Manuscript msA, page 145r
prev: 144v | next: 145v |
11.376 καὶ βάλεν· οὐδ’ ἄρα μιν ἅλιον βέλος ἔκφυγε χειρὸς .1, 2
11.377 ταρσὸν δεξιτεροῖο ποδός . διὰ δ’ ἀμπερὲς ἰ̈ὸς1, 2
11.378 ἐν γαίῃ κατέπηκτο· ὁ δὲ μάλα ἡδὺ γελάσσας·1
11.379 ἐκ λόχου ἀμπήδησε . καὶ εὐχόμενος ἔπος ηύδα·1
11.380 βέβλεαι · οὐδ’ άλιον βέλος ἔκφυγεν· ὡς ὄφελόν τοι1
11.381 νείατον ἐς κενεῶνα βαλὼν . ἐκ θυμὸν ἑλέσθαι .1
11.382 οὕτω κεν καὶ Τρῶες ἀνέπνευσαν κακότητος .1
11.383 οἵ τέ σε πεφρίκασι . λέονθ’ ὡς μηκάδες αἶγες·1, 2, 3, 4, 5
11.384 τὸν δ’ οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης ·1
11.385 τοξότα λωβητὴρ , κέρᾳ ἀγλαὲ , παρθενοπῖπα .1, 2, 3, 4, 5
11.386 εἰ μὲν δὴ ἀντίβιον σὺν τεύχεσι πειρηθείεις ·1
11.387 οὐκ ἄν τοι χραίσμῃσι βιὸς καὶ ταρφέες ϊοί·1, 2
11.388 νῦν δέ μ’ ἐπιγράψας ταρσὸν ποδὸς . εὔχεαι αύτως .1, 2
11.389 οὐκ ἀλέγω . ὡς εἴ με γυνὴ βάλοι ἢ πάϊς ἄφρων .1
11.390 κωφὸν γὰρ βέλος ἀνδρὸς ἀνάλκιδος οὐτιδανοῖο :1, 2
11.391 ῆ τ’ ἄλλως ὑπ εμεῖο καὶ εἴ κ’ ὀλίγον περ ἐπαύρῃ .1, 2, 3, 4, 5
11.392 ὀξὺ βέλος πέλεται· καὶ ἀκήριον αῖψα τίθησι·1, 2
11.393 τοῦ δὲ γυναικὸς μέν τ’ ἀμφίδρυφοί εἰσι παρειαὶ ,1, 2
11.394 παῖδες δ’ ὀρφανικοί· ὁ δέ θ’ αἵματι γαῖαν ἐρεύθων1, 2
11.395 πύθεται . οἰωνοὶ δὲ περὶ , πλέες ἠὲ γυναῖκες·1, 2, 3, 4, 5
11.396 ὣς φάτο . τοῦ δ’ Ὀδυσεὺς δουρὶ κλυτὸς ἐγγύθεν ἐλθὼν .1
11.397 έστη πρόσθ’· ὁ δ’ ὄπισθε καθεζόμενος· βέλος ὠκὺ1, 2, 3
11.398 ἐκ ποδὸς εἷλκ’· ὀδύνη δὲ διὰ χροὸς ἦλθ’ ἀλεγεινή·1
11.399 ἐς δίφρον δ’ ἀνόρουσε· καὶ ἡνιόχῳ ἐπέτελλε1
11.400 νηυσὶν ἐπὶ γλαφυρῇσιν ἐλαυνέμεν . ἤχθετο γὰρ κῆρ·1, 2, 3, 4
msA, 11.146, commenting on 11.383 οἵ τε σε πεφρίκασι : τὸ ἴδιον πάθος ἐπὶ πάντας εἰκάζει οὐκ αναγκαῖον δὲ ἀντιδιαστέλλειν ὡς οἵεται Ἀλεξίων δύναται γὰρ καὶ ἀπόλυτος εἶναι :
msA, 11.147, commenting on 11.383 μηκάδες : ἐπιθετικῶς αἱ αἶγες , ἀπο τοῦ ἰδιώματος τῆς φωνῆς μῆκα γὰρ καλεῖται ἡ τῆς αιγὸς φωνή
msA, 11.148, commenting on 11.385 τοξότα λωβητήρ , καί ῤα : ὅτι καί ρα οὐ τῇ τριχῇ ψιλῶς , ἀλλ ἐμπλοκῆς τί γενος εἰς κέρατος τρόπον ἀνεπλέκοντο οἱ ἀρχαῖοι : Σώφρων κορώνας ἀνδούμενοι . καὶ οἱ Ἀθηναῖοι τέττιγας ἐνεπλέκοντο , καὶ παρ’ Ὁμήρῳ , λοχμοί θ’ οἳ χρυσῷ τὲ καὶ ἀργύρῷ ἔνιοι δέ τῷ τόξω , ἀγαλλόμενε , προ εἴρηκε δὲ τοξότα λωβητήρ :
