Manuscript msA, page 153r
prev: 152v | next: 153v |
11.778 ἐς δ’ άγε χειρὸς ἑλὼν . κατὰ δ’ εδριάασθαι ἄνωγεν .1, 2
11.779 ξείνιά τ’ εὖ παρέθηκεν· ἅ τε ξείνοις θέμις ἐστίν·1
11.780 αὐτὰρ ἐπεὶ τάρπημεν ἐδητύος ἠδὲ ποτῆτος :1, 2
11.781 ἦρχον ἐγὼ μύθοιο κελεύων ὔμμ’ ἅμ’ ἕπεσθαι·1
11.782 σφὼ δὲ μάλ’ ἠθέλετον· τὼ δ’ ἄμφω πὸλλ’ ἐπέτελλον·1, 2, 3
11.783 Πηλεὺς μὲν ᾧ παιδὶ γέρων ἐπέτελλ’ Ἀχιλῆϊ1
11.784 αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων·1, 2
11.785 σοὶ δ’ αὖθ’ ᾧδ’ ἐπέτελλε Μενοίτιος Ἄκτορος υἱός·1
11.786 τέκνον ἐμὸν· γενεῇ μὲν ὑπέρτερός ἐστιν Ἀχιλλεύς ·1, 2
11.787 πρεσβύτερος δὲ σύ ἐσσι· βίῃ δ’ ὅ γε πολλὸν ἀμείνων·1
11.788 ἂλλ’ εὖ , οἱ , φᾶσθαι πυκινὸν ἔπος ἠδ’ ὑποθέσθαι .1, 2
11.789 καί οἱ , σημαίνειν· ὁ δὲ πείσεται εἰς ἀγαθόν περ·1, 2
11.790 ὡς ἐπέτελλ’ ὁ γέρων· σὺ δὲ λήθεαι· ἀλλ’ έτι καὶ νῦν1
11.791 ταῦτ’ εἴποις Ἀχιλῆϊ δαΐφρονι αί κε πίθηται·1
11.792 τίς δ’ οἶδ’ εἴ κέν οἱ , σὺν δαίμονι θυμὸν ὀρίναις1
11.793 παρειπὼν . ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου·1, 2, 3
11.794 εἰ δέ τινα φρεσὶν , ᾗσι θεοπροπίην ἀλεείνει .1, 2
11.795 καί τινά οἱ , παρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ .1, 2
11.796 ἀλλὰ σέ περ προέτω· ἅμα δ’ ἄλλος λαὸς ἑπέσθω1, 2
11.797 Μυρμιδόνων . αἴ κέν τι φόως Δαναοῖσι γένηαι·1, 2
11.798 καί τοι τεύχεα καλὰ δότω πόλεμον δὲ φέρεσθαι .1
11.799 αἴ κέ σε τῷ ἴ̈σκοντες ἀπόσχωνται πολέμοιο1, 2, 3
11.800 Τρῶες . ἀναπνεύσωσι δ’ ἀρήϊοι υἷες Ἀχαιῶν1
11.801 τειρόμενοι· ὀλίγη δέ τ’ ἀνάπνευσις πολέμοιο·1, 2, 3
11.802 ῥεῖα δέ κ’ ἀκμῆτες κεκμηῶτας ἄνδρας . ἀϋτῇ1, 2
msA, 11.291, commenting on 11.786 τεκνον εμὸν γενεῇ μὲν ⁑ ὅτι Ἀρχίλογος ὑπερτερην τὴν νεωτέραν ἐδέξατο : οἴην Λυκάμβεος παῖδα τὴν ὑπερτέρην , ἀντι τοῦ τὴν νεωτέραν , καὶ τὸ ἕτοιμον δὲ ἀντιπίπτει ὁ γὰρ ὑπερέχων κατά τι ἐστὶν ὑπερτερος καὶ νῦν λέγει τῷ γένει τῇ εὐγενείᾳ ὑπερέχει , δια τὸ εἶναι θεᾶς μρσ σὺ δὲ πρεσβύτερος εἶ ⁑
