Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 143v

Manuscript msA, page 143v

image

prev: 143r next: 144r

Iliad text

11.301 ασαῖον μὲν πρῶτα· καὶ Αὐτόνοον · καὶ Ὀπίτην ·image1, 2

11.302 καὶ Δόλοπα Κλυτίδην καὶ Ὀφέλτιον . ἠδ’ Ἀγέλαον ·image1, 2

11.303 Αίσυμνόν τ’· Ὦρόν τε . καὶ Ἱππόνοον μενεχάρμην·image1

11.304 τοὺς ὰρ ὅ γ’ ἡγεμόνας Δαναῶν ἕλεν· αὐτὰρ ἔπειταimage1, 2

11.305 πληθὺν . ὡς ὁπότε νέφεα Ζέφυρος στυφελίξῃimage1

11.306 ἀργεστᾶο Νότοιο . βαθείῃ λαίλαπι τύπτων·image1, 2, 3, 4

11.307 πολλὸν δὲ τρόφι κῦμα κυλίνδεται . ὑψόσε δ’ ἄχνηimage1, 2, 3

11.308 σκίδναται ἐξ ἀνέμοιο πολυπλάγκτοιο ἰ̈ωῆς·image1, 2, 3

11.309 ὡς ἄρα πυκνὰ καρήαθ’ ὑφ’ Ἕκτορι δάμνατο λαῶν·image1

11.310 ἔνθά κε λοιγὸς ἔην· καὶ ἀμήχανα ἔργα γένοντο .image1, 2

11.311 καὶ νύ κεν ἐν νήεσσι πέσον φεύγοντες Ἀχαιοὶ .image1

11.312 εἰ μὴ Τυδείδη Διομήδεϊ κέκλετ’ Ὀδυσσεύς ·image1

11.313 Τυδειδη . τί παθόντε λελάσμεθα θούριδος ἀλκῆς·image1, 2

11.314 ἀλλ’ ἄγε δεῦρο πέπον παρ’ ὲμ’ ἵ̈στασο· δὴ γὰρ ἔλεγχοςimage1, 2

11.315 ἔσσεται . εἴ κεν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ ·image1, 2

11.316 τὸν δ’ ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδηςimage1

11.317 ἤτοι ἐγὼ μενέω καὶ τλήσομαι· ἀλλὰ μίνυνθαimage1, 2

11.318 ἡμέων ἔσσεται ῆδος· ἐπεὶ νεφεληγερέτα Ζεὺςimage1, 2

11.319 Τρωσὶν δὴ βόλεται δοῦναι κράτος ἠέ περ ἡμῖν·image1, 2

11.320 ῆ καὶ Θυμβραῖον μὲν ἀφ’ ἵππων ῶσε χαμᾶζεimage1

11.321 δουρὶ βαλὼν κατα μαζὸν ἀριστερὸν· αὐτὰρ Ὀδυσσεὺςimage1

11.322 ἀντίθεον θεράποντα Μολί̄ονα τοῖο ἄνακτος·image1

11.323 τοὺς μὲν ἔπειτ’ εἴασαν , ἐπεὶ πολέμου ἀπέπαυσαν·image1

11.324 τὼ δ’ ἀν ὅμιλον ἰ̈όντε κυδοίμεον ; ὡς ὅτε κάπρωimage1, 2

11.325 ἐν κυσὶ θηρευτῇσι μέγα φρονέοντε πέσητον .image1, 2

Scholia text

msAil, 11.147, commenting on 11.306@ἀργεστᾶο-Νότοιο τοῦ Λευκονότουimage

msAil, 11.148, commenting on 11.307@τρόφι-κῦμα εὐτραφες εὐπαγεςimage

msAil, 11.149, commenting on 11.307@ἄχνη ὁ άφροςimage

msAil, 11.150, commenting on 11.308@πολυπλάγκτοιο πολυπλανητimage

msAil, 11.151, commenting on 11.308@ἰ̈ωῆς πνοῆςimage

msAil, 11.153, commenting on 11.317@μίνυνθα επ ολίγον χρόνονimage

msAil, 11.155, commenting on 11.324@κυδοίμεον εθορύβουν ἐτάρασσονimage

msAim, 11.30, commenting on 11.319 ὅτι ἀντι τοῦ βούλεται :image

msAim, 11.31, commenting on 11.325 διχ θηρητήρσι καὶ θηρευτῇσι ⁑image