Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 149v

Manuscript msA, page 149v

image

prev: 149r next: 150r

Iliad text

11.602 αῖψα δ’ ἑταιρον ἑὸν Πατροκλῆα προσέειπεimage1

11.603 φθεγξάμενος παρὰ νηὸς . ὁ δὲ κλισίηθεν ἀκούσας . ·image1, 2

11.604 ἔκμολεν ἶ̈σος Ἄρηϊ , κακοῦ δ’ ἄρα οἱ πέλεν ἀρχή·image1, 2, 3

11.605 τὸν πρότερος προσέειπε Μενοιτίου ἄλκιμος υἱός·image1

11.606 τίπτέ με κικλήσκεις Ἀχιλεῦ τί δέ σε χρεὼ ἐμεῖο·image1, 2

11.607 τὸν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκυς Ἀχιλλεύς ·image1

11.608 δῖε Μενοιτιάδη , τῶ’ μῶ κεχαρισμένε θυμῷ .image1

11.609 νῦν ὀίω περὶ γούνατ’ ἐμὰ στήσεσθαι Ἀχαιοὺςimage1

11.610 λισσομένους· χρειὼ γὰρ ϊκάνεται οὐκέτ’ . ἀνεκτός·image1, 2

11.611 ἂλλ’ ἴ̈θι νῦν Πάτροκλε Διῒ φίλε Νέστορ ἔρειοimage1, 2

11.612 ὅν τινα τοῦτον ἄγει βεβλημένον ἐκ πολέμοιο·image1, 2

11.613 ἤτοι μὲν τά γ’ ὄπισθε Μαχάονι πάντα ἔοικεimage1

11.614 τῷ Ἀσκληπιάδῃ · ἀτὰρ οὐκ ἴ̈δον ὄμματα φωτὸς .image1

11.615 ἵπποι γάρ με παρήϊξαν . πρόσσω μεμαυῖαι·image1, 2

11.616 ὡς φάτο , Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθ’ ἑταίρῳ .image1

11.617 βῆ δὲ θέειν παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν ·image1, 2

11.618 οἱ δ’ ὅτε δὴ κλισίην Νηληϊάδεω ἀφίκοντοimage1

11.619 αὐτοὶ μέν ῥ’ ἀπέβησαν ἐπι χθόνα πουλυβότειραν·image1

11.620 ἵ̈ππους δ’ Εὐρυμέδων θεράπων λύε τοῖο γέροντοςimage1, 2

11.621 ἐξ ὀχέων· τοὶ δ’ ϊδρῶ ἀπεψύχοντο χιτώνωνimage1, 2, 3

11.622 στάντε ποτὶ πνοιὴν παρὰ θῖν’ ἁλὸς· αὐτὰρ ἔπειταimage1, 2, 3

11.623 ἐς κλισίην ἐλθόντες . ἐπὶ κλισμοῖσι κάθιζον·image1

11.624 τοῖσι δὲ τεῦχε κυκειῶ ἐϋπλόκαμος Ἐκαμήδη .image1, 2

11.625 τὴν άρετ’ ἐκ Τενέδοιο γέρων· ὅτ’ ἔπερσεν Ἀχιλλεὺς ,image1

11.626 θυγατέρ’ Ἀρσινόου μεγαλήτορος , ἥν , οἱ , Ἀχαιοὶimage1

Scholia text

msAil, 11.274, commenting on 11.604@ἔκμολεν εξῆλθενimage

msAil, 11.275, commenting on 11.610@οὐκέτ’-ἀνεκτός οιον ἀκαρτέρητοςimage

msAil, 11.276, commenting on 11.611@ἔρειο ἐρώτησονimage

msAil, 11.277, commenting on 11.613@τά-ὄπισθε τὰ οπίσω μέρη τοῦ σώματος :image

msAil, 11.278, commenting on 11.615@παρήϊξαν παρέδραμον :image

msAil, 11.279, commenting on 11.621@ἀπεψύχοντο ὡς νῦν ἔψυγον :image

msAil, 11.280, commenting on 11.624@κυκειῶ πολύμηγες ποτόνimage

msAim, 11.71, commenting on 11.603 αντ παρα νηΐ ἀπο τῆς νηὸςimage

msAim, 11.73, commenting on 11.617 ἐν ἄλλω βῆ δ ϊέναι :image

msAim, 11.74, commenting on 11.620 ὅτι καὶ Ἀγαμέμνονος ἡνίοχος ην Ευρυμέλων ⁑image