Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 151r

Manuscript msA, page 151r

image

prev: 150v next: 151v

Iliad text

11.678 πεντήκοντα βοῶν ἀγέλας· τόσα πώεα οἰῶν .image1, 2

11.679 τόσσα συῶν συβόσια . τόσ’ αἰπόλια πλατέ’ αἰγῶν·image1

11.680 ἵ̈ππους δὲ ξανθὰς ἑκατὸν καὶ πεντήκονταimage1

11.681 πάσας θηλείας· πολλῇσι δὲ πῶλοι ὑπῆσαν·image1

11.682 καὶ τά μὲν ἠλασάμεσθα Πύλον Νηλήϊον εἴσωimage1, 2

11.683 ἐννύχιοι προτὶ ἄστυ· γεγήθει δὲ φρένα Νηλεὺς ·image1, 2, 3

11.684 οὕνεκά μοι τύχε πολλὰ , νέῳ πόλεμον δὲ κιόντι·image1, 2

11.685 κήρυκες δ’ ἐλίγαινον· ἅμ’ ἠοῖ φαινομένηφιimage1, 2, 3

11.686 τοὺς , ί̈μεν . οἷσι , χρέως ὠφείλετ’ ἐν Ἥλιδι δίῃ·image1, 2, 3, 4, 5, 6, 7

11.687 οἳ δὲ συναγρόμενοι Πυλίων ἡγήτορες ἄνδρες ,image1

11.688 δαίτρευον· πολέσιν γὰρ Ἐπειοὶ χρεῖος ὄφειλον .image1, 2, 3, 4, 5, 6, 7

11.689 ὡς ἡμεῖς παῦροι , κεκακωμένοι ἐν Πύλῳ ἦμεν .image1, 2, 3, 4

11.690 ἐλθὼν γάρ ῥ’ ἐκάκωσε βίη Ἡρακληείηimage1, 2

11.691 τῶν προτέρων ἐτέων· κατὰ δ’ ἔκταθεν ὅσσοι ἄριστοι·image1

11.692 δώδεκα γὰρ Νηλῆος ἀμύμονος υἱέες ῆμεν·image1, 2, 3

11.693 τῶν οἶος λιπόμην . οἱ δ’ ἄλλοι πάντες ὄλοντο·image1

11.694 ταῦθ’ ὑπερηφανέοντες Ἐπειοὶ χαλκοχίτωνες .image1, 2

11.695 ἡμέας ὑβρίζοντες , ἀτάσθαλα μηχανόωντο·image1, 2

11.696 ἐκ δ’ ὁ γέρων ἀγέλην τε βοῶν καὶ πῶϋ μέγ’ οἰῶνimage1

11.697 εἵλετο κρινάμενος τριηκόσι’· ἠδὲ νομῆας·image1, 2, 3, 4

11.698 καὶ γὰρ τῷ χρεῖος μέγ’ ὀφείλετ’ ἐν Ἥλιδι δίῃ .image1

11.699 τέσσαρες ἀθλοφόροι ἵπποι αὐτοῖσιν ὄχεσφινimage1, 2, 3, 4

11.700 ἐλθόντες μετ’ άεθλα . περὶ τρίποδος γὰρ ἔμελλονimage1, 2

11.701 θεύσεσθαι· τοὺς δ’ αὖθι ἄναξ ἀνδρῶν Αὐγείαςimage1, 2

11.702 κάσχεθε , τὸν δ’ ἐλατῆρ’ ἀφίει ἀκαχήμενον ἵππων·image1, 2

Scholia text

msA, 11.250, commenting on 11.678 ‡ πώεα : παρὰ τὸ πόᾳ χρῆσθαι ἤτις ἐστὶν αὐτόποιητος :image

msA, 11.251, commenting on 11.683 ἐννύχιοι προτι ἄστυ : ὅτι διαφωνοῦσιν οἱ νεώτεροι τὸν Νηλέα λέγοντες ἀνῃρῆσθαι ὑφ Ἡρακλέους ὅτε τὴν Πύλον ἐπόρθησεν . φαίνεται γὰρ καθ Ὅμηρον περιῶν καὶ μετὰ τὸ πορθηθῆναι , ὁ γὰρ πρὸς Ἠλείους πόλεμος τῶν Πυλίων μεταγενέστερος τοῦ πρὸς Ἡρακλέα ⁑image

msA, 11.253, commenting on 11.685 ἅμ’ ἡοῖ φαινομένηφι τοῦτο τὸ ἡμιστίχιον καὶ τοῖς ἐπάνω δύναται προσδίδοσθαι καὶ τοῖς ἑξῆς . ἥτοι γὰρ ἡμερας γενομένης ἐκήρυσσον ὅπως ἐκεῖνοι συναχθῶσιν ἠ ἄλλοτε ἐκήρυσσον ἵνα ἐκεῖνοι ὑπο τὸν ὄρθρον ἔλθωσι . καὶ ἀμφότερα λόγον ἔχει ⁑image

msA, 11.254, commenting on 11.686 τοὺς ἴμεν οἶσι χρέως ὠφείλετ’ ὅτι τὰ περιελασθέντα ἐκ τῆς Πύλου ὑπο τῶν Ἐπειῶν θρέμματα χρέω καλεῖ , Ἀριστοφα δὲ χρεῖος καὶ ὠφείλετο ⁑image