msA, 11.293, commenting on 11.799 αἵ κέ σε τῷ ἴ̈σκοντες , Ἀρίσταρχος ἀξιοὶ δια τῆς ει διφθόγγου γράφειν ἐπεὶ ἐν ετέροις φησὶ τὸ κατα διαίρεσιν αὐτοῦ ὁρᾶται ἐΐσκω λεγόμενον ἐΐσκω πηγεσιμάλλῳ : οἱ δὲ περι τὸν Ἀλεξίωνα δια τοῦ ϊ μόνου συνεσταλμένου κακὼ δὲ τούτοις συγκατατίθεμαι τὸ μη δύνασθαι τὰ τοιαῦτα τῶν ῥημάτων λέγω δὲ τὰ δια τοῦ σκω ἔχειν προ τέλους δίφθογγον ἐκφωνουμένην ὅτι μὴ τὴν δια τοῦ υ πιφαύσκω ὁ δὲ λόγος παραιτεῖται τὴν Αἰολίδα διάλεκτον δια τὸ μιμνέσκω καὶ θνέσκω : ὥστε ὅτε λέγει ἐΐσκω κατα διαίρεσιν ὑγιῶς πάνυ ἀποφαίνεται εἶγε παρὰ τὸ εἴδω ἐξέπιπτε μέλλων ὁ εἰς ω ὃς ὄφειλεν ἐπενθέσει τοῦ κ ποιῆσαι τὸ εἴσκω ὡς μεθύσω μεθύσκω δράσω δράσκω , ἀλλ επεὶ ἀνέφικτον ἦν χωρίσαι τὴν τοιαύτην δίφθογγον προ τῆς σκω παραγωγῆς . διαιρέσει ἐχρήσατο : ὅπου δὲ οὐ παραδέχεται αὐτὸ ἡ διαίρεσις ἐκεῖ ἐκβάλλει τὸ ε :
msA, 11.294, commenting on 11.801 ὀλίγη δέ τ’ ἀνάπνευσις πολέμοιο : μικρὰ ἡ περιλειπομένη ἀναπνοὴ ἐκ τοῦ πολέμου ὥστε ἐὰν βραχὺ ἀνεπικούρητοι γένωνται ἀπόλλυνται ⁑
msA, 11.295, commenting on 11.802 ῥεῖα δέ κ’ ἀκμητες . ὤσεσθαι προτὶ άστυ . ἀθετοῦνται ἀμφότεροι καὶ ἀστερίσκοι παράκεινται ὅτι οἱκειότερον κείνται προ τῆς Πατρόκλου ἐξόδου ὅτε καὶ τῷ ὄντι κεκμήκασι τῆς ἐπι ναυσὶ μάχης συνεστώσης . οὐδε γὰρ ἂν συμβέβηκεν ἤδη τοὺς Τρώας ἐπι ταῖς ναυσὶν αὐταῖς καὶ ταῖς κλισίαις εἶναι ἐντὸς τοῦ τείχους γεγονότας διασταλτέον δὲ κατα τὸ τέλος τοῦ στίχου τοῦ ρεῖα δέ κ’ : οἱ δὲ τοῖς εξῆς συνάπτοντες τὴν ἐσχάτην λέξιν μάτην ἐπιτηδεύουσι : μᾶλλον γὰρ τὸ κεκμηῶτας ἀϋτῇ λόγον ἔχει ⁑
msAext, 11.18, commenting on 11.797 ** ** ἤν πού τί φόως
msAil, 11.354, commenting on 11.778@εδριάασθαι καθέζεσθ δὲ
msAil, 11.355, commenting on 11.780@τάρπημεν ἐκορέσθημεν
msAil, 11.356, commenting on 11.782@σφὼ ὑμεῖς
msAil, 11.357, commenting on 11.784@ὑπείροχον ὑπερέχοντ
msAil, 11.358, commenting on 11.788@φᾶσθαι λέγε
msAil, 11.359, commenting on 11.789@σημαίνειν αντ σήμαινε μήνυε
msAil, 11.360, commenting on 11.793@παραίφασίς συμβουλῆ παραίνεσις
msAil, 11.361, commenting on 11.795@ἐπέφραδε εῖπε
msAil, 11.363, commenting on 11.799@ἴ̈σκοντες ομοιοῦντες
msAim, 11.91, commenting on 11.782 Ζηνοτ ἠθελέτην
msAim, 11.93, commenting on 11.801 γένηται ⁑