Manuscript msA, page 151v
prev: 151r | next: 152r |
11.703 τῶν ὁ γέρων ἐπέων κεχολωμένος ἠδὲ καὶ ἔργων .1
11.704 ἐξέλετ’ ἄσπετα πολλὰ· τὰ δ’ ἄλλ’ ἐς δῆμον ἔδωκε1
11.705 δαιτρεύειν . μή τίς οἱ ἀτεμβόμενος κίοι ἴ̈σης·1, 2, 3, 4, 5
11.706 ἡμεῖς μὲν τὰ ἕκαστα δι’ είπομεν· ἀμφὶ δὲ΄ ἄστυ1, 2
11.707 ἕρδομεν ϊρὰ θεοῖς· οἱ δὲ τρίτῳ ἤματι πάντες1
11.708 ἦλθον . ὁμῶς αὐτοί τε πολεῖς καὶ μώνυχες ἵ̈πποι1, 2
11.709 πανσυδίῃ· μετὰ δέ σφι Μολίονε θωρήσσοντο1, 2, 3, 4
11.710 παῖδ’ έτ’ ἐόντ’ οὔ πω μάλα εἰδότε θούριδος ἀλκῆς·1, 2, 3
11.711 ἔστι δέ τις Θρυόεσσα πόλις αἰπεῖα κολώνη .1, 2
11.712 τηλοῦ ἐπ’ Ἀλφειῷ νεάτη Πύλου ἠμαθόεντος·1, 2
11.713 τὴν ἀμφ’ ἐστρατόωντο διαρραῖσαι μεμαῶτες·1, 2
11.714 ἂλλ’ ὅτε πᾶν πεδίον μετεκίαθον· ἄμμι δ’ Ἀθήνη1, 2, 3
11.715 ἄγγελος ἦλθε θέουσ’ ἀπ’ Οὐλύμπου θωρήσσεσθαι1
11.716 ἔννυχος . οὐδ’ ἀἕκοντα Πύλον . κάτα λαὸν ἄγειρεν .1, 2
11.717 ἀλλὰ μάλ’ ἐσσυμένους πολεμίζειν· οὐδέ με Νηλεὺς1
11.718 εἴα θωρήσσεσθαι· ἀπέκρυψεν δέ μοι ἵ̈ππους·1, 2
11.719 οὐ γάρ πώ τί μ’ ἔφη ἴ̈δμεν πολεμήϊα ἔργα·1, 2
11.720 ἀλλὰ καὶ ὧς ἱ̈ππεῦσι μετέπρεπον ἡμετέροισι1
11.721 καὶ πεζός περ ἐὼν . ἐπεὶ ὣς ἄγε νεῖκος Ἀθήνη ·1
11.722 ἔστι δέ τις ποταμὸς Μινυήϊος εἰς ἅλα βάλλων .1
11.723 ἐγγύθεν Ἀρήνης . ὅθι μείναμεν Ἠῶ δῖαν1, 2, 3
11.724 ἱ̈ππῆες Πυλίων · τά δ’ ἐπέρρεον ἔθνεα πεζῶν·1
11.725 ἔνθεν πανσυδίῃ συν τεύχεσι . θωρηχθέντες .1, 2
11.726 ένδιοι ϊκόμεσθ’ ἱ̈ερὸν ῥόον Ἀλφειοῖο ·1, 2
11.727 ἔνθα Διὶ̈ ῥέξαντες ὑπερμενεῖ ἱ̈ερὰ καλὰ .1, 2
msA, 11.264, commenting on 11.705 μή τίς οι ἀτεμβόμενος κίος ἴσης : ὅπως μῆδεῖς ἀπέλθη στερηθεὶς τῆς ὁμοίας καὶ ἴσης τιμῆς ἴσης γὰρ τῆς τὸ δίκαι καὶ ἴσον ἐχούσης ⁑
msA, 11.265, commenting on 11.709 πανσυδίῃ μετα δέ σφι Μολίονε : ὅτι ἀπο μρς ὅμρ οὐ σχηματίζει μήποτ’ οὖν ἀπο ταύτης πρς Μόλου οὕτως αὐτοὺς εἶπεν ⁑
msA, 11.266, commenting on 11.709 Μολίονε : Ἄκτορος καὶ Μολίνης παίδας Κτέατον καὶ Εύρυτον κατά τινας δὲ Μολίνης καὶ Ποσειδῶνος . ἴσως δὲ μᾶλλον Μολίονος αὐτοὺς εἶπεν πολεμικοὺς ἀπο τοὺς κατ τὴν μάχην μολύνσεως , οὐχ ὡς οἱ νεώτεροι ὅτι ἡ μηρ αὐτῶν ἐκαλεῖτο Μολίονη , ἀπο μρς γὰρ Ὅμηρος οὐδένα σημαίνει ⁑
msA, 11.267, commenting on 11.709 οὗτοι παρηλλαγμένην φύσιν τῶν λοιπῶν ἔσχον ἀνων : διφυεῖς γὰρ : ῆσαν ἔχοντες ἑκάτερος δύο κεφαλὰς καὶ πόδας τοὺς ἴσους ἓν δὲ σῶμα . δια τοῦτο τοὺς πολεμίους καὶ γυμνικοὺς ἑνίκων αγῶνας , Ἡρακλῆς δὲ πολεμῶν καὶ μη δυνάμενος κατα τουμφανὲς αὐτῶν περιγενέσθαι συμμαχούντών Αὐγέα λοχήσας αὐτοὺς ἀνεῖλεν καὶ οὕτως ἐπύρθησε τὴν Ήλιν , ἡ ϊστορία παρα Φερεκύδει ⁑
msA, 11.268, commenting on 11.711 ἔστι δέ τις Θρυόεσσα ὅτι ἣν ἐν τῷ εἴρηκε Θρύον καὶ Θρύον Ἀλφειοῖο πόρον , νῦν Θρυόεσσαν λέγει ⁑
msA, 11.270, commenting on 11.718 εἴα θωρήσσεσθαι , προτρέπει τὸν Πάτροκλον . δι ὦν αὐτὸς καὶ νέος καὶ ὑπο πρς κωλυόμενος ὅμως πεζὸς ἐξῆλθεν ⁑
msA, 11.271, commenting on 11.719 οὐ γάρ πω τί μ’ ἔφη , ὀφείλει τὸ τί ὀξύνεσθ δια τὴν μέ ἀντωνυμίαν : νῦν ἐγκλιτικὴν οὖσαν ⁑
msA, 11.273, commenting on 11.723 ἐγγύθεν Ἀρήνης : ἤτοι τοῖς ἑξῆς ἢ τοῖς ἐπάνω προσδοτέον τὸ ἡμιστίχιον ⁑
msA, 11.274, commenting on 11.725 ἔνθεν πανσυδίη : βραχὺ διασταλτέον κατα τὸ τελος τοῦ στίχου ὑπ ὅρθρον γὰρ ὁπλισθέντες . πρὸς τὴν Ἀρήνῃ ὤδευσαν καὶ κατα μέσον ἡμέρας ἐπι τὸν Αλφειὸν παρεγένοντο ⁑
msAil, 11.330, commenting on 11.713@διαρραῖσαι διαφθεῖραι :
msAil, 11.331, commenting on 11.714@μετεκίαθον παρεγένοντο :
msAil, 11.333, commenting on 11.723@Ἀρήνης πο Πύλου
msAil, 11.334, commenting on 11.726@ένδῑοι μετα μεσημβρίαν
msAim, 11.85, commenting on 11.708 βραχ διασταλτ ἐπι τὸ ῆλθον πρὸς τὸ σαφέστερον ⁑
msAint, 11.47, commenting on 11.706 γράφεται ἀμφί τε ἄστυ