Manuscript msA, page 153v
prev: 153r | next: 154r |
11.803 ὤσεσθε προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων·1
11.804 ὡς φάτο . τῷ δ’ ἄρα θυμὸν ἐνι στήθεσσιν ὄρινε·1
11.805 βῆ δὲ θέειν· παρὰ νῆας , ἐπ’ Αἰακίδην Ἀχιλῆα ·1
11.806 ἂλλ’ ὅτε δὴ κατὰ νῆας Ὀδυσσῆος θείοιο1
11.807 ί̈ξε θέων Πάτροκλος · ἵνά σφ’ ἀγορή τε θέμις τε1, 2, 3
11.808 ἤην· τῇ δὴ καί σφι θεῶν ἐτετεύχατο βωμοὶ·1, 2
11.809 ἔνθά οἱ Εὐρύπυλος βεβλημένος ἀντεβόλησε1, 2, 3
11.810 διογενὴς Εὐαιμονίδης κατα μηρὸν ὀϊστῷ·1
11.811 σκάζων ἐκ πολέμου . κατα δὲ νότιος ῥέεν ἱ̈δρὼς1, 2, 3, 4
11.812 ὤμων καὶ κεφαλῆς· ἀπὸ δ’ ