Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 148r

Manuscript msA, page 148r

image

prev: 147v next: 148v

Iliad text

11.526 Αἴας δὲ κλονέει Τελαμώνιος εὖ δέ μιν ἔγνων .image1

11.527 εὐρὺ γὰρ ἀμφ’ ὤμοισιν ἔχει σάκος· ἀλλὰ καὶ ἡμεῖςimage1

11.528 κεῖσ’ ἵππους τε καὶ ἅρμ’ ἰ̈θύνομεν . ἔνθα μάλισταimage1, 2

11.529 ἱππῆες πεζοί τε κακὴν ἔριδα προβαλόντεςimage1

11.530 ἀλλήλους ὀλέκουσι· βοὴ δ’ ἄσβεστος ὄρωρεν·image1

11.531 ὡς ἄρα φωνήσας , ἵ̈μασεν καλλίτριχας ἵ̈ππουςimage1

11.532 μάστιγι λιγυρῇ· τοὶ δὲ πληγῆς ἀΐοντες .image1, 2, 3, 4

11.533 ῥίμφ’ ἔφερον θοὸν ἅρμα μετὰ Τρῶας καὶ Ἀχαιοὺς ,image1

11.534 στείβοντες νέκυάς τε καὶ ἀσπίδας· αἵματι δ’ ἄξωνimage1, 2

11.535 νέρθεν ἅπας πεπάλακτο· καὶ ἄντυγες αἳ περι δίφρον·image1

11.536 ἃς , ὰρ’ , ἀφ’ ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλονimage1, 2, 3, 4

11.537 αἵ τ’ ἀπ’ ἐπισσώτρων· ὁ δὲ ἵ̈ετο δῦναι ὅμιλονimage1, 2, 3

11.538 ἀνδρόμεον . ῥῆξαί τε μετάλμενος· ἒν δὲ κυδοιμὸνimage1, 2, 3

11.539 ἧκε κακὸν Δαναοῖσι · μίνυνθα δὲ , χάζετο δουρός .image1, 2, 3, 4

11.540 αὐτὰρ ὃ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶνimage1, 2

11.541 ἔγχεΐ τ’ . ἄορί τε . μεγάλοισί τε χερμαδίοισιν·image1

11.542 Αἴαντος δ’ ἀλέεινε μάχην Τελαμωνιάδαο ·image1

11.544 Ζεὺς δὲ πατὴρ Αἴανθ’ ὑψίζυγος ἐν φόβον ῶρσε·image1

11.545 στῆ δὲ ταφών· ὄπιθεν δὲ σάκος βάλεν ἑπταβόειον·image1, 2

11.546 τρέσσε δὲ παπτήνας ἐφ’ ὁμίλου . θηρὶ ἐοικὼς .image1, 2, 3, 4

11.547 ἐντροπαλιζόμενος , ὀλίγον γόνυ γουνὸς ἀμείβων·image1, 2

11.548 ὡς δ’ αἴθωνα λέοντα βοῶν ἀπο μεσσαύλοιοimage1, 2, 3

11.549 ἐσσεύαντο κύνες τε καὶ ἀνέρες ἀγροιῶται·image1, 2, 3

11.550 οἵ τέ μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαιimage1, 2

11.551 πάννυχοι ἐγρήσσοντες· ὁ δὲ κρειῶν ἐρατίζωνimage1, 2, 3, 4

Scholia text

msA, 11.198, commenting on 11.528 κεῖσ’ ἵππους τε καὶ ἅρμ’α : ὅτι Ζηνόδοτος γράφει κεῖθ’ ἵππους : γίνεται δὲ ἐν εκείνῳ τῷ τόπῳ : τὸ δὲ εκεῖσε εἰς ἐκεῖνον τὸν τόπον ὃ δὴ νῦν ἁρμόζει ⁑image

msA, 11.200, commenting on 11.536 ἃς άρ’ ἀφ’ ἱππείων ὁπλέων : οὐ χωριστέον τὸν ἑξῆς ἐπιφερόμενον αἵ τ’ ἀπ’ ἐπισσώτρων ὁ γὰρ λόγος οὗτος : ἃς αἱ ρανίδες ἔβαλλον αἱ ἀπό τε τῶν ἱππείων ὁπλῶν καὶ αἱ ἀπὸ τῶν ἐπισσώτρων :image

msA, 11.201, commenting on 11.539 μίνυθα δὲ χάζετο , ἐκεῖθεν ὅπου ἦν ὁ Αἴας . ἔλασσον δόρατος βολῆς , ἀνεχώρειimage

