Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 150v

Manuscript msA, page 150v

image

prev: 150r next: 151r

Iliad text

11.652 νῦν δὲ ἔπος ἐρέων . πάλιν ἄγγελος εῖμ’ Ἀχιλῆϊ ·image1, 2

11.653 εὖ δὲ σὺ , οἶσθα γεραιὲ διοτρεφές , οἷος ἐκεῖνοςimage1

11.654 δεινὸς ἀνὴρ· τάχα κεν , καὶ ἀναίτιον αἰτιόῳτο·image1

11.655 τὸν δ’ ἠμείβετ’ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ ·image1

11.656 τίπτε τ’ ὰρ ὧδ’ Ἀχιλεὺς ὀλοφύρεται υἷας Ἀχαιῶνimage1, 2

11.657 ὅσσοι δὴ βέλεσιν βεβλήαται· οὐδέ τι οἶδεimage1, 2, 3

11.658 πένθεος ὅσσον ὄρωρε κατὰ στρατὸν· οἱ γὰρ ἄριστοιimage1

11.659 ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε·image1, 2, 3, 4

11.660 βέβληται μὲν ὁ Τυδείδης κρατερὸς Διομήδης ·image1

11.661 ούτασται δ’ Ὀδυσεὺς δουρὶ κλυτὸς . ἠδ’ Ἀγαμέμνων ·image1, 2

11.663 τοῦτον δ’ ἄλλον ἐγὼ νέον ἤγαγον ἐκ πολέμοιοimage1

11.664 ἰ̈ῷ ἀπὸ νευρῆς βεβλημένον· αὐτὰρ Ἀχιλλεὺςimage1

11.665 ἐσθλὸς ἐὼν . Δαναῶν οὐ κήδεται οὐδ’ ἐλεαίρει·image1, 2

11.666 ἠ μένει εἰς ό κε δὴ νῆες θοαὶ ἄγχι θαλάσσης ,image1

11.667 Ἀργείων ἀἕκητι . πυρὸς δηΐοιο θέρωνται .image1, 2, 3

11.668 αὐτοί τε κτεινώμεθ’ ἐπισχερὼ . οὐ γὰρ ἐμὴ ἲ̈ςimage1, 2, 3

11.669 ἔσθ . οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν·image1

11.670 εἴθ’ ὡς , ἡβώοιμι· βίη τέ μοι ἔμπεδος εἴη .image1, 2

11.671 ὡς ὁπότ’ Ἠλείοισι καὶ ἡμῖν νεῖκος ἐτύχθηimage1

11.672 ἀμφι βοηλασίῃ· ὅτ’ ἐγὼ κτάνον Ἰ̈τυμονῆαimage1, 2, 3

11.673 ἐσθλὸν Ὑπειροχίδην . ὃς ἐν Ἥλιδι , ναιετάασκε .image1

11.674 ῥύσι’ ἐλαυνόμενος . ὁ δ’ ἀμύνων ᾗσι βόεσσιν .image1, 2

11.675 ἔβλητ’ ἐν πρώτοισιν ἐμῆς ἀπο χειρὸς ἄκοντι .image1

11.676 καδ δ’ έπεσεν· λαοὶ δὲ περίτρεσαν ἀγροιῶται .image1, 2

11.677 ληΐδα δ’ ἐκ πεδίου συνελάσσαμεν ἤλιθα πολλὴν .image1, 2, 3, 4, 5, 6

Scholia text

msA, 11.237, commenting on 11.652 ‡ πάλιν ἄγγελος , κατ ιδίαν τὸ πάλιν : οὕτως Ἀρίσταρχος καὶ Ἀλεξιῶν καὶ ὁ Ἀσκαλωνίτης οὕτως δὲ ἔχει καὶ τὰ τῆς ἀναγνώσεως , πρὸς γὰρ τὸ ῥῆμα ἡ σύνταξις ἐγένετο πάλιν εἴμ’ ἄγγελος ⁑image

msA, 11.238, commenting on 11.657 ὅσσοι δὴ βέλεσιν βεβλήαται . συναπτέον τῷ ἐπάνω στίχῳ ἴσως δ’ ἄν τις ἀφ ἑτέρας ἀρχῆς ἀναγινώσκοι θαυμαστικὸν ποιῶν τὸν λόγον ⁑image

