Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 152v

Manuscript msA, page 152v

image

prev: 152r next: 153r

Iliad text

11.753 ἔνθα Ζεὺς Πυλίοισι μέγα κράτος ἐγγυάλιξε·image1

11.754 τόφρα γὰρ οὖν ἑπόμεσθα διὰ , σπιδέος πεδίοιοimage1, 2, 3, 4

11.755 κτείνοντές τ’ αὐτοὺς . ἀνά τ’ ἔντεα καλὰ λέγοντες·image1, 2, 3

11.756 ὄφρ’ ἐπὶ Βουπρασίου πολυπύρου βήσαμεν ἵππους .image1, 2

11.757 πέτρης τ’ Ὠλενίης · καὶ Ἀλισίου . ἔνθα κολώνηimage1, 2

11.758 κέκληται , ὅθεν αὖτις ἀπέτραπε λαὸν Ἀθήνη ·image1, 2

11.759 ἔνθ’ ἄνδρα κτείνας πύματον . λίπον· αὐτὰρ Ἀχαιοὶimage1, 2, 3

11.760 ὰψ ἀπὸ Βουπρασίοιο Πύλονδ’ ἔχον ὠκέας ἵ̈ππους·image1

11.761 πάντες δ’ εὐχετόωντο θεῶν Διὶ̈ Νέστορί τ’ ἀνδρῶν·image1, 2

11.762 ὡς , ἔον εἴ ποτ’ έην γε μετ’ ἀνδράσιν· αὐτὰρ Ἀχιλλεὺςimage1

11.763 οἶος τῆς ἀρετῆς ἀπονήσεται· ῆ τέ μιν οἴωimage1, 2, 3

11.764 πολλὰ μετακλαύσεσθαι . ἐπεί κ’ ἀπὸ λαὸς ὄληται .image1

11.765 ὦ πέπον . ἦ μὲν σοί γε Μενοίτιος ὧδ’ ἐπέτελλενimage1

11.766 ἤματι , τῷ· ὅτε σ’ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε .image1

11.767 νῶϊ δὲ ἔνδον ἐόντες ἐγὼ καὶ δῖος Ὀδυσσεὺς .image1, 2

11.768 πάντα μάλ’ ἐν μεγάροις ἠκούομεν ὡς ἐπέτελλε .image1

11.769 Πηλῆος δ’ ἱ̈κόμεσθα δόμους εὖ ναιετάοντας .image1

11.770 λαὸν ἀγείροντες κατ’ Ἀχαιΐδα πουλυβότειραν·image1, 2

11.771 ἔνθα δ’ ἔπειθ’ ἥρωα Μενοίτιον εὕρομεν ἔνδον .image1

11.772 ἠδὲ σὲ πὰρ δ’ Ἀχιλῆα · γέρων δ’· ἱ̈ππηλάτα Πηλεὺςimage1

11.773 πίονα μηρί’ ἔκηε βοὸς , Διὶ̈ τερπικεραύνῳimage1, 2

11.774 αὐλῆς ἐν χόρτῳ· ἔχε δὲ χρύσειον άλεισον .image1, 2, 3

11.775 σπένδων αἴθοπα οἶνον ἐπ’ αἰθομένοις ἱ̈εροῖσι·image1, 2

11.776 σφῶϊ μὲν ἀμφι βοὸς ἕπετον κρέα· νῶϊ δ’ ἔπειταimage1, 2, 3

11.777 στῆμεν ενὶ προθύροισι . ταφὼν δ’ ἀνόρουσεν Ἀχιλλεὺς .image1

Scholia text

msA, 11.285, commenting on 11.754 ‡ τόφρα γὰρ οὖν ἐπόμεσθα δι ἀσπιδέως πεδίοιο : ὁ Ἀσκαλωνίτης δι ασπίδεως ἐπεὶ ἐπιφέρει ἀνά τ’ ἔντεα καλὰ λέγοντες , τοιοῦτό τι λέγων τοῦ πολλὰς ἔχοντος ἀσπίδας , ὁ δὲ Αλεξίων καὶ ἀμφότερα κρίνει καὶ ἀσπιδέος καὶ σπιδεος , ὅ τε Ἀρίσταρχος ἐκεῖνο ἀποφαίνεται ὡς ὅτι τινὲς μὲν ἀπὸ τοῦ ς ποιοῦνται τὴν διαστολήν ἵνα ᾗ ἀσπίδεος ὡς εἰκαστικώτερον τοῦ ποιητοῦ ἄσπιδες τὸ πεδίον εἰρηκότος τὸ τὰ μακρὰ τῶν πεδίων καὶ εὐρέα περιφερῆ φαίνεσθαι μηδενὸς ἄλλου ὁρωμένου τέρματος ἀλλα τοῦ ορίζοντος ἀερος , ἄλλοι δὲ ἐκδέχονται ἀσπίδεος τοῦ ἔχοντος πολλὰς ἀσπίδας καθ ὅτι ἐπιφέρει ἀνά τ’ ἔντεα καλὰ λέγοντες . οἱ δέ φασὶν ἐκ πλήρους σπίδεος καὶ ἀποδιδόασι πολλοῦ καὶ μακροῦ , καὶ γὰρ Αἰσχῦλος πολλάκις τὴν λέξιν οὕτως ἔχουσαν τίθησιν ὅταν λέγῃ σπίδιον μῆκος ὁδοῦ , καὶ ὁ Ἀντίμαχος οὐδε σπιδόθεν προνοῆσαι τοῦτέστι μακρόθεν , καὶ ταῦτα μὲν ὁ Ἀρίσταρχος : Κράτης δὲ προκρίνει τὴν δια τοῦ α γραφὴν καὶ Ζηνοδοτος δὲ συναινεῖ τῇ δίχα τοῦ α γραφῇ καὶ φησὶ σπιδέος τοῦ ἀπόρου καὶ τραχέος καὶ μεγάλου , καὶ Ἀμερίας δὲ λέγει σπιδέος τοῦ πολλοῦ καὶ εὑρεος καὶ μεγάλου καγὼ δὲ συγκατίθεμαι τοῖς ἀνδράσιν ὁρῶ γὰρ πολλὴν τὴν τοιαύτην χρησιν παρα τοῖς ἀρχαίοις ἡ διπλῆ , πρὸς τὸ σημαινόμενον τὸ ἀπο τῆς λέξεως ⁑image

