Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 147r

Manuscript msA, page 147r

image

prev: 146v next: 147v

Iliad text

11.476 ἰῷ ἀπο νευρῆς· τὸν μέν τ’ ἤλυξε πόδεσσιimage1, 2, 3

11.477 φεύγων ὄφρ’ αἷμα λιαρὸν καὶ γούνατ’ ὀρώρῃimage1, 2, 3

11.478 αὐτὰρ ἐπει δὴ τόν γε δαμάσσεται ὠκὺς ὀϊστὸς·image1

11.479 ὠμοφάγοι μὶν θῶες ἐν οὔρεσι δαρδάπτουσινimage1, 2

11.480 ἐν νέμεϊ σκιερῷ· ἐπί τε λῖν ἤγαγε δαίμωνimage1, 2, 3, 4, 5

11.481 σίντην . θῶες μέν τε διέτρεσαν· αὐτὰρ ὃ δάπτει .image1, 2, 3

11.482 ὥς ῥα τότ’ ἀμφ’ Ὀδυσῆα δαΐφρονα ποικιλομήτηνimage1

11.483 Τρῶες ἕπον πολλοί τε καὶ ἄλκιμοι· αὐτὰρ ὅ γ’ ἥρωςimage1

11.484 ἀΐσσων . ὧ ἔγχει ἀμύνετο νηλεὲς ἦμαρ·image1, 2, 3, 4

11.485 Αἴας δ’ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον·image1

11.486 στῆ δὲ παρ’ ὲξ . Τρῶες δὲ διέτρεσαν ἄλλυδις ἄλλος·image1, 2

11.487 ἤτοι τὸν Μενέλαος ἀρήϊος ἔξαγ’ ὁμίλουimage1

11.488 χειρὸς ἔχων . εἷως θεράπων σχεδὸν ἤλασεν ἵππους·image1, 2

11.489 Αἴας δὲ Τρώεσσιν ἐπάλμενος· εἷλε Δόρυκλονimage1

11.490 Πριαμίδην . νόθον υἱὸν· ἔπειτα δὲ Πάνδοκον οῦτα·image1, 2, 3

11.491 οῦτα δὲ Λύσανδρον · καὶ Πύρασον , ἠδὲ Πυλάρτην ·image1

11.492 ὡς δ’ ὁπότε πλήθων ποταμὸς πεδίον δε κάτεισιimage1, 2

11.493 χειμάρρους κατ’ ὄρεσφιν , ὀπαζόμενος Διὸς ὄμβρῳ .image1, 2

11.494 πολλὰς δὲ δρῦς ἀζαλέας . πολλὰς δέ τε πεύκαςimage1, 2, 3

11.495 ἐσφέρεται· πολλὸν δέ τ’ ἀφυσγετὸν εἰς ἅλα βάλλει .image1, 2, 3

11.496 ὡς ἔφεπε κλονέων πεδίον τότε φαίδιμος Αἴας .image1

11.497 δαΐζων ἵππους τε καὶ ἀνέρας· οὐδέ πω Ἕκτωρimage1

11.498 πεύθετ’ . ἐπεί ῥα μάχης ἐπ’ ἀριστερὰ μάρνατο πάσης .image1

11.499 ὄχθας παρ ποταμοῖο Σκαμάνδρου · τῇ ῥα μάλισταimage1

11.500 ἀνδρῶν πίπτε κάρηνα· βοὴ δ’ ἄσβεστος ὀρώρει·image1

Scholia text

msA, 11.181, commenting on 11.480 ἐν νέμεϊ σκιερῷ . ὅτι Ζηνόδοτος γράφει ἐν νέμεϊ γλαφυρῷ τοῦτο δὲ σπηλαίω ἠ ἄντρῳ οἰκεῖον : νομᾶς δὲ ἔχοντι . ὑπὸ συνδένδρῳ τόπῳ ἀνάρμοστον ⁑image

msA, 11.183, commenting on 11.480 ἄλλως ἔδει μὲν περισπωμένως ὡς μῦν μῦν . τὸ γὰρ πληθυντικὸν παρὰ Καλλιμάχ αἱ μέν ῥα λίεσσιν ὡς μύεσσιν : Ἀριστάρχω δὲ ἐπείσθη ἡ παράδοσις ὀξύνοντι ⁑image

