Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 146r

Manuscript msA, page 146r

image

prev: 145v next: 146v

Iliad text

11.426 τοὺς μὲν ἔασ’ · ὁ δ’ ὰρ Ἱππασίδην Χάροπ’ οὔτασε δουρὶ .image1, 2

11.427 αὐτοκασίγνητον εὐηγενέος Σώκοιο ·image1, 2

11.428 τῷ δ’ ἐπαλεξήσων Σῶκος κίεν ἰ̈σόθεος φώς·image1

11.429 στῆ δὲ μάλ’ ἐγγὺς ἰ̈ών· καί μιν πρὸς μῦθον έειπεν·image1

11.430 ὦ Ὀδυσεῦ πολύαινε . δόλων ᾶτ’ ἠδὲ πόνοιο·image1, 2, 3, 4

11.431 σήμερον ἠ δοιοῖσιν ἐπεύξεαι Ἱππασίδῃσι ·image1, 2

11.432 τοιῶδ’ ἄνδρε κατακτείνας καὶ τεύχε’ ἀπούρας .image1, 2

11.433 ῆ κεν ἐμῷ ὑπὸ δουρὶ τυπεὶς . ἀπὸ θυμὸν ὀλέσσῃς·image1

11.434 ὡς εἰπὼν . οὔτησε κατ’ ἀσπίδα πάντοσε , ΐσην·image1

11.435 διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχοςimage1

11.436 καὶ δια θώρηκος πολυδαιδάλου ἠρήρειστοimage1

11.437 πάντα δ’ ἀπὸ πλευρῶν χρόα ; ἔργαθεν . οὐδ έτ’ έασσεimage1, 2, 3

11.438 Παλλὰς Ἀθηναίη μιχθήμεναι ἔγκασι φωτός·image1

11.439 γνῶ δ’ Ὀδυσεὺς , ὅ οἱ οὔ τι τέλος κατακαίριον ἦλθενimage1, 2, 3, 4

11.440 ὰψ δ’ ἀναχωρήσας . Σῶκον πρὸς μῦθον έειπεν·image1

11.441 ᾶ δείλ’· ῆ μάλα δή σε κιχάνεται αἰπὺς ὄλεθρος·image1, 2

11.442 ἤτοι μέν ἒμ’ ἔπαυσας ἐπὶ Τρώεσσι μάχεσθαι·image1

11.443 σοὶ δ’ ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαινανimage1

11.444 ἤματι τῷδ’ έσσεσθαι· ἐμῷ δ’ ὑπὸ δουρὶ δαμέντα·image1

11.445 εὖχος ἐμοὶ δώσειν· ψυχὴν δ’ Ἄϊδι κλυτοπώλῳ·image1, 2

11.446 ῆ· καὶ ὁ μὲν φύγαδ’ αὖτις ὑποστρέψας ἐβεβήκει·image1, 2

11.447 τῷ δὲ μεταστρεφθέντι· μεταφρένῳ ἐν δόρυ πῆξεν .image1

11.448 ὤμων μεσσηγὺς . διὰ δὲ στήθεσφιν ἔλασσε .image1

11.449 δούπησεν δὲ πεσὼν . ὁ δ’ ἐπεύξατο δῖος Ὀδυσσεύς ·image1

11.450 ὦ Σῶχ’ Ἱππάσου υἱὲ δαΐφρονος· ἱπποδάμοιο .image1, 2

Scholia text

msA, 11.165, commenting on 11.430 ὦ Ὀδυσεῦ πολύαινε : ὅτι ἐμφαίνει τὸν οδ ἐξ ἱστορίας παρειληφῶς δόλιον καὶ ἐπι τοῦτο διαβεβλημε ⁑image

msA, 11.166, commenting on 11.432 τοιῶδ’ ἄνδρε : ὅτι ἀκαίρως προς ἔρριπται τὸ ἡμιστίχιον οὐ γὰρ ἐπιτρέπει τὰ τῆς περιστάσεως σκυλεύειν . ἔφαμεν δὲ τὴν δια τοῦ δε ἐπέκτασιν προπερισπᾶσθαι εἰ ἔχοι προ τέλους φύσει μακράν : δι ὃ σημειούμεθα τὸ τώδε δ’ ἐνόει παροξυνόμενον ⁑image

msA, 11.167, commenting on 11.437 πάντα δ’ ἀπο πλευρῶν . ὅτι χροὸς αἱ Ἀριστάρχου Ζηνοδότειος δέ ἐστιν ἡ χρόα στικτέον δὲ ἐπι το ἔργαθεν τὸ γὰρ λεγόμενον τοιοῦτόν ἐστι , τὸ δόρυ διελθῶν τὴν πανοπλίαν ὅλον τὸν επι ταῖς πλευραῖς χρώτα ἐχώρισεν αὐτῷ οἷον διέστασε τὰς σάρκας ἀπο τῶν οστῶν οὐ μὴν εἴασεν ἡ Ἀθηνᾶ , κατα βαθος ἐλθεῖν . ὥστε τῶν ἐντοσθιδίων ἅψασθαι ⁑image

msA, 11.168, commenting on 11.439 γνῶ δ’ Ὁδυσεὺς : αἱ Ἀριστάρχου οὕτως τέλος , καὶ σχεδὸν ἅπασαι ἔγνω , ὅτι οὐ κατα καίριον τέλος ἦλθεν ἡ πληγῆ οὐκ εις καίριον τόπον ἐτελεύτα Ζηνόδοτ δὲ γράφει βελος κακῶς . οὐ βέβληται δὲ , ἀλλ εκ χειρὸς πεπληγε λέγει δὲ τέλος τὸ τῆς ζωῆς ⁑image

msA, 11.169, commenting on 11.441 ἁ δειλ’ . ῆ μάλλα δη σε : ἐπεὶ μετὰ τὰς προσαγορευτικὰς ἀνάγκη στίζειν ὡς καὶ ἡ συνήθεια μαρτυρεῖ στίχεσζουσα μετα τὴν δευτέραν λέξιν οὐκ έστι δὲ πλήρης . ἀλλὰ συνείληπται . οὕτως δὲ ἡμῶν ἀναγινωσκόντων πεπονθυῖαν τὴν λέξιν . βαρβαρισμὸς γίνεται εἴτε ὀξύνοιμεν εἴτε περισπάσοιμεν ἀναγκαίως ἐκ πλήρους γράφειν τὴν λέξιν ᾶ δειλὲ δει ἵνα καὶ ἡ στιγμὴ καὶ ὁ τόνος ἀναλόγως καὶ Ἑλληνικῶς ἔχῃ : οὕτως δὲ καὶ Ἀρίσταρχος ἔγραφεν ἐκ πλήρους ὡς Δίδυμος μαρτυρεῖ : τὸ μὲν γὰρ μέτρον οὐκ ὰν δόξαι βλάπτεσθαι τοῦ στοιχείου προστεθέντος ἐπεὶ ὅτ ἂν δέῃ ὑγιὲς αὐτὸ παριστάναι πάλιν ἀφαιρεθήσεται ὡς βουκόλε ἐπεὶ οὔτε κακῷ ῆ οὐ μέμνῃ ὅτε τ’ ἐκρέμω οὕτως δὲ καὶ ἐν τοῖς ἑξῆς ᾶ δειλὲ οὐ μὲν συ γε ⁑image

msA, 11.170, commenting on 11.446 φύγαδε ὡς οἵκαδε ἰσοδυναμεῖ δὲ τὸ εἰς φυγὴν οὐ μὴν τῷ τοὺς ἕλε . οἱ δ’ ἄλλοι φυγαδε μνώοντο ἀντι γὰρ αἰτιατικῆς οὐ μετὰ τῆς εις δι’ ὃ καί τινες ὑπέλαβον μὴ καὶ δύο μέρη λόγου εἰσίν : οὕτως Ἡρῳδιανὸς ἐν τῇ ⁑image

msA, 11.171, commenting on 11.445 κλυτοπώλῳ : τῷ ἰσχυροὺς καὶ ὀνομαστοὺς ἵππους ἔχοντι ὅτι οὐδεῖς τὸν θάνατον διαφυγεῖν δύναται ‡image

msAext, 11.10, commenting on 11.439 ** ** βέλος image

msAil, 11.204, commenting on 11.426@Χάροπ’ αimage

msAil, 11.205, commenting on 11.430@πολύαινε πολλαχῶς κακῶς νομισθimage

msAim, 11.51, commenting on 11.427 ἐκ τριῶν μερῶν τοῦ λο ὁλος ὁ στίχοςimage

msAint, 11.17, commenting on 11.431 γράφεται Ἱππασιδήϊνimage