msA, 11.149, commenting on 11.385 κέρᾳ αγλαέ : σὺν τῷ ϊ ἔγραψαν τινὲς τὸ κέρᾳ ἵνα ᾖ δοτικῇ ὁμοίως τῷ δ’ ἔπα μελιηδέος οἴνου , καὶ γήρᾳ ὑπο λιπαρῷ οὕτως δὲ καὶ δοκεῖ ἐπικρατεῖν η ἡ παράδοσις ὡς καὶ Ἀλεξίων ἀξιοῖ . οἱ δὲ συνέστειλαν πληθυντικὸν ἐκδεχόμενοι , οὐδέτερον , ὁμοίως τῷ κρέᾳ ἔδμεναι . ἐξεδέξαντο τὲ ἐκ τῆς λέξεως τὴν τρίχωσιν καὶ ἐμπλοκῆς εῖδος , οἱ δὲ ἐξέτειναν τὸ α πάλιν πληθυντικὸν ἐκδεχόμενοι τιθέντες δὲ τὴν λέξιν . ἐπι τοῦ τόξου ὥστε εἶναι κατα κέρας συναλιφὴνὴν ἐκδεχόμενοι τοῦ κέραα . περι δὲ τῆς τοιαύτης ἀναγνώσεως δεδήλῳται ἡμῖν ὁπότε διελάβομεν , περι τοῦ κέρᾳ ἐκ κεφαλῆς τοσοῦτον δὲ ἔχω νῦν παραφυλάξαι ἐπι τοῦ νοητοῦ ὡς ὅτι σπάνιον ἐστιν ἐπ ανθρωπίνης φύσεως , παρα τῷ ποιητῇ τὸ κέρας ἐπι τριχὸς τάσσεσθαι : κόμην δὲ λέγει καὶ τρίχας καὶ πλοκαμους καὶ ἑθείρας , τὸ δε παρθενοπῖπα τινὲς παρθενοπία , παρθένοις ἐοικώς ⁑
msA, 11.150, commenting on 11.385 περι δε τῶν διαστολῶν , εἴρηται πολλοῖς ὄτι εἰσὶν ἀμφίβολοι . ἢ γὰρ καθ εαυτὸ ἕκαστον μόνου τοῦ κέρᾳ προσδιδομένου , ἢ τοῖς ἡγουμένοις , ἢ τοῖς ἐπομένοις , ἠ κατα δύο καὶ ἐναλὰξ τὰ μὲν καθ ἕν τὰ δὲ κατα δύο ⁑
msA, 11.151, commenting on 11.390 κωφὸν γὰρ βέλος ὅτι κατα μεταφορὰν ἀπο τοῦ κατα τὴν ἀκοὴν ἐπι τὸ κατα τὴν ἀφὴν κωφὸν τὸ ἀνεπαίσθητον ⁑
msA, 11.153, commenting on 11.395 οἱωνοὶ δὲ περὶ πλέες : Τυραννίων περι πλέες συνθέτως ἀνέγνω τὴν ρι συλλαβην ὀξύνων : ὁ δὲ Ἀσκαλωνίτης κατα παράθεσιν λέγων λείπειν τὴν αὐτὸν ἵνα ᾖ περὶ αὐτὸν πλέες : οὕτως δὲ καὶ Ἀλεξίων λόγῳ τούτῳ ὅτι καὶ κατ ιδίαν ἄνευ τῆς προθέσεως εὑρέθη τὸ πλέες . καὶ τὰ ἀπ αυτοῦ κινήματα τόσσον ἐγώ φημὶ πλέας ἔμμεναι , οὐ γὰρ πολλούς , ἀλλὰ πλέονας . ὡμολογημένου τοίνυν ὅτι τοῦ πλέονες κεν μνηστῆρες συγκοπή . ἔστιν ἡ πλέες φωνή μὴ ὄντος δὲ ἄρα τοῦ συνθέτου πλέονες δοθήσεται . μηδὲ τὸ ἀπ αυτοῦ συγκεκομμένον ἔνθεν ἐπείσθησαν κατὰ παράθεσιν ἀναγινώσκειν λειπούσης τῆς αὐτόν ⁑
msA, 11.154, commenting on 11.397 ἔστη πρόσθ’ ὅ δ’ ὅπισθε καθεζόμενος : βραχὺ διασταλτέον ἐπι το καθεζόμενος προς τὸ σαφέστερον ⁑
msAil, 11.177, commenting on 11.377@ταρσὸν τὸ πλατὺ τοῦ ποδὸς
msAil, 11.178, commenting on 11.377@διὰ-ἀμπερὲς δι όλου
msAil, 11.179, commenting on 11.383@πεφρίκασι φοβοῦνται
msAil, 11.180, commenting on 11.383@μηκάδες μηκητικαι
msAil, 11.181, commenting on 11.385@τοξότα-λωβητὴρ διὰ τόξων λοβώμε καὶ βλάπτων : ἐξ οῦ δειλέ :
msAil, 11.183, commenting on 11.388@ἐπιγράψας ἐπιξέσας ἁπλῶς
msAil, 11.184, commenting on 11.391@ἄλλως εικῇ καὶ ὡς έτυχε :
msAil, 11.185, commenting on 11.391@ἐπαύρῃ εφάψηται
msAil, 11.188, commenting on 11.395@πύ̄θεται σήπεται
msAil, 11.189, commenting on 11.395@περὶ-πλέες περι αυτὸν πλείονες
msAil, 11.190, commenting on 11.397@καθεζόμενος αντι τοῦ κύψας
msAim, 11.41, commenting on 11.387 αντ οῦ χραίσμοι ⁑
msAim, 11.43, commenting on 11.395 λειπ ἡ αὐτον ἵν ἣ περι αὐτὸν πλέες ⁑
msAint, 11.14, commenting on 11.391 αντι τοῦ αλλω ὑπ εμεῖο πέμπεται
msAint, 11.15, commenting on 11.395 λείπει ἡ αὐτον ἵν ἧ περι αυτὸν πλέες