msA, 11.184, commenting on 11.481 σίντην θῶες μέν τε , Ἀριστοτε ἐν τῷ φησὶ θῶας καὶ λέοντας πολέμια εἶναι σαρκοφάγα ὄντα καὶ ἀπο τῶν αὐτῶν τὴν τροφὴν ποριζόμενα , ἔμπειρος οὖν τούτων καὶ προ Ἀριστοτέλους ὁ ποιητής ⁑image

msA, 11.185, commenting on 11.484 ἀΐσσων ᾧ ἔγχεϊ ἠ ἐπὶ τὸ ἀΐσσων βραχὺ διασταλτέον ἠ ἐπι τῷ ἔγχει καὶ ἀμφότερα ἐγκατάσκευα , τὸ μέντοι δεύτερον δοκεῖ λειπεῖν τῆ συν προθ . ὡς καὶ ἐκεῖ ἔγχει ἑπαΐσσων ⁑image

msA, 11.186, commenting on 11.486 στῆ δὲ παρὲξ , παρέστη δὲ καὶ περισσὴ ἡ εξ ὁμοίως τὸ ὄσσα παρεξ ⁑image

msA, 11.187, commenting on 11.490 Πριαμίδ νόθον . ἐπὶ τὸ Πριαμίδην βραχὺ διαστέλλειν ἀξιοῦσι τινὲς , οὐκ απιθάνως , ἵνα μὴ συνάπτωμεν τῷ πατρωνυμικῷ τὸν υἱν καὶ ζήτημα ποιῶμεν περί τινα ὥσπερ ἐξήγησιν ἢ ἐπανάληψιν ⁑image

msA, 11.189, commenting on 11.492 ὡς δ’ ὁπότε πλήθων ποταμὸς πεδίον δὲ : ὅτι Ζηνόδοτος γράφει πεδίον δὲ δίηται τὸ δε κάτεισι . τὴν ἐξ ύψους κατφορὰν δηλοῖ ⁑image

msA, 11.190, commenting on 11.494 πολλὰς δὲ δρῦς ἀζαλέας , προς τὸ σημαινόμενον , πότερον ὅτι φυλλορροεῖ καὶ κατα ταύτην τὴν ὥραν ξηραινόμενα τὰ δένδρα ἐκ ριζῶν ἀναβάλλεται ἐκ τῶν χειμάρρων . ἣ ὅτι οἱ δρυτόμοι εἰς τοὺς ποταμοὺς ἐμβάλλουσι κόπτοντες : ἵνα ἐπὶ τοῦ καιροῦ συγκαταφέρωνται τῷ ὄμβρῳ ὃ καὶ ὑγιές ⁑image

msA, 11.191, commenting on 11.495 ἀφυσγετόν , Ἀρίσταρχος ὀξύνει ὁμοίως τῷ ὑετόν : ὁ δὲ Τυραννίων βαρύνει ὁμοίως τῷ ἀτρύγετον ἔστι δὲ ἐκεῖνο ὑπερ τοῦ Ἀρισταρχ λέγειν ὅτι τὰ ὑπερ τρεῖς συλλαβὰς δια τοῦ ετος ἐκφερόμενα μὴ ἔχοντα παρασχηματισμὸν θηλυκοῦ . ἐπιθετικῶς μὲν λαμβανομενα τρίτην ἀπο τέλους θέλει ἔχειν τὴν ὀξεῖαν ὥσπερ ἔχει τὸ αμαιμάκετος περιμήκετος : τὸ δὲ λαλαπετὸς μη ὃν ἐπιθετικὼν ὀξύνθη καὶ το Ϊαπετὸς ἐπι κυρίου εἴπερ οὖν καὶ τὸ ἀφυσγετὸς οὐκ έστιν ἐπιθετικὸν ὑγιῶς ὀξυτονηθήσεται κατα τὸν Ἀρίσταρχον . ἠ εἴπερ αὐτὸ βαρύνομεν , δώσομεν αὐτὸ καὶ ἐπικεῖσθαι τινί ⁑image

msAil, 11.215, commenting on 11.476@ἤλυξε ἔφυξεimage

msAil, 11.216, commenting on 11.477@λιαρὸν θερμονimage

msAil, 11.217, commenting on 11.477@ὀρώρῃ ϊσχύειimage

msAil, 11.219, commenting on 11.480@νέμεϊ συνδένδρω τόπῳimage

msAim, 11.59, commenting on 11.476 τὸν ἄνδρα δῆλονοτιimage

msAim, 11.60, commenting on 11.484 τὴν χαλεπὴν ημεραν τοῦτέστι τὸν θάνατον :image