msA, 11.239, commenting on 11.657 οὐδέ τι οῖδε , διασταλτέον ἤτοι ἐπι τῷ οῖδε ἠ ἐπι τὸ πενθέος ἔχει γὰρ ἀμφότερα λογὸν : εἰ μὲν οὖν συνάπτοιτο τοῖς ἄνω τὸ πένθεος λείψει ἡ περὶ ὡς Ἔκτωρ χωόμενος Σαρπηδόνος , εἰ δὲ τοῖς ἐξῆς σχῆμα ἔσται ὅσσον πένθος , Ἀττικῆ δὲ ἡ χρῆσις καὶ ἀρχαία ⁑image

msA, 11.240, commenting on 11.659 ἐν νηυσὶν κεαται : ὅτι συλληπτικῶς τὸ κατ αμφοτέρων κεκουνοποίηκεν . οὐ γὰρ οἱ αὐτοὶ βέβληται , καὶ οὐτασμένοι εἰσὶ , διαστέλλει μέντοι ἐν τοῖς ἐξῆς λέγων βέβληται μὲν ὁ Τυδείδης οὔτασται δ’ Ὀδυσεύς ⁑image

msA, 11.241, commenting on 11.659 οὐταμενοι τε : Ἀρίσταρχος ὡς ἱστάμενοι καὶ κιχράμενοι , Πάμφιλος δὲ ὡς δεδαρμένοι ἐπεὶ καὶ τὸ βεβλημένοι συντελικὸν καὶ δοκεῖ τὸ τοιοῦτον ἀπο ἑνικοῦ ἀριθμοῦ πολυ πρότερον τεθεωρῆσθαι , παρ’ αὐτῷ φησὶ γὰρ οὔτ’ αὐτοσχεδίην οὐτασμένος ὀξέϊ χαλκῷ συντελικῇ γὰρ μετοχῆ , συντελικὴν ἐπήνεγκεν . οὕτως οὖν καὶ ἐπι τῶν πληθυντικῶν ἀναγινώσκειν ἔδει εἰ μὴ ἄρα ἐκεῖνο τις ὑπερ τοῦ Ἀριστάρχου λέγοι , ὅτι οὐκ ἐνεστῶτα ἐκδεχόμενος οὕτως ἀνεγίνωσκεν , ἀλλα παρακείμενον πεπονθότα ἔχει δὲ οὕτως , παρὰ τὸ οὑτὼ περισπώμενον ἐκπίπτει παράγωγον εἰς μι λῆγον τὸ οὔτημι ἀφ οῦ ἀπαρέμφατον τὸ οὐτάναι . καὶ οὐτάμεναι . ἀπὸ δὴ τοῦ οὔτημι γίνεται παθητικῇ μετοχὴ οὐτάμενος . καὶ οὐτάμενοι ὡς κιχράμενοι . ἀλλ’ οὐ φαμὲν ταύτην εἶναι ἐν τῇ συντάξει , ἀλλ’ ἕτερον τι αὐτῷ σύνηθες ῥῆμα εἶναι τὸ οὐτάζω ἔθεν καὶ οὕτασεν ὁ ἀόριστος : οὐ γὰρ δὴ συστολῆ τοῦ οὔτησεν ὡς πρόδηλον κακ τοῦ ἀπαρεμφάτου οὐτάσαι οὐδε βαλεῖν : καὶ ἐκ τοῦ ὄστασται δ’ Ὀδυσεὺς τούτῳ δὴ τῷ οὔτασται , παρέθηκε μετοχὴν τὴν οὐτασμένος , οὔτ’ αὐτοσχεδίην , οὐτασμένος ἥτις κατ έλληψιν τοῦ σ ἐγίνετο οὐτάμενος προπαρωξύνθη δὲ ὑπο τοῦ Ἀριστάρχου δια τὸν χαρακτῆρα ἐπεὶ αἱ τοιαύται μετοχαι προπαρωξύνοντο ἱστάμενος κιχράμενος ὁ γὰρ ἀνὴρ τῷ χαρακτῆρι μᾶλλον τοὺς τόνους προσνέμει . ⁑image

msA, 11.243, commenting on 11.668 αὐτοί τε κτεινώμεθα ἐπισχερὼ . ἐφεξῆς ἅπαντες . παρίστησι δὲ δια τῆς λέξεως ὅτι καὶ ἐπὶ Μῦρμιδόνας ἥξει ὁ κίνδυνος ⁑image

msA, 11.244, commenting on 11.672 ἀμφι βοηλασίῃ βραχὺ διασταλτέον μετα τὸ βοηλασίη δύναται δὲ καὶ τοῖς ἑξῆς συνάπτεσθαι . οὕτως δὲ ἑνικῶς Ἀρίσταρχος βοηλασίῃ ⁑image

msA, 11.245, commenting on 11.674 ῥυσι ἐλαυνόμενος . ἀντενεχυραζόμενος καὶ τὸ πλῆρες ῥύσια . Αὔγεας γὰρ πρότερος Νηλέως κατέσχεν τέσσαρας ἀθλοφόρους ἵππους αὐτοῖσιν ὄχεσφιν τοῦτέστι θρέμματα ἐλαύνων τὸ δὲ ἐξῆς ἐστιν ὅτ’ ἐγὼ κτάνον Ἴτυμονῆα ῥύσι ἐλαυνόμενος , τὰ δὲ ἄλλα δια μέσου ⁑image

msA, 11.246, commenting on 11.677 ληΐδα δ’ ἐκ πεδίου . Ἀρίσταρχος ὡς Χαλκίδα . Μενεκράτης ὡς Ἥλιδα ἔστι δὲ οὕτως ὁρίσασθαι περὶ τῆς προσῳδίας ὡς πάντα τὰ εἰς ις λήγοντα καθαρὸν μόνως θηλυκὰ ὀξύνεσθαι θέλει οἷον Κριφηΐς Βρισηΐς Θαΐς Λαΐς ὁ δὲ λόγος ἐπι Ἑλληνικῶν ὀνομάτων μή τις το Ξόϊς καὶ Σάϊς Αἰγύπτια ὄντα καὶ παρα Ζηνοδότῳ λεχθέντα παραθῆται , περὶ μέντοι τοῦ δαὶ̈ς ὀξυνομένου τετολμημένου δὲ καὶ βαρύνεσθαι ἐπι ετέρου σημαινομένου εἰρήσεται ἡμῖν ἀλλαχόθι . τὸ δὲ κράτεϊς δοκεῖ ἐπι τοῦ κυ βεβαρυτονῆσθαι δια τὴν αἰτιατικήν . βόστρεϊν δὲ Κράτεὶν . τάχα δὲ καὶ τοῦτο πρὸς ἀντιδιαστολὴν ⁑image

msA, 11.247, commenting on 11.677 αἴτημάτι στίζομεν κατα τὸ τέλος τοῦ στίχου πρεπωδέστερον γὰρ οὕτως κεχωρίσθαι τὰ ἑξῆς ⁑image

msA, 11.248, commenting on 11.677 ἤλιθα : λίαν ἠθροισμένην : καὶ ὁ ἠλίθιος ὁ παχὺς τὸν νοῦν καὶ μὴ δι ακριβής ἡ παρα τὸ ἀλῆσαι ὅ ἐστιν ἀθροῖσαι ⁑image

msAil, 11.301, commenting on 11.656@ὀλοφύρεται οἰκτείρει ἐλεεῖimage

msAil, 11.303, commenting on 11.668@ἐπισχερὼ ἐφεξῆςimage

msAil, 11.304, commenting on 11.670@εἴθ’ εimage

msAil, 11.305, commenting on 11.672@ἀμφι-βοηλασίῃ περι βοῶν ἀπελασίαimage

msAil, 11.306, commenting on 11.674@ῥύσι’-ἐλαυνόμενος αντι τοῦ ενέχυρα λαμβάνωνimage

msAil, 11.307, commenting on 11.676@περίτρεσαν έφυγον οἱ περι αυτοῦimage

msAil, 11.309, commenting on 11.677@ἤλιθα πάνυimage

msAim, 11.78, commenting on 11.661 τοῦ Ὀδυσσέως τὸ ἐπίθετον καὶ διασταλτέον μετ αυτόimage

msAim, 11.79, commenting on 11.665 βραχὺ δὲ διασταλτέον μετα το ἐων :image

msAim, 11.80, commenting on 11.667 οτ λείπει ἡ ὑπὸ υπ πυρὸςimage