Manuscript msA, page 14v
prev: 14r | next: 15r |
1.126 λαοὺς δ’ οὐκ ἐπέοικε παλίλλογα ταῦτ’ ἐπαγείρειν .1, 2, 3
1.127 ἀλλὰ σὺ μὲν νῦν τῆνδε θεῷ πρόες· αὐτὰρ Ἀχαιοὶ 1
1.128 τριπλῇ τετραπλῇ τ’ ἀποτίσομεν , αἴ κέ ποθι Ζεὺς 1, 2, 3
1.129 δῷσι πόλιν τροΐην εὐτείχεον ἐξαλαπάξαι·1, 2, 3
1.130 τὸν δ’ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων ·
1.131 μὴ δ’ οὕτως ἀγαθός περ ἐὼν θεοείκελ’ Ἀχιλλεῦ 1, 2, 3, 4
1.132 κλέπτε , νόῳ . ἐπεὶ οὐ παρελεύσεαι οὐδέ με πείσεις·1
1.133 ἦ ἐθέλεις· ὄφρ’ αὐτὸς ἔχῃς γέρας αὐτὰρ ἒμ’ αὔτως1
1.134 ἧσθαι δευόμενον , κέλεαι δέ με τῆνδ’ ἀποδοῦναι·1
1.135 ἀλλ’ εἰ μὲν δώσουσι γέρας μεγάθυμοι Ἀχαιοὶ
1.136 ἄρσαντες κατὰ θυμὸν , ὅπως ἀντάξιον ἔσται .1, 2
1.137 εἰ δέ κε μὴ δώωσιν· ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι·1, 2
1.138 ἢ τεὸν· ἢ Αἴαντος · ἰὼν γέρας· ἢ Ὀδυσῆος 1, 2, 3
1.139 ἄξω ἑλών· ὁ δέ κεν κεχολώσεται ὅν κεν , ΐκωμαι .1, 2, 3
1.140 ἀλλ ἤτοι μὲν ταῦτα μεταφρασόμεσθα καὶ αὖτις·1, 2
1.141 νῦν δ’ ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν·1
1.142 ἐς δ’ ἐρέτας ἐπιτηδὲς ἀγείρομεν· ἐς δ’ ἑκατόμβην1, 2
1.143 θείομεν· ἂν δ’ αὐτὴν Χρυσηΐδα καλλιπάρηον1
1.144 βήσομεν· εἷς δέ τις ἀρχὸς . ἀνὴρ βουληφόρος ἔστω·1
1.145 ἢ Αἴας . ἢ Ϊδομενεύς · ἢ δῖος Ὀδυσσεὺς ·
1.146 ἠὲ σὺ Πηλειδη πάντων ἐκπαγλότατ’ ἀνδρῶν·
1.147 ὄφρ’ ἥμιν ἑκάεργον ἱλάσσεαι ἱερὰ ῥέξας·1, 2
1.148 τὸν δ’ ἄρ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς ·1, 2
1.149 ᾤμοι ἀναιδείην ἐπιειμένε κερδαλεόφρον·1
1.150 πῶς τίς τοι πρόφρων ἔπεσιν πείθηται Ἀχαιῶν ·
msA, 1.411, commenting on 1.126 λαοὺς παρὰ τὸ λάαν· λάας δὲ κατα διάλεκτον ὁ λιθ Προμηθέως παῖς Δευκαλίων γίνεται , οὗτος βασιλεύων τον περὶ τὴν Φθιαν τόπων γαμεῖ Πύρραν τὴν Ἐπιμηθέως καὶ Πανδωρας ἣν ἔπλασαν οἱ θεοὶ πρώτην γυναῖκα καὶ ἐπεὶ δὲ Ζεὺς ἠθέλησε τὸ χαλκὸν γενος ἀπολέσαι ὑποθεμένου Προμηθέως Δευκαλίων τεκτηνάμενος λάρνακα καὶ τὰ επιτήδεια ἐνθεμενος εν αυτῆ μετα Πυρρας ενέβη ⁑
msA, 1.412, commenting on 1.126 Ζεὺς δὲ πολὺν ὑετὸν ἀπ’ οὐρανοῦ χέας τὰ πλεῖστα μέρη τῆς Ἑλλάδος κατέκλυσεν ὥστε διαφθαρῆναι πάντας ἀνους ὀλίγων χωρὶς οἵτινες συνέφυγον εἰς τὰ πλησίον ὑψηλὰ ὄρη , τότε δὲ καὶ τὰ κατα Θεσσαλίαν στενώματα διέστη , καὶ τὰ ἐκτὸς Ἰσθμοῦ καὶ Πελοποννήσου συνεχύθη πάντα Δευκαλίων δὲ ἐν τῇ λάρνακι διὰ τῆς θαλασσης φερόμενος εφ ημερας ἐννέα καὶ νύκτας ΐσας τῷ Παρνασσῷ περιηχεῖτο κακεῖ τῶν όμβρων παύλαν λαβόντων ἐκβὰς ἔθυσεν Διῒ φυξίῳ· Ζεὺς δὲ πέμψας Ἑρμῆν προς αυτὸν ἐπέτρεψεν αἰτεῖσθαι ὅ τι βούλεται· ὁ δὲ αἰρεῖται ἀνους αὐτῷ γενέσθαι καὶ Διὸς εἰπόντος ὑπερ κεφα ἔβαλλεν αἴρων τοὺς λίθους καὶ οὓς μὲν ἔβαλλεν οὗτος ἄνδρες ἐγίνοντο οὓς δὲ ἡ Πύρρα γυναῖκες ⁑
msA, 1.413, commenting on 1.126 παλίλλογα οὐ δίκαιόν ἐστιν εἰς τὸ αὐτὸ πάλιν συναγαγεῖν τοὺς Ἕλληνας τὰ ἅπαξ φθάσαντα αὐτοῖς διαμερισθῆναι χρήματα παρα τὸ λέγω ὅθεν καὶ τὸ συλλέγω· τὸ δὲ ταυτα Τυραννίων ὀξύνει·
msA, 1.414, commenting on 1.127-1.128 ἀλλα σὺ μὲν νῦν τήνδε θεῷ πρόες ⁑ ου χάριν αιτεῖ ἀλλ ὡς κακῷ δανειστῇ κεχρηται καὶ διπλᾶ καὶ τριπλᾶ αποδώσειν επαγγελλεται ⁑
msA, 1.415, commenting on 1.128 ἀποτίσομεν πιστοῦται τὴν ὑποσχεσιν ὡς δανειου καὶ ἑαυτὸν καθυπογράφει τῷ χρέει ⁑
msA, 1.416, commenting on 1.128 αἰ κέ ποθι Ζευς ὅτι μεθ υπεξαιρέσεως δεῖ ποιεῖσθαι τὰς ὑποσχέσεις δια τὸ ἄδηλον τῆς τύχης ⁑
msA, 1.417, commenting on 1.129 δῷσι πόλιν Τροΐην ⁑ ὅτι Ζηνόδοτος γράφει δῶσι πόλιν Τροιην ὡς ἐπι τὴν Ἰλιον βουλόμενος γενέσθαι τὴν ἀναφορὰν ἀπιθάνως· ἄδηλον γὰρ ἢν εἰ έλουσιν αὐτήν , ἐστιν οὖν ὁ λόγος περὶ μιᾶς πόλεως τῶν περιοικων ταύτας γὰρ επορθει ὁ Ἀχιλλεὺς , διὸ καὶ ἐν τρισὶ συλλαβαῖς ἀναγινώσκεται· Ζωΐλος δὲ ὁ Ἀμφιπολίτης καὶ Χρύσιππος ὁ Στωϊκὸς σολοικίζειν οἴονται τὸν ποιητὴν ἀντι ἑνικοῦ πληθυντικῷ χρησάμενον ῥήματι τὸ γὰρ δῷσι φασὶ πληθυντικόν . ἀγνοοῦσι δέ , εστι γὰρ τὸ δῷ ἑνικὸν ἐκτεταμένον ὡς τὸ λέγῃ λέγῃσι φέρη φέρῃσι , τοιοῦτόν ἐστι καὶ τὸ ἐν Οδυσσεία τὸ φῆσιν ἐμὲ γενεσθαι καὶ τὸ εἰσόκε μοι μάλα πάντα πηρ αποδῷσι έεδνα · κἀνταυθα γὰρ ἀποδῷ δι ὃ καὶ τὸ ϊ εχει προσκείμενον μέμνηται αὐτοῦ κἀν τῇ Ορθογραφίᾳ ὁ Ηρῳδιανός ⁑
msA, 1.418, commenting on 1.129 Τροΐην ουτ Ἀρίσταρχος τρισυλλα καὶ ἐνθάδε καὶ εν τῇ π Λ τῆς Ὀδυσσείας ήτοι ὅτ’ ἀμφὶ πόλιν Τροΐην φράζευ καὶ επείσθη αὐτῷ ἡ παράδοσις ἐστι δὲ καὶ τὸ τῆς χρήσεως τῆς Ὁμηρικῆς ϊδίωμα παραφυλάξαι οὕτως· ὡς ὅτι εἴ που λέγει τὸ Τροία δισυλλάβως . οὐδέποτε ἐπιφέρει τὸ πόλις οἶον εἰσόκε περ Τροιην διαπέρσομεν . ἔνθα κεν ὑψίπυλον Τροιην ἕλον υἱες , Τροίῃ ἐν νευρείῃ · καὶ ἀλλαχοῦ ἐπι μέντοι τούτων τῶν δύο ὁμοιοπτῶτως ἐπήνεγκε τὸ πόλιν Τροΐην δῷσι πόλιν Τροΐην . καὶ τὸ ἤτοι ἀμφι πόλιν Τροΐην ταῦτα ὁ Ἡρῳδιανός ⁑
msAil, 1.433, commenting on 1.127 πρόπεψον
msAil, 1.434, commenting on 1.128 ἑάν ποτε
msAil, 1.435, commenting on 1.129 τρισυλλα
msAil, 1.436, commenting on 1.131 γενναῖος
msAil, 1.437, commenting on 1.131 εναντιωματικόν
msAil, 1.438, commenting on 1.132 παραλογιζου τῇ διανοία
msAil, 1.439, commenting on 1.134 καθέζεσθαι
msAil, 1.440, commenting on 1.136 τῇ εμῆ ἀξία
msAil, 1.441, commenting on 1.137 τοῦ δῶσι διαίρεσις
msAil, 1.442, commenting on 1.138 τὴν Βρισηΐδα
msAil, 1.443, commenting on 1.138 Τέκμειαν
msAil, 1.444, commenting on 1.138 Λαοδίκην
msAil, 1.445, commenting on 1.139 οὗτος
msAil, 1.446, commenting on 1.139 ἐφ ὃν ἄν
msAil, 1.447, commenting on 1.140 καὶ ἐν ϋστέρω βουλευσόμεθ
msAil, 1.449, commenting on 1.147 ἐγκλιτ
msAil, 1.450, commenting on 1.148 δεινὸν ὑποβλεψάμενος
msAim, 1.430, commenting on 1.144 βραχὺ διασταλτεον ἐπι τὸ ἀρχός ἵν ῇ ανηρ βουλη αρχὸς ἔστω ⁑
msAint, 1.431, commenting on 1.133 ἐσχιματισεν οὐχ’ ὁμοιως τὸ αὐτὸς ἐπενεγκῶν αὐτὰρ εμ’ αὔτως ⁑
msAint, 1.432, commenting on 1.142 δια τοῦ ν Ἀρίσταρχος ἑν δ’ ερέτας :