Manuscript msA, page 152r
prev: 151v | next: 152v |
11.728 ταῦρον δ’ Ἀλφειῷ . ταῦρον δὲ Ποσειδάωνι .1, 2, 3, 4
11.729 αὐτὰρ Ἀθηναίῃ γλαυκώπιδι βοῦν ἀγελαίην .1, 2
11.730 δόρπον ἔπειθ’ ἑλόμεσθα κατὰ στρατὸν ἐν τελέεσσι .1, 2
11.731 καὶ κατεκοιμήθημεν ἐν ἔντεσιν οἷσιν ἕκαστος1
11.732 ἀμφὶ ῥοὰς ποταμοῖο· ἀτὰρ μεγάθυμοι Ἐπειοὶ1
11.733 ἀμφίσταντο δὴ ἄστυ διαρραῖσαι μεμαῶτες·1, 2
11.734 ἀλλά σφιν προπάροιθε φάνη μέγα ἔργον Ἀρήος ·1, 2
11.735 εὖτε γὰρ ἠέλιος φαέθων ὑπερέσχεθε γαίης·1, 2, 3, 4
11.736 συμφερόμεσθα μάχῃ· Διί̈ τ’ εὐχόμενοι καὶ Ἀθήνῃ ·1, 2
11.737 ἀλλ’ ὅτε δὴ Πυλίων καὶ Ἐπειῶν ἔπλετο , νεῖκος·1, 2
11.738 πρῶτος ἐγὼν ἕλον ἄνδρα· κόμισσα δὲ μώνυχας ἵ̈ππους·1
11.739 Μούλιον αἰχμητὴν· γαμβρὸς δ’ ἦν Αὐγείαο .1
11.740 πρεσβυτάτην δὲ θύγατρ’ εἶχε ξανθὴν Ἀγαμήδην .1
11.741 ἣ τόσα φάρμακα ᾔδη . ὅσα τρέφει εὐρεῖα χθών·1, 2
11.742 τὸν μὲν ἐγὼ προσιόντα βάλον χαλκήρεϊ δουρί·1
11.743 ἤριπε δ’ ἐν κονίῃσιν . ἐγὼ δ’ ἐς δίφρον ὀρούσας .1
11.744 στῆν ῥα μετὰ προμάχοισιν· ἀτὰρ μεγάθυμοι Ἐπειοὶ1
11.745 ἔτρεσαν ἄλλυδις ἄλλος· ἐπεὶ ἴ̈δον ἄνδρα πεσόντα1
11.746 ἡγεμόν’· ἱππήων , ὃς ἀριστεύεσκε μάχεσθαι·1, 2
11.747 αὐτὰρ ἐγὼν ἐπόρουσα κελαινῇ λαίλαπι ἶ̈σος·1, 2
11.748 πεντήκοντα δ’ ἕλον δίφρους· δύο δ’ ἀμφὶς ἕκαστον1
11.749 φῶτες , ὀδὰξ ἕλον οῦδας ἐμῷ ὑπο δουρὶ δαμέντες·1
11.750 καί νύ κεν Ἀκτορίωνε Μολίονε παῖδ’ ἀλάπαξα .1, 2, 3
11.751 εἰ μή σφωε πατὴρ εὐρὺ κρείων ἐνοσίχθων1, 2
11.752 ἐκ πολέμου ἐσάωσε , καλύψας ἠέρι πολλῇ·1
msA, 11.275, commenting on 11.728 ‡ ταῦρον δ’ Ἀλφειῷ , ταῦρον δὲ Ποσειδῶνι : οικεῖα τὰ θύματα . τοῖς ποταμοῖς καὶ τῷ Ποσειδῶνι θύεσθαι λέγει ταύρους δια τὰς βίας τῶν ὑδάτων ⁑
msA, 11.276, commenting on 11.730 δόρπον ἔπειθ’ ἑλόμεσθα : ὅτι Ζηνόδοτος γράφει δεῖπνον δόρπον δὲ λέ τὴν ἑσπερινὴν τροφὴν εὐθέως γὰρ κατακοιμῶνται ⁑
msA, 11.277, commenting on 11.734 ‡ αλλά σφιν προπάροιθε , ὅτι τὸ προπάροιθε , οὐ τοπικῶς ἀλλα χρονικῶς πριν ὴ πορθῆσαι τὸ ἄστυ , ἐφάνη αὐτοῖς μέγας ὁ ἐσόμενος πόλεμος ⁑
