Manuscript msA, page 147v
prev: 147r | next: 148r |
11.501 Νέστορά τ’ ἀμφι μέγαν . καὶ ἀρήϊον Ἰδομενῆα ·1
11.502 Ἕκτωρ μὲν μετα τοῖσιν ὁμίλει μέρμερα ῥέζων1, 2, 3
11.503 ἔγχεϊ θ’ , ἱπποσύνῃ τε· νεῶν δ’ ἀλάπαζε φάλαγγας·1, 2
11.504 οὐδ’ ἄν πω χάζοντο κελεύθου δῖοι Ἀχαιοὶ .1, 2
11.505 εἰ μὴ Ἀλέξανδρος . Ἑλένης πόσις ἠϋκόμοιο1
11.506 παῦσεν ἀριστεύοντα Μαχάονα ποιμένα λαῶν .1, 2
11.507 ἰῷ τριγλώχινι βαλὼν κατα δεξιὸν ὦμον ,1
11.508 τῷ ῥα περίδδεισαν μένεα πνείοντες Ἀχαιοὶ .1
11.509 μή πως μιν πολέμοιο μετακλινθέντος ἕλοιεν·1, 2
11.510 αὐτίκα δ’ Ἰ̈δομενεὺς προσεφώνεε , Νέστορα δῖον·1
11.511 ὦ Νέστορ Νηληϊάδη . μέγα κῦδος Ἀχαιῶν .1
11.512 ἄγρει , σῶν ὀχέων ἐπιβήσεο· πὰρ δὲ Μαχάων1, 2
11.513 βαινέτω· ἐς νῆας δὲ τάχιστ’ ἔχε μώνυχας ἵππους·1
11.514 ἰ̈ητρὸς γὰρ ἀνὴρ πολλῶν ἀντάξιος ἄλλων1, 2
11.515 ἰ̈ούς τ’ ἐκτάμνειν . ἐπί τ’ ήπια φάρμακα πάσσειν·1, 2
11.516 ὡς ἔφατ’ . οὐδ’ ἀπίθησε Γερήνιος ἱ̈ππότα Νέστωρ ·1
11.517 αὐτίκα δ’ ὧν ὀχέων ἐπεβήσετο· πὰρ δὲ Μαχάων1
11.518 βαῖν’ Ἀσκληπιοῦ υἱὸς ἀμύμονος ἰ̈ητῆρος .1
11.519 μάστιξεν δ’ ἵ̈ππους . τὼ δ’ οὐκ ἄκοντε πετέσθην1, 2
11.520 νῆας ἐπι γλαφυρὰς . τῇ γὰρ φίλον ἔπλετο θυμῷ·1
11.521 Κεβριόνης δὲ Τρῶας ὀρινομένους ἐνόησεν1
11.522 Ἕκτορι . παρβεβαὼς , καί μιν πρὸς μῦθον έειπεν·1
11.523 Ἕκτορ · νῶϊ μὲν ἐνθάδ’ ὁμιλέομεν Δαναοῖσιν1, 2
11.524 ἐσχατιῇ πολέμοιο δυσηχέος . οἳ δὲ δὴ ἄλλοι1
11.525 Τρῶες ὀρίνονται . ἐπιμὶξ ἵπποι τε καὶ αὐτοί·1, 2
msA, 11.194, commenting on 11.506 παῦσεν ἀριστεύοντα : ὅτι μηδὲν προδιασυστήσας κατα συμπέρασμα παῦσεν ἀριστεύοντα φησιν , ἡ δὲ ἀναφορὰ προς τὸ τῷ ού πώ τις ὅμοιος ἐπιχθόνιος γένετ’ ἀνηρ κοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας
msA, 11.195, commenting on 11.509 μετα κλινθέντος . ἀντι τοῦ μεταβληθέντος τοῦ πολέμου καὶ ἐπικρατεστέρων γενομένων τῶν Τρώων ⁑
msA, 11.196, commenting on 11.515 ϊούς τ’ ἐκτάμνειν , ἀθετεῖται ὅτι οὐκ ἀναγκαία ἡ ἐξαρίθμησις . μειοῖ γάρ εἰ μόνον ἰοὺς ἐκτάμνειν καὶ φαρμακεύειν οἶδεν . καὶ Ἀριστοφα προηθέτει Ζηνόδοτ δὲ οὐδὲ ἔγραφεν ⁑
msA, 11.197, commenting on 11.523 Ἐκτωρ νῶϊ μὲν ἐνθάδ’ ὁμιλέομεν ὅτι κυρίως λέγει ὁμιλέομεν ὁμοῦ τὰς ΐλας συμβάλλομεν ⁑
msAil, 11.230, commenting on 11.514@ἀντάξιος αντ τοῦ πολλῶν ἄλλων τοῦ σώζεσθαι ἄξιος ⁑
msAil, 11.231, commenting on 11.520@τῇ-γὰρ εκεῖσε γὰρ
msAim, 11.61, commenting on 11.519 γράφεται μάστιξεν δ’ ελάαν