Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 146v

Manuscript msA, page 146v

image

prev: 146r next: 147r

Iliad text

11.451 φθῆ σε τέλος θανάτοιο κιχήμενον· οὐδ’ ὑπάλυξας·image1, 2, 3

11.452 ᾶ δείλ’ . οὐ μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρimage1

11.453 ὄσσε καθαιρήσουσι θανόντί περ· ἂλλ’ οἰωνοὶimage1

11.454 ὠμησταὶ ἐρύουσι . περὶ πτερὰ πυκνὰ βαλόντες·image1, 2, 3

11.455 αὐτὰρ ἐπεί κε θάνω· κτεριοῦσί με δῖοι Ἀχαιοί ·image1, 2, 3, 4, 5

11.456 ὡς εἰπὼν . Σώκοιο δαΐφρονος ὄβριμον ἔγχοςimage1, 2

11.457 ἔξω τε χροὸς εἷλκε καὶ ἀσπιδος ὀμφαλοέσσης·image1, 2

11.458 αἷμα δέ οι σπασθέντος ἀνέσσυτο . κῆδε δὲ θυμόν·image1, 2, 3

11.459 Τρῶες δὲ μεγάθυμοι ὅπως ἴ̈δον αἷμ’ Ὀδυσῆος .image1, 2, 3

11.460 κεκλόμενοι κα’θ ὅμιλον . ἐπ’ αὐτῷ πάντες ἔβησαν·image1, 2

11.461 αὐτὰρ ὅ γ’ ἐξοπίσω ἀνεχάζετο· αῦε δ’ ἑταίρους·image1, 2, 3

11.462 τρὶς μὲν ἔπειτ’ ἤϋσεν ὅσον κεφαλὴ χάδε φωτόςimage1, 2, 3

11.463 τρὶς δ’ ἄϊεν ἰ̈άχοντος ἀρηί̈φιλος Μενέλαος .image1

11.464 αῖψα δ’ ὰρ’ Αἴαντα προσεφώνεεν ἐγγὺς ἐόντα·image1

11.465 Αἶαν διογενὲς Τελαμώνιε . κοίρανε λαῶν .image1

11.466 ἀμφί μ’ Ὀδυσσῆος ταλασίφρονος ἵ̈κετο φωνὴ .image1, 2

11.467 τῷ ϊκέλη· ὡς , εἴ ἑ , βιῴατο μοῦνον ἐόνταimage1, 2, 3

11.468 Τρῶες ἀποτμήξαντες ἐνι κρατερῇ ὑσμίνῃ·image1

11.469 ἂλλ’ ἴ̈ομεν καθ ὅμιλον· ἀλεξέμεναι γὰρ ἄμεινον·image1

11.470 δείδω μή τι πάθῃσι ἐνι Τρώεσσι μονωθεὶςimage1, 2

11.471 ἐσθλὸς ἐών . μεγάλη δὲ ποθὴ Δαναοῖσι γένηται·image1

11.472 ὡς εἰπὼν . ὃ μὲν ἦρχ’ , ὁ δ’ ἅμ ἕσπετο ἰσόθεος φῶς ·image1

11.473 εὗρον ἔπειτ’ Ὀδυσῆα Διῒ φίλον . ἀμφι δ’ ὰρ’ αὐτὸνimage1

11.474 Τρῶες ἕπονθ’ , ὡς εἴ τε δαφοινοὶ θῶες ὄρεσφινimage1, 2, 3

11.475 ἀμφ’ ἔλαφον κεραὸν βεβλημένον· ὅν τ’ ἔβαλ’ ἀνὴρimage1, 2

Scholia text

msA, 11.174, commenting on 11.454 ἐρύουσι προπαροξύνεται ἐνήλλακται γὰρ ὁ ἐνεστὼς χρόνος ἀντι μέλλοντος οὕτως καὶ Ἀρίσταρχος : ὁ δὲ Ἀλεξίων περισπᾷ οὐκ εὖ ἐπεί φησίν ἐν τῷ ἑξῆς στίχῳ ὁ μέλλων παρελήφθη περισπώμενος : αὐτὰρ ἐπεί κε θάνω κτεριοῦσί με δῖοι Ἀχαιοί : ἔλαθε δὲ τὸν ἄνδρα ἡ τοιαύτη ὕφεσις τοῦ σ Ἀττικῆ οὖσα καὶ περισπῶσα τοὺς μέλλοντας . δια τί αἴτιον εἰ παραλήγοιτο τῷ ϊ συνεσταλμένῳ . ὅπερ καὶ ἐπι τοῦ τόνδε δ ἐγὼ κομιῷ τὸ μέντοι ἐρύω οὐ δύναται ἔχεσθαι ταύτης τῆς φύσεως . ἀλλ’ ἔστιν ἐνεστὼς ἀντι μέλλοντος ⁑image

