιεσπάσθη : καὶ τάχα καθ έτερον λόγον ἵνα τὸ ἐπιθετικὸν καὶ σημαῖνον γένος θηλυκὸν καὶ ὀξυνόμενον ἀποφύγη : λέγω δὲ τὸ λις πέτρη , τῶ μέντοι χαρακτῆρι τοῦ κις καὶ θις καὶ ρις καίτοι γε διαφόρως κλιθεῖσι προς τὸ λὶς , συνεξομοίωσεν αὐτὸ κατα τόνον ὁ Ἀρίσταρχος . καὶ οὕτως ἐπείσθη ἡ παράδοσις ⁑image

msA, 11.104, commenting on 11.242 οἱκτρός ἀπο μνηστῆς , βραχὺ διασταλτέον ἐπὶ τὸ οικτρος : καὶ ἀλόχου προς τὸ σαφεστερον ὑποστικτέον δὲ ἀνυποκρίτως ἐπι τὸ ἀρήγων : τὸ γὰρ ἑξῆς ἀλόχου κουριδίης . τὸ δὲ ἀστοῖσιν ἀρήγων δια μέσου δῆλοι δὲ τοὺς αὐτοῦ πολίτας Ἀντήνορος γὰρ υς ἐστιν . εἰ δὲ συνάπτοιμεν ἀστοῖσιν ἀρήγων κουριδίης . ἁμαρτησόμεθα ἡ γὰρ γυνὴ Θρασσα εστὶν ὥσπερ καὶ ὁ πηρ Κισσῆς ⁑image

msA, 11.105, commenting on 11.244 πρῶθ’ ἑκατὸν βοῦς : ὅτι θρέμμα ἐδίδοσαν οἱ μνηστευόμενοι προς τὴν ἐξήγησιν τῶν ἀλφεσιβοίων παρθένων ὅτι εἰσὶν αἱ ἀλφαίνουσαι βόας ὅ ἐστιν εὑρίσκουσαι ⁑image

msA, 11.106, commenting on 11.249 κρατερὸν ῥα ε πένθος : ὁ ῥα σύνδεσμος ἐγκλιτικὸς ὦν φυλάξει τὴν ἰδίαν ὀξείαν δια τὴν ε ἀντωνυμίαν νῦν ἐγκλιτικὴν οὖσαν ⁑image

msAil, 11.113, commenting on 11.229@Περκώτῃ ποimage

msAil, 11.114, commenting on 11.236@οὐδ’-ἔτορε οὐδε διέκοψεimage

msAil, 11.115, commenting on 11.237@ἀντομένη ὑπαντησασαimage

msAil, 11.116, commenting on 11.237@ἐτράπετ’ εἰς τοῦ πίσω ἀνετραπimage

msAil, 11.118, commenting on 11.242@ἀστοῖσιν τοῖς ἰδίοις πολιτimage

msAint, 11.9, commenting on 11.227 ἡ γὰρ ἥττα τούτου δόξα τῶν Ἑλλήνων ἐγίνετο ⁑image