msA, 11.286, commenting on 11.757 πέτρης τ’ Ὠλενίης ⁑ ἤτοι διασταλτέον ἐπι τὸ Ἀλισίου , ἠ συνσπτέον τοῖς ἑξῆς ὡς Δημήτριος ὁ Σκήψιος τάφον τὸν τοῦ Ἀλισίου ουτ γὰρ Ἀρίσταρχος γράφει προστιθεὶς ὅτι τῶν Ἱπποδαμείας μνηστήρων εἷς ἢν ὁ Ἀλίσιος ἠ Ἀλίσιον μὲν πόλις , Κολώνη δὲ , ουτ καλούμενος τόπος ⁑image

msA, 11.287, commenting on 11.759 ἔνθ’ ἄνδρα κτείνας : ὅτι τὸ ἔνθα ἐν εκείνω τῷ τόπῳ καὶ ὅτι τοὺς Πυλίους Ἀχαιοὺς λέγει νῦν τοὺς δὲ Ηλείους Ἐπειούς ⁑image

msA, 11.288, commenting on 11.763 οἶος τῆς ἀρετῆς ἀπονήσεται : μόνος τῆς ἀρετῆς ὄνησιν ἔξει , οὐχὶ δὲ καὶ οἱ φίλοι ⁑image

msA, 11.289, commenting on 11.767 νῶϊ δὲ ἔνδον ἐόντες , ἡ μὲν διπλη ὅτι χωρὶς τοῦ ν Ὁμηρικῶς , ἡμεῖς ἢ ἡμᾶς : ἀθετοῦνται δὲ ἀπο τούτου στίχοι ιθ ἕως τοῦ σοὶ δ’ αὖθ’ ἐπέτελλεν , ὅτι ἡ σύνθεσις αὐτῶν πεζῆς καὶ διαφωνεῖ τοῖς ἐν ταῖς η ταῖς ταύτα , Πηλεὺς μὲν ὦ παιδὶ ἐπέτελλ’ Ἀχιλῆϊ : ἐκεῖ γὰρ ὁ Πηλεὺς φησὶ τέκνον ἡμῶν , κάρτος μὲν Ἀθηναίη τὲ καὶ Ἥρη δώσουσ’ αἴ κε θέλωσί : σὺ δὲ μεγαλήτορα θυμον . κάρτος μὲν Ἀθηναίη τὲ καὶ Ἥρη δώσουσ’ αἴ κ’ εθέλωσι : σὺ δὲ μεγαλήτορα θυμόν . καὶ ὅτι ἃ Πηλεῖ ἐπέβαλλε ποιεῖν ὁ Αχιλλεὺς πράσσει . αὐτὸς δὲ ὡς εἴδωλον σπένδει ἐς δ’ άγε χειρὸς ἑλῶν κατά δ’ ἐδριάασθαι ἄνωγεν . ξείνια τ’ εῦ παρέθηκεν : ὁ δὲ Πηλεὺς οὐδ εἰ πάρεισι προσποιεῖται . εὐτελὴς δὲ ἡ σύνθεσις , καὶ τοῦ ἦρχον ἐγὼ μύθοιο κελεύων ὕμμ’ ἅμ’ ἕπεσθαι . ἡθετοῦντο καὶ παρα Ἀριστοφα οἱ ιθ ⁑image

msA, 11.290, commenting on 11.774 αὐλῆς ἐν χόρτῳ ἐν τῷ περιφραγματ τῆς αὐλῆς : χόρτοι δὲ οἱ τριγχοὶ ὡς καὶ Εὐριπίδης ἐν , σύγχορτα νέω παιδία ταῖς Ἐλευθέραις : καὶ ἐν ὁμοίως ⁑image

msAil, 11.343, commenting on 11.755@λέγοντες συνάγοντεςimage

msAil, 11.344, commenting on 11.756@Βουπρασίου πο Ί̈διδοςimage

msAil, 11.345, commenting on 11.758@ἀπέτραπε ἀπέστρεψε σημείοις τισίimage

msAil, 11.346, commenting on 11.759@πύματον ἔσχατονimage

msAil, 11.347, commenting on 11.761@Νέστορί αντ ἐμοίimage

msAil, 11.348, commenting on 11.763@ἀπονήσεται ἐναπολαύσει γενήσεται :image

msAil, 11.349, commenting on 11.774@ἐν-χόρτῳ ἐν τῷ τριγχῷimage

msAil, 11.350, commenting on 11.774@άλεισον ποτήριονimage

msAil, 11.351, commenting on 11.775@αἰθομένοις καιόμενοςimage

msAil, 11.353, commenting on 11.776@ἕπετον νῦν ἐνεργεῖτετimage

msAim, 11.88, commenting on 11.755 ἐν ἄλλω χω λέγοντες ⁑image

msAim, 11.90, commenting on 11.773 Ἀρισταρχ μηρία καιε ⁑image