msA, 11.203, commenting on 11.545 στῆ δὲ ταφὼν ὅπιθεν δὲ σάκος : ὅτι ἐκ τελαμώνων ἀνηρτηντο αἱ ἀσπίδες οὐ γὰρ ἂν ἄλλως ἠδύνατο εἰς τουπίσω μεταλαμβάνεσθαι ⁑image

msA, 11.204, commenting on 11.548 ὡς δ’ αἴθωνα λέοντα : ὅτι ἀπο τούτου Ζηνόδοτος ἀθετεῖ ἕως τοῦ ἥϊε πολλ’ ἀεκων ἴσως ὅτι νῦν μὲν λέοντι παραβέληκεν ἑξῆς δὲ ὄνῳ ἔστι δὲ πρὸς διαφορα σημαινόμενα : ὁ μὲν γὰρ λέων πρὸς τὴν πρᾶξιν ὁ δὲ ὄνος πρὸς τὴν ὑπομονήν : καὶ γὰρ τοῦτον ἐπιτριβῇ πληγῶν λαμβάνει ⁑image

msA, 11.205, commenting on 11.548 δια τί . ὁτε μὲν λέοντι ὁτὲ δὲ ὄνῳ παραβάλλει τὸν Αἴαντα ῥητεον οὖν ὅτι αἱ μὲν παραβολαὶ τριῶν ἕνεκα γίνονται αὐξήσεως ἐνεργείας σαφηνείας . εἰς τὸ πρόσφορον δὲ ἓν ἑκάτερον διετήρησεν . ὁ ποιητὴς εἰπὼν Αἴαντα καὶ φονεύοντος δίκην καὶ τῶν πολεμίων ἀναχωρεῖν ὡς ὄνον ταῖς γὰρ φύσεσι τῶν ζῴων καὶ τὸ ὀκνηρὸν προσφυγὴν καὶ τὸ ταχὺ πρὸς μαχην τοῦ ἥρωος δεδήλωκεν ⁑image

msA, 11.206, commenting on 11.551 ὁ δὲ κρειῶν ἐρατίζων : περισπαστέον ἡ γὰρ κρεῶν γενικὴ ἐπλεόνασε τὸ ϊ , ἥτις περισπᾶται δια τὸ ἔχειν εντελεστεραν τὴν κρεάων ⁑image

msAext, 11.14, commenting on 11.532 ** ** λιγυρῇ image

msAil, 11.233, commenting on 11.532@μάστιγι-λιγυρῇ τῆ ὀξὺν ῆχον ἀποτελούση ἡ λιγεῖς καὶ ὀξεῖς τοὺς ἵππους ποιούση κατ τὸν δρόμονimage

msAil, 11.234, commenting on 11.532@ἀΐοντες αισθόμενοιimage

msAil, 11.235, commenting on 11.534@στείβοντες πατοῦντεςimage

msAil, 11.236, commenting on 11.536@ὁπλέων τῶν ὀνύχωνimage

msAil, 11.237, commenting on 11.536@ῥαθάμιγγες ρανίδες :image

msAil, 11.238, commenting on 11.537@ἐπισσώτρων τὰ εκτὸς τῶν τροχῶν ἐπι τὴν γὴν κυλιομimage

msAil, 11.239, commenting on 11.538@ἀνδρόμεον τὸν τῶν ανδρῶνimage

msAil, 11.240, commenting on 11.539@μίνυνθα-δουρός ἵνα εὐκόλως τῷ δόρατι χρίσηται :image

msAil, 11.241, commenting on 11.546@τρέσσε δια δέος ὑπεχώρησεν :image

msAil, 11.243, commenting on 11.549@ἐσσεύαντο εδίωκονimage

msAil, 11.244, commenting on 11.550@πῖαρ καλλιστον οιονεὶ λιπαρόνimage

msAil, 11.245, commenting on 11.551@κρειῶν κρεῶνimage

msAil, 11.246, commenting on 11.551@ἐρατίζων ἐρῶν ἐπιθυμῶνimage

msAim, 11.63, commenting on 11.539 Ἀρισταρχ δουρὶ κατ δοτικήν ⁑image

msAim, 11.64, commenting on 11.540 δια τὸν Αἴαντα ὅπερ καὶ επάγει Αἴαντος δὲ ἀλέειν καὶ τὰ ἑξῆς ⁑image

msAim, 11.65, commenting on 11.546 τὸ ἐφ ομίλου βελτιον τοῖς ἐπάνω προσδιδόναι ⁑image