Manuscript msA, page 143r
prev: 142v | next: 143v |
11.276 ὦ φίλοι· Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες·1
11.277 ὑμεῖς μὲν νῦν νηυσὶν ἀμύνετε ποντοπόροισι1
11.278 φύλοπιν ἀργαλέην . ἐπεὶ οὐκ ἐμὲ μητίετα Ζεὺς1
11.279 εἴασε Τρώεσσι πανημέριον πολεμίζειν·1
11.280 ὡς ἔφαθ’ , ἡνίοχος δ’ ΐμασεν καλλίτριχας ἵ̈ππους1, 2
11.281 νῆας ἐπὶ γλαφυρὰς , τὼ δ’ οὐκ ἄκοντε πετέσθην·1, 2
11.282 άφρεον δὲ στήθεα· ῥαίνοντο δὲ , νέρθε κονίῃ .1, 2, 3
11.283 τειρόμενον βασιλῆα μάχης ἀπάνευθε φέροντες·1
11.284 Ἕκτωρ δ’ ὡς ἐνόησ’ Ἀγαμέμνονα νόσφι κιόντα·1
11.285 Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας .1
11.286 Τρῶες . καὶ Λύκιοι . καὶ Δάρδανοι ἀγχιμαχηταὶ·1
11.287 ἀνέρες ἔστε φίλοι· μνήσασθε δὲ θούριδος ἀλκῆς·1, 2
11.288 οἴχετ’ ἀνὴρ ῾ὤριστος . ἐμοὶ δὲ μέγ’ εὖχος ἔδωκε1, 2
11.289 Ζεὺς Κρονίδης · ἀλλ`’ ἰ̈θὺς ἐλαύνετε μώνυχας ἵ̈ππους1
11.290 ἰ̈φθίμων Δαναῶν . ἵν’ ὑπέρτερον εὖχος ἄρησθε·1, 2
11.291 ὡς εἰπὼν . ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου·1
11.292 ὡς δ’ ὅτε πού τις θηρητὴρ , κύνας ἀργιόδοντας1
11.293 σεύῃ ἐπ’ ἀγροτέρῳ συῒ καπρίῳ . ἠὲ λέοντι·1
11.294 ὡς ἐπ’ Ἀχαιοῖσιν σεῦε Τρῶας μεγαθύμους1
11.295 Ἕκτωρ Πριαμίδης βροτολοιγῷ ἶσος Ἄρηϊ ·1
11.296 αὐτὸς δ’ ἐν πρώτοισι μέγα φρονέων . ἐβεβήκει·1
11.297 ἐν δ’ ἔπεσ’ ὑσμίνῃ . ὑπεραέϊ ἶ̈σος ἀέλλῃ·1, 2, 3, 4, 5
11.298 ἥ , τε καθαλλομένη ἰ̈οειδέα πόντον ὀρίνει·1, 2, 3
11.299 ἔνθα τίνα πρῶτον τίνα δ’ ὕστατον ἐξενάριξεν .1
11.300 Ἕκτωρ Πριαμίδης · βροτολοιγῷ ἶσος Ἄρηϊ ·1, 2, 3
msA, 11.118, commenting on 11.287 ἀνέρες ἔστε φίλοι βραχὺ διασταλτέον ἐπὶ τὸ ἔσται οὐ γὰρ παρακελεύεται αὐτοῖς φίλοις ἀνδράσι γενέσθαι . ἀλλα προσφωνεῖ μὲν ὧ φίλοι κελεύει δὲ ἀνδρείους γίνεσθε ⁑
msA, 11.119, commenting on 11.297 ἐν δ’ ἔπεσ’ ὑσμίνη ὑπεραέϊ ὅτι ἔν τισι γράφεται ὑπερ ούρεος ἶ̈σος ἀέλλη : τὸ δὲ αὐτὸ καὶ ἐκ τοῦ ὑπεραέϊ σημαίνεται . ὅτ ἂν ἐκ τοῦ ὕπερθε τόπου καταφέρηται πνοή ταύτας δὲ ἡμ καταιγίδας καλοῦμεν ἀπο τοῦ κάτω ἀΐσσειν ⁑
msAext, 11.6, commenting on 11.300 ** ** ὅ τε οἱ Ζεὺς κῦδος ἔδωκεν
msAil, 11.138, commenting on 11.280@ί̈μασεν ἐμάστιξεν
msAil, 11.139, commenting on 11.281@νῆας-γλαφυρὰς ἐπι τὰς κοίλας
msAil, 11.140, commenting on 11.282@άφρεον ί̈δρουν
msAil, 11.141, commenting on 11.282@ῥαίνοντο εκονιορτοῦντο
msAil, 11.143, commenting on 11.293@ἀγροτέρῳ-συῒ αγρίω χοίρω
msAil, 11.144, commenting on 11.297@ὑπεραέϊ ὑπερβάλλοντι τῷ πνοὴ
msAil, 11.145, commenting on 11.298@καθαλλομένη κατ πνευμ
msAil, 11.146, commenting on 11.298@ἰ̈οειδέα μέλανα δια τὸ βάθος
msAint, 11.11, commenting on 11.290 Ἀρίσταρχος ὑπέρτεροι :