Manuscript msA, page 14r
prev: 13v | next: 14v |
1.101 ἠτοι ὅ γ’ ὣς εἰπὼν κατὰρ ἕζετο· τοῖσι δ’ ἀνέστη
1.102 ἥρως Ἀτρείδης εὐρὺ κρείων Ἀγαμέμνων
1.103 ἀχνύμενος· μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι1, 2
1.104 πίμπλαντ’· ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην·
1.105 Κάλχαντα πρώτιστα κὰκ’ ὀσσόμενος προσέειπε·1, 2, 3
1.106 μάντι κακῶν· οὐ πώ ποτε μοι τὸ κρήγυον εἶπες·1, 2, 3, 4, 5, 6, 7, 8
1.107 αἰεί τοι τὰ κάκ’ ἐστὶ φίλα φρεσὶ μαντεύεσθαι·
1.108 ἐσθλὸν δ’ οὐδέ τί πω εἶπες ἔπος οὐδ’ ἐτέλεσσας·1
1.109 καὶ νῦν ἐν Δαναοῖσι θεοπροπέων ἀγορεύεις1
1.110 ὡς δὴ τοῦδ’ ἕνεκά σφιν ἑκηβόλος ἄλγεα τεύχει·1, 2
1.111 οὕνεκ’ ἐγὼ κούρης Χρυσηΐδος ἀγλὰ’ ἄποινα1
1.112 οὐκ έθελον δέξασθαι . ἐπεὶ πολὺ βούλομαι αὐτὴν
1.113 οἴκοι ἔχειν· καὶ γάρ ῥα Κλυταιμν̈ήστρης προβέβουλα1, 2, 3, 4
1.114 κουριδίης ἀλόχου . ἐπεὶ οὔ ἑθέν ἐστι χερείων .1, 2
1.115 οὐ δέμας . οὐδὲ φυὴν· οὔτ’ ὰρ φρένας οὐτέ τι ἔργα·1, 2, 3
1.116 ἀλλὰ καὶ ὧς ἐθέλω δόμεναι πάλιν εἰ τό γ’ ἄμεινον·1, 2, 3
1.117 βούλομ’ ἐγὼ λαὸν σόον ἔμμεναι ἠ ἀπολέσθαι·1, 2
1.118 αὐτὰρ ἐμοὶ γέρας αὐτίχ’ ἑτοιμάσατ’ . ὄφρα μὴ οἶος1, 2
1.119 Ἀργείων ἀγέραστος ἔω· ἐπεὶ οὐδὲ ἔοικε·1
1.120 λεύσσετε γὰρ τό γε πάντες ὅ μοι γέρας ἔρχεται ἄλλῃ·1, 2, 3, 4, 5
1.121 τὸνδ’ ἠμείβετ’ ἔπειτα ποδάρκης δῖος Ἀχιλλεύς ·
1.122 Ἀτρείδη κύδιστε φιλοκτεανώτατε πάντων·1
1.123 πῶς τάρ τοι δώσουσι γέρας μεγάθυμοι Ἀχαιοί ·
1.124 οὐδέ τί πω ἴ̈δμεν ξυνήϊα κείμενα πολλά·1, 2
1.125 ἀλλὰ τὰ μὲν πολίων ἐξεπράθομεν . τὰ δέδασται·1, 2
msA, 1.116, commenting on 1.103 φρένες αμφιμέλαιναι ἡ ἀμφὶ προς τὸ πίμπλαντο ἀπὸ τῆς τῶν ὑδάτων μεταφορᾶς εἰσὶ δὲ τῶν εντοσθίων αἱ φρένες πλευρὰς ὑφ ῆπαρ καὶ φρένας , ἤδη δὲ οἱ νεώτεροι μελαίνας τὰς φρένας φασίν·
msA, 1.117, commenting on 1.105 Κάλχαντα πρώτιστα ὅτι ἀπο τῶν ὄσσων κακῶς ὑπιδόμενος οὐκ απὸ τῆς ὄσσης τῆς φωνῆς κακολογήσας· οὐ γὰρ χρηται Ὅμηρος τῇ ὅσσῃ ψιλῶς ἐπι τῆς φωνῆς μᾶλλον δὲ ἐπι τῆς θείας κληδόνος ⁑
msA, 1.118, commenting on 1.106 ὅτι ἄπαξ εἴρηται τὸ κρήγυον καὶ οὐκ έστιν ἀληθὲς ἀλλα αγαθ ἀντιδιαστέλλει γοὖν ἐπι τὸ αἰεί τοι τα κακ’ εστι φίλα ⁑
msA, 1.119, commenting on 1.106 μάντι κακῶν συντείνει τοῦτο εἰς τὸ δεκα ἔτη μαντεύσασθαι αὐτὸν ἐν Αὐλίδι τὸν πόλεμον ὅσον ἀπο τοῦ συμβολου τῶν στρουθῶν·
msA, 1.130, commenting on 1.117 βούλομ’ ἐγω λαὸν σόον ὅτι Ζηνόδοτος αὐτὸν ἠθέτηκεν ὡς τῆς διανοιας εὐήθους ούσης , οὐ δεῖ δὲ αὐτὸν ἰδίᾳ προφέρεσθαι ἀλλα συνάπτειν τοῖς ἄνω ἐν ἤθει γὰρ λέγεται ⁑
msA, 1.132, commenting on 1.120 λεύσσετε γὰρ πάντες ὅ μοι γέρας ἔρχεται ἄλλῃ συν τῷ ϊ τὸ ἄλλη καὶ ἐστιν ἄλλοσε ὥσπερ τὸ πάντῃ ὁ γὰρ νοῦς τῶν λεγομένων τοιοῦτος ἐμοὶ δὲ γέρας παρασκευάσατε ὅπως μὴ ὑπολειφθῶ ἀγέραστος ἐν τοῖς Ἕλλησι ὁρατε γὰρ δή μου τὸ γέρας ἀλλαχόσσε ἀπερχόμενον . θαμάσειε δ’ ἄν τις Πτολεμαίου τοῦ Ὀροάνδου τὴν ἀπειρίαν ἐν γὰρ τῷ τρίτῳ τῶν Ομηρικῶν ὑποδειγμάτων παραδεικνὺς ὅτι ἀντι τοῦ ἑτέρου τῷ ἄλλῳ ἐσθ’ ὄπῃ καταχρῆται Ὅμηρος , καὶ τοῦτο φερων ἐντέθεικε τὸ μαρτύριον· λεύσσετε γὰρ ὅ μοι γέρας ἔρχεται ἄλλῃ ὡς ἐκεῖνο· πῦρ ἕτερον μὲν ὑπ’ αἰθούσῆς εὐεργεος αὐλῆς , ἄλλο δ’ ἐνι προδόμῳ , καὶ ὅς χ’ ἕτερον μὲν κεύθῃ ἐνι φρεσιν ἄλλο δὲ εἴπη , ἁπλῶς δ’ ἕοικε νοῦς ὑγιῆς μὴ ὑποφαίνεσθαι δια τῆς ἐκδοχῆς ταύτης καὶ εἴη ἂν τὸ παρόραμα οὐκ επιστήσαντος αὐτοῦ τοῖς παραδειγμασιν ⁑
msA, 1.134, commenting on 1.124 οὐδέ τι πω ἴ¨δμεν ξυνήϊα τινὲς ἐπὶ τὸ κείμενα στίζουσι καὶ τὸ πολλά τοῖς ἑξῆς συνάπτουσι κακῶς , ξυνὸν δὲ ξύνειον ὡς κοινὸν κοινειον · καὶ διαίρεσις Ἰωνικὴ ξυνήϊον ⁑
msAext, 1.135, commenting on 1.106 ση ὅτι τὸ κρήγυον απαξ :
msAil, 1.357, commenting on 1.105 προ πάντων
msAil, 1.358, commenting on 1.105 δεινὸν καὶ ορίλον ὑποβλεψάμενος
msAil, 1.359, commenting on 1.106 τὸ ἀγαθον
msAil, 1.360, commenting on 1.109 μαντευόμενος
msAil, 1.361, commenting on 1.110 αὑτοῖς τοῖς ἕλλησι
msAil, 1.363, commenting on 1.113 προκέκριξ προτιμῶ ⁑
msAil, 1.364, commenting on 1.115 τὸ σῶμα
msAil, 1.365, commenting on 1.115 ουδε τὴν εὐφυΐαν
msAil, 1.366, commenting on 1.116 όμως
msAil, 1.367, commenting on 1.118 τιμὴν
msAil, 1.368, commenting on 1.118 ευθέως
msAil, 1.369, commenting on 1.119 οὐδε γὰρ πρέπει
msAil, 1.371, commenting on 1.120 αποκοπη τοῦ ότι μου
msAil, 1.372, commenting on 1.120 ἀλλαχοῦ :
msAil, 1.373, commenting on 1.122 φιλοχριματῶτατε :
msAil, 1.376, commenting on 1.125 ταῦτα μεμέρισται :
msAim, 1.136, commenting on 1.103 αἱ ἐν βάθει κείμεναι ἣ τεταραγμέναι δια τὴν οργήν ⁑
msAim, 1.138, commenting on 1.111 ὅτι ελλείπει ἡ περι ρόθεσις
msAim, 1.139, commenting on 1.116 στηκτέον ἐπι τὸ άμεινον ψυχροι γὰρ οἱ επι τὸ παλιν στίζοντες ⁑
msAint, 1.141, commenting on 1.103-1.104 ὅτι αμφοτεροι εις τὴν Ὀδύσσειαν μετάκεινται οὐκ ορθῶς
msAint, 1.142, commenting on 1.116 τὸ ως ὁπότε σημαντικόν ἐστι τοῦ όμως περισπαται