msA, 11.255, commenting on 11.686 δίη : θαυμαστή ϊερά , ἐν αυτῆ γὰρ ετιμᾶτο Ὀλύμπιος Ζεὺς οὗ καὶ πανήγυρις παρα τριετῆ χρόνον ἤγετο τὰ Ὀλύμπια ἔνθα ε ἡγωνίζοντο , οἵ ἀπο τῆς Ἑλλάδος πάντες , ἐστι δὲ πόλις τῆς Πελοποννήσου ⁑image

msA, 11.256, commenting on 11.688 δαίτρευον πολέσιν γὰρ Ἐπειοὶ χρεῖος ὄφειλον ⁑ ἤτοι στικτέον κατα τὸ τέλος τοῦ στίχου ἡ συναπτέον τῷ ἑξῆς ὃ καὶ βέλτιον . τὸ γὰρ ὃς . ἀντι τοῦ ὅτι ἐστὶ κείμενον καὶ ἐὰν χωρίσωμεν δὲ , καὶ ἀκούωμεν καὶ οὕτως ἕσται θαυμαστικὸς ὁ λόγος περι τῆς καταφρονήσεως ἣν ἐποιήσαντο οἱ Ήλιοι περι τῶν Πυλίων ⁑image

msA, 11.257, commenting on 11.688 Ἐπειοὶ οἱ Ήλειοι ἀπο Ἐπειοῦ βασιλέως οὕτως Ποσειδῶνος καὶ Εὐρυπύλης τῆς Ἐνδυμίωνος παῖς Ήλειος ὁ κτίσας Ήλιδα : κλείου δὲ Ἄλεξις καὶ Ἐπειὸς ἀφοῦ Ἐπειοὶ ὡς φησὶν Ἀριστοτε ἐν τῶ Πέπλῳ ⁑image

msA, 11.258, commenting on 11.692 δώδεκα γὰρ Νηλῆος , πρὸς τοὺς Χωρίζοντας ὅτι ἐν μὲν δώδεκα Νηλῆος παῖδας λέγει , ἐν δὲ τῇ τρεῖς γεγονέναι ὡς γενεαλογεῖ καὶ Χλωρὶν ἴδον περικαλλέα , καὶ ἐν τοῖς ἑξῆς Νέστορά τε Χρόμιόν τε Περικλύμενόν τ’ ἀγερωχον , ἐνδέχεται δὲ προγεγονότων αὐτῷ . ἐξ ετέρας γυναικὸς παίδων ὕστερον ἐκ Χλωρίδος τοὺς τρεῖς γεγονέναι . καὶ γὰρ ὁ Πρίαμος φησὶ πεντηκοντά μοι ἦσαν ὅτ’ ήλυθον υἷες Ἀχαιῶν . ἐννεακαίδεκα μέν μοι ϊῆς ἐν κνιδ τοὺς δ’ ἄλλους μοι ἔτικτον ἐνι μεγάροισιν ⁑image

msA, 11.260, commenting on 11.692 δώδεκα γὰρ Νηλῆος : τὸν Νέστορα φησὶ μόνον περισωθῆναι τῶν λοιπῶν τοῦ Νηλέως παίδων . ἥτοι ὅτι νέος ὑπάρχων ἔξω ἐτρέφετο παρα τοῖς Γερήνοις , ῆ ἐπεὶ συνεβούλευσεν εἰς ἀχθῆναι τὸν Ἡρακλέα ὥς τινες φασὶν ⁑image

msA, 11.261, commenting on 11.694 ταύθ’ ὑπερηφανέοντες Ἐπειοὶ ὅτι ἔν τισι γράφεται Ἀχαιοὶ τοὺς δε Ἡλείους Ἐπειοὺς καλεῖ Ὅμηρος ⁑image

msAext, 11.15, commenting on 11.686 ** ** χρέως image

msAil, 11.311, commenting on 11.683@ἐννύχιοι δια τῆς νυκτὸςimage

msAil, 11.313, commenting on 11.686@τοὺς-ί̈μεν τοὺς παρεῖναι συλλεγῆναιimage

msAil, 11.315, commenting on 11.686@ὠφείλετ’ εχρεωστεῖτοimage

msAil, 11.316, commenting on 11.688@δαίτρευον ἐμέριζονimage

msAil, 11.317, commenting on 11.688@Ἐπειοὶ οἱ Ήλειοιimage

msAil, 11.318, commenting on 11.689@παῦροι βραχὺ διασταλτ ἐπι τὸ παύροι πρὸς ἔμφασιν :image

msAil, 11.319, commenting on 11.695@ἀτάσθαλα ὑβριστικὰ άδικα :image

msAim, 11.83, commenting on 11.689 οὐκ εν πο ἦμεν ὡς ένιοιimage

msAint, 11.39, commenting on 11.684 διασταλτέον επι το πολλὰ προς τὸ σαφεστερον ⁑image

msAint, 11.40, commenting on 11.686 ουτ Ἀρίσταρχ χρεῶςimage

msAint, 11.41, commenting on 11.688 οτ σπανίως Ηλείους καλεῖ :image

msAint, 11.43, commenting on 11.697 οτ θρέμματ δηλον ὅτι τριακόσια ⁑image

msAint, 11.44, commenting on 11.699 οτ εκατέροις δύναται προσδιδοσθαι ⁑image

msAint, 11.45, commenting on 11.702 ητοι ελατῆρα ἵππων ἠ ἀκαχήμενον περὶ ἵππων ⁑image