Manuscript msA, page 144r
prev: 143v | next: 144v |
11.326 ὡς ὄλεκον Τρῶας παλινορμένω· αὐτὰρ Ἀχαιοὶ1, 2, 3, 4
11.327 ἀσπασίως φεύγοντες ἀνέπνεον Ἕκτορα δῖον·1, 2, 3
11.328 ἔνθ’ ἑλέτην δίφρον τε καὶ ἀνέρε δήμου ἀρίστω .1, 2
11.329 υἷε δύω Μέροπος Περκωσίου . ὃς περὶ πάντων1
11.330 ᾔδεε μαντοσύνας . οὐδ’ ἑοὺς παῖδας ἔασκε1
11.331 στείχειν ἐς πόλεμον φθισήνορα· τὼ δέ οἱ οὔ τι1, 2
11.332 πειθέσθην· κῆρες γὰρ ἄγον μέλανος θανάτοιο·1
11.333 τοὺς μὲν Τυδείδης δουρὶ , κλυτὸς Διομήδης1, 2, 3
11.334 θυμοῦ καὶ ψυχῆς κεκαδὼν , κλυτὰ τεύχ’ ἀπηύρα·1, 2
11.335 Ἱ̈ππόδαμόν δ’ Ὀδυσεὺς καὶ Ὑπείροχον ἐξενάριξεν·1
11.336 ἔνθά σφιν κατὰ ῗσα μάχην ἐτάνυσσε Κρονίων1, 2
11.337 ἐξ Ί̈δης καθορῶν τοὶ δ`’ ἀλλήλους ἐνάριζον·1
11.338 ἤτοι Τυδέος υἱὸς Ἀγάστροφον οὔτασε δουρὶ1
11.339 Παιονίδην ἥρωα· κατ’ ἰσχίον· οὐ γάρ οἱ ἵπποι1, 2
11.340 ἐγγὺς ἔσαν προφυγεῖν· αάσατο δὲ μέγα θυμῷ·1
11.341 τοὺς μὲν γὰρ θεράπων ἀπάνευθ’ έχεν· αὐτὰρ ὃ πεζὸς1
11.342 θῦνε δια προμάχων· είως φίλον ὤλεσε θυμόν·1
11.343 Ἕκτωρ δ’ ὀξὺ νόησε κατὰ στίχας . ὦρτο δ’ ἐπ’ αυτοὺς1
11.344 κεκληγὼς· ἅμα δὲ Τρώων εἵποντο φάλαγγες·1
11.345 τὸν δὲ ἰ̈δὼν ῥίγησε βοὴ΄ν ἀγαθὸς Διομήδης ·1, 2
11.346 αῖψα δ’ Ὀδυσσῆα προσεφώνεεν ἐγγὺς ἐόντα·1
11.347 νῶϊν δὴ τόδε πῆμα κυλίνδεται . όβριμος Ἕκτωρ ·1
11.348 ἀλλ’ ἄγε δὴ στέωμεν . καὶ ἀλεξώμεσθα μένοντες·1, 2
11.349 ῆ ῥα . καὶ ἀμπεπαλὼν . προΐει δολιχόσκιον ἔγχος·1
11.350 καὶ βάλεν· οὐδ’ ἀφάμαρτε τιτυσκόμενος κεφαλῇφι1, 2, 3
msA, 11.130, commenting on 11.326 παλινορμένω : Τυραννίων : Τυραννίων δύο ποιεῖ ὁ δε Ἑρμ̇̇απίας σύνθετον ἐκδέχεται καὶ Ἀρίσταρχ : εἴρηται δὲ περι τῆς συνθέσεως τοῦ πάλιν ὡς προς τὰς μετοχὰς ἐν τῇ α ὅτε περι τοῦ πλαγχθέντας διελαμβάνομεν ⁑
msA, 11.131, commenting on 11.327 ἀσπασίως φεύγοντες ἀνέπνεον ⁑ οὐ χρὴ ὑπειδομένους τὸ ἀπεμφαῖνον : πῶς γὰρ ἀνέπνεον Ἕκτορα διαστέλλειν ἐπι τὸ ἀνέπνεον , ἐπεὶ καὶ συναπτόντων ἡμῶν νοεῖται τὸ ὑπερβατὸν φεύγοντες Ἕκτορα ⁑
msAil, 11.156, commenting on 11.326@παλινορμένω ἐκ τῆς φυγ ἐπιστραφεντ
msAil, 11.157, commenting on 11.327@ἀσπασίως ασμένως
msAil, 11.158, commenting on 11.331@στείχειν παραγίνεσθαι
msAil, 11.159, commenting on 11.332@κῆρες-ἄγον ϊσχυρώτέρα γὰρ ἡ μοίρα τῆς μαντικῆς
msAil, 11.160, commenting on 11.333@κλυτὸς ει
msAil, 11.161, commenting on 11.334@κεκαδὼν ετερήσας χωρησας
msAim, 11.35, commenting on 11.348 Ζηνοδ δυϊκ μένοντε