msA, 11.175, commenting on 11.455 αὐτὰρ ἐπεί κε θανω : οὕτως Ἀρίσταρχος δια τοῦ μ ἒμ εἴ κε θάνω εἰ δὲ δια τοῦ π ἐπεί κε θάνω εἰ δὲ δια τοῦ π ἐπεί κε θάνω γραμματιστῶν ⁑image

msA, 11.176, commenting on 11.456 ὡς εἰπὼν Σώκοιο δαΐφρονος πρὸς τὴν ἀμφιβολίαν πότερον ἐκ τοῦ Σώκου χρωτὸς τὸ ἑαυτοῦ ἔγχος εἷλκεν ὁ Ὀδυσσεὺς ἢ ἐκ τοῦ ἰδίου χρωτὸς τὸ τοῦ Σώκου δόρυ , καὶ ἐστιν ὑγιὲς λέγει γὰρ . κῆδε δὲ θυμόν οὐ τοῦ νεκροῦ ἀλλὰ τοῦ Ὀδυσσέως , τὸ δὲ ἑαυτοῦ ἔγχος εἴασεν οὕτως : κατα δὲ τὸ τέλος τοῦ στίχου βραχὺ διασταλτέον : τὸ γὰρ τοῦ Σώκου δόρυ ἐκ τοῦ ἰδίου χρωτὸς ἐξέλκει , μένει μὲν οὖν ἡ ἀμφιβολία καὶ οὕτως ἐπεὶ μὴ πρόσκειται τοῦ τίνος χρωτός : ἐὰν δέ τις συνάπτῃ μᾶλλον ἁμαρτήσεται ⁑image

msA, 11.177, commenting on 11.458 αἷμα δέ οἱ σπασθεντος : οὕτως Ἀρίσταρχος οἷ , αἷμα δὲ αὐτῷ τῷ Ὀδυσσεῖ . Ζηνόδοτος δὲ γράφει αἷμα δὲ αὐτῷ οὗ σπασθέντος γίνεται δὲ τὸ ἑαυτοῦ ὃ οὐχ ἁρμόζει ⁑image

msA, 11.178, commenting on 11.460 κεκλόμενοι καθ’ ὅμιλον , τὸ καθ’ ὅμιλον δύναται μὲν καὶ τοῖς ἑξῆς προσδίδοσθαι οἷον κατα πλῆθος ἐπῆλθον αὐτῷ πολὺ δὲ κρεῖσσον τοῖς ἐπάνω συνάπτειν παρακελεύσατο γὰρ τῷ πλήθει ἑαυτῶν ⁑image

msA, 11.179, commenting on 11.461 αὖε δ’ ἑταίρους : ψιλῶς τέτακται γὰρ ἐπὶ τοῦ φωνεῖν : ὅτ ἂν δὲ ἐπι τοῦ ξηραίνειν ἢ ἄπτειν τότε δασυντέον ἔστι γὰρ σύνθετον ⁑image

msAil, 11.206, commenting on 11.451@φθῆ προέλαβεν ἔφασεν :image

msAil, 11.207, commenting on 11.453@ὄσσε-καθαιρήσουσι τοὺς ὀφθαλμοὺς κατ λήψονται καμμύσουσιimage

msAil, 11.208, commenting on 11.455@κτεριοῦσί θάψουσιimage

msAil, 11.209, commenting on 11.458@ἀνέσσυτο ανηκόντισσεν :image

msAil, 11.211, commenting on 11.466@ἀμφί-μ’ τὸ εξῆς αφικετό με :image

msAil, 11.213, commenting on 11.474@δαφοινοὶ φόνιοι η πυρρόςimage

msAim, 11.53, commenting on 11.455 Ἀρισταρχ αὐτὰρ ἔμ’ εί κε θάνωimage

msAim, 11.54, commenting on 11.457 Ἀρισταχος ἕλκεimage