msA, 11.278, commenting on 11.735 εὖτε γὰρ ἡέλιος , ὅτι ἐξ ἡρωϊκοῦ προσώπου ὑπερ γῆς τὴν ἀνατολὴν λέγει αὐτὸς δὲ ἐκ τοῦ ἰδίου προσώπου ἐξ Ὠκεανοῦ
msA, 11.280, commenting on 11.741 ἣ τόσα φάρμακα ᾔδη , Μήδεια ἐγένετο Ἀήτου μὲν θυγάτηρ , Ἱ̈άσωνος δὲ γυνη αὕτη μετὰ τὴν ἀπεργασθεῖσαν τεκνοκτονίαν φυγὰς εἰς Ἀθήνας ἀφίκετο καὶ ἐγαμήθη ἑκεῖ Αἰγεῖ τῷ Πανδίωνος , κακεῖ Θησέα τὸν ἐξ Αἴθρας γενόμενον τῷ Αἰγεῖ ἐπι τὸν τοῦ πρς γνωρισμὸν ἐκ Τρόζηνος ἀφικόμενον πείθει τὸν Αἰγέα φάρμακον αὐτῷ δοῦναι θανάσιμον ἐπίβουλον αὐτοῦ τῆς βασιλείας εἰποῦσα παραγίνεσθαι : πεισθεὶς δὲ Αἱγεὺς , παραγενομένω τῷ παιδὶ φάρμακον έδωκεν . μελλοντος δὲ καταπίνειν ἐπιγνοὺς , τό τε ξίφος καὶ τὰ ὑπδήματα , ταῦτα γὰρ ἐν Τρυζήνη γνωρίσματ κατέλιπεν . τὸ μὲν φάρμακον ἀφείλετο τὴν δὲ Μήδειαν ἐξέβαλε τῆς Ἀττι οἱκήσασα δὲ αὕτη τὴν πλησίον Ήλιδος Ἐφύραν πολυφάρμακον ἐποίησεν αὐτὴν ἐπονομασθῆναι : ἡ ἱστορία παρα Κράτητι ⁑
msA, 11.281, commenting on 11.746 ‡ ἡγεμόν’ ἱππήων , τὸ ἱππήων ἑκατέροις δύναται προσδίδοσθαι , βέλτιον δὲ τοῖς ἐπάνω ⁑
msA, 11.283, commenting on 11.750 καὶ νύ κεν Ἀκτορίωνε Μολίωνε : ὅτι ἐντεῦθεν Ἡσίοδος Ἄκτορος κατ’ επίκλησιν καὶ Μολιόνης αὐτοὺς γεγενεαλόγηκεν γόνω δὲ Ποσειδῶνος . οὐδέποτε δὲ Ὅμηρος ἀπο μρς σχηματίζει ⁑
msA, 11.284, commenting on 11.751 εἰ μή σφωε πατὴρ : πρὸς τὰ περὶ τῆς φύσεως τῶν Ἄκτωρος παίδων πότερον μία , ἀμφοτέρων συμφυΐα , ἡ ἑκάτερος αὐτῶν διφυὴς ἢν ⁑
msAext, 11.17, commenting on 11.728 ** ** Ποσειδάωνι
msAil, 11.335, commenting on 11.728@Ἀλφειῷ ποτ
msAil, 11.336, commenting on 11.729@ἀγελαίην ἐν αγέλη έτι ούσαν ἀδάμαστ
msAil, 11.337, commenting on 11.735@εὖτε οπότε
msAil, 11.338, commenting on 11.735@ὑπερέσχεθε ὑπερέσχε συνεμάχησε :
msAil, 11.339, commenting on 11.736@συμφερόμεσθα άμα συνηνέχθημεν
msAil, 11.340, commenting on 11.749@ὀδὰξ-οῦδας τοῖς οδοῦσι τὴν γην έδακον θνήσκοντες ⁑
msAil, 11.341, commenting on 11.750@παῖδ’ ε
msAim, 11.86, commenting on 11.733 γράφεται διαπραθέσιν