Manuscript msA, page 144v
prev: 144r | next: 145r |
11.351 ἄκρην κακ κόρυθα· πλάγχθη δ’ ἀπο χαλκόφι χαλκός·1, 2, 3
11.352 οὐδ’ ἵ̈κετο χρόα καλὸν . ἐρύκακε γὰρ τρυφάλεια1
11.353 τρίπτυχος . αὐλῶπις . τήν οἱ πόρε Φοῖβος Ἀπόλλων ·1, 2
11.354 Ἕκτωρ δ’ ὦκ’ ἀπέλεθρον ἀνέδραμε . μίκτο δ’ ὁμίλῳ .1, 2, 3
11.355 στῆ δὲ γνὺξ ἐριπὼν . καὶ ἐρείσατο χειρὶ παχείῃ1, 2, 3, 4
11.356 γαίης . ἀμφὶ δὲ ὄσσε κελαινὴ , νὺξ ἐκάλυψεν·1, 2, 3
11.357 ὄφρα δὲ Τυδείδης μετα δούρατος ᾤχετ’ ἐρωὴν1
11.358 τῆλε δια προμάχων , ὅθι οἱ κατα εἴσατο γαίης·1, 2, 3
11.359 τόφρ’ Ἕκτωρ ἄμπνυτο· καὶ ὰψ ἐς δίφρον ὀρούσας1, 2
11.360 ἐξέλασ’ ἐς πληθὺν . καὶ ἀλεύατο κῆρα μέλαιναν·1
11.361 δουρὶ δ’ ἐπαΐσσων προσέφη κρατερὸς Διομήδης .1
11.362 ἐξ αῦ , νῦν , ἔφυγες θάνατον κύον· ῆ τέ τοι ἄγχι1, 2
11.363 ἦλθε κακὸν· νῦν αὖτέ σ’ ἐρύσατο Φοῖβος Ἀπόλλων ·1
11.364 ᾧ μέλλεις εὔχεσθαι . ἰ̈ὼν ἐς δοῦπον ἀκόντων·1, 2
11.365 ῆ θήν σ’ ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας1, 2
11.366 εἴ που τις καὶ ἐμοί γε θεῶν ἐπιτάρροθός ἐστι .1, 2
11.367 νῦν , αὖ , τοὺς ἄλλους ἐπιείσομαι· ὅν κε κιχείω·1, 2
11.368 ῆ καὶ Παιονίδην δουρὶ κλυτὸν ἐξενάριζεν·1, 2, 3
11.369 αὐτὰρ Ἀλέξανδρος . Ἑλένης πόσις ἠϋκόμοιο1
11.370 Τυδείδῃ ἐπι τόξα τιταίνετο ποιμένι λαῶν .1, 2, 3
11.371 στήλῃ κεκλιμένος . ἀνδροκμήτῳ ἐπι τύμβῳ1, 2, 3
11.372 Ί̈λου Δαρδανίδαο παλαιοῦ δημογέροντος·1
11.373 ἤτοι ὁ μὲν θώρηκα Ἀγαστρόφου ἰ̈φθίμοιο1
11.374 αἴνυτ’ ἀπὸ στήθεσφι παναίολον· ἀσπίδα τ’ ὤμων .1, 2
11.375 καὶ κόρυθα βριαρὴν· ὁ δὲ τόξου πῆχυν ἀνεῖλκεν .1, 2, 3
msA, 11.135, commenting on 11.353 αὐλῶπις : ἡ τὸν ἐπ αὐτῇ λόφον ἀνατεταμένον ἔχουσα . ἠ αὐλοὺς ἔχουσα εἰς οὗς οἱ λόφοι κατακλείονται : αὐλοι δέ εἰσι περόναι :
msA, 11.137, commenting on 11.355 στῆ δὲ γνὺξ ἐριπὼν : ὡς φιλοψευδὴς ὁ τυφλὸς ὅτι καὶ ἄπιστα ψεύδεται : πρῶτον μὲν γὰρ οὐκ ετρώθη ὁ Ἕκτωρ ὡς αὐτός φησιν εἶτα δὲ καὶ τὸ ἀναδραμεῖν πολὺ ἐρρωμένου τινός ἐστιν πῶς οὖν καὶ ἔπεσεν ἐπι γούνατα καὶ ἀπέθανε μικροῦ δ’ ἤν ⁑
msA, 11.138, commenting on 11.356 γαίης ἀμφι δε ὅσσε ὁ ὁβελὸς καὶ ὁ ἀστερίσκος ὅτι ἐν ἄλλῳ τόπῳ ορθῶς κεῖται . οὐ γέγονε γὰρ σφοδρὰ πληγή ὡς ἐπ Αἴαντος οὐ θλάσσε δέ οἱ κοτύλην πῶς οὖν ἐσκοτώθη ⁑
msA, 11.140, commenting on 11.365 ‡ ἡ θήν σ’ ἐξανύω γε τὸ ἀνύω φυλακτέον ἐπι τοῦ αὐτοῦ τόνου λέγω δὲ τοῦ βαρέος ἐνεστὼς γάρ ἐστιν ἀντι μέλλοντος : τὸ δὲ ἑξῆς ἑστι κατεργάσομαι δῆσαι καὶ ἀνελῶ καὶ τέλος τῇ πράξει ἐπιθήσω ἐξ ὑστέρου ἀπαντήσας ⁑
msA, 11.141, commenting on 11.368 ῆ καὶ Παιονίδην δουρὶ κλυτὸν ἐξενάριξεν : ὅτι Ζηνόδοτος γράφει ἐξενάριξεν συντελικῶς . ἄρτι δὲ ἔμελλε σκυλεύειν . ἐπιφέρει γοὖν , ἤτοι ὁ μὲν θώρηκα Ἀγαστρόφου ἰφθίμοιο δια τοῦ ζ οὖν γραπτέον παρατατικῶς σκυλεύοντα γὰρ αὐτὸν βάλλει ὁ Ἀλέξανδρος ⁑
msA, 11.143, commenting on 11.371 ἀνδροκμητω , ἤτοι ἐν ᾦ ἀνὴρ κάμνων τουτ έστιν ἀποθανὼν κεῖται ἢ ὑπο ανδρὸς κατεσκευασμένω , ἢ ἐπι ἀνδρὶ κεκμηότι καὶ τεθνεῶτι κατεσσκευασμένω ⁑
msA, 11.144, commenting on 11.375 ὁ δὲ τόξου πῆυν : τὸ τόξον περιφραστικῶς : τὸ γὰρ όλον τόξον ἐκ δύο κεράτων σύγκειται ῶν ἑκατόν πηχυ καλεῖται : μετεχειρίζετο οὖν φησὶ τὸ τόξον ⁑
msAil, 11.163, commenting on 11.351@πλάγχθη απεκρούσθη τὸ δόρυ
msAil, 11.165, commenting on 11.355@παχείῃ ϊσχυρα
msAil, 11.166, commenting on 11.358@τῆλε πόρρωθεν
msAil, 11.167, commenting on 11.358@κατα-γαίης κατεφάνη ἡ κατηνέχθη :
msAil, 11.168, commenting on 11.359@ἄμπνυτο ανεσωφρονισθ
msAil, 11.169, commenting on 11.362@κύον αναιδέστατε
msAil, 11.170, commenting on 11.364@δοῦπον τὴν μάχην
msAil, 11.171, commenting on 11.365@ῆ-σ’ πάνυ δή σε
msAil, 11.173, commenting on 11.367@ἐπιείσομαι ἐπελεύσομαι
msAil, 11.174, commenting on 11.370@τιταίνετο έτεινεν :
msAil, 11.175, commenting on 11.374@αἴνυτ’ αφῃρεῖτο
msAil, 11.176, commenting on 11.375@βριαρὴν ϊσχυράν
msAim, 11.37, commenting on 11.354 θέλει λέγειν ὅτι ἀπο τοῦ δέους μέγα ἥλατο ⁑
msAim, 11.38, commenting on 11.356 προηθέτει Ἀριστοφα Ζηνοδοτ δε οὐδε ἔγραφεν ⁑
msAim, 11.39, commenting on 11.368 Ἀρίσταρχ παρατατικῶς ἐξενάριζεν :
msAim, 11.40, commenting on 11.371 τὴν ἐπι τοῦ τάφου στήλην προβεβλημένος ἀντι τοῦ ασπίδος ὁ δειλὸς καὶ γυναικομανής
msAint, 11.13, commenting on 11.366 ἐν ἄλλω ἐπιταρροθ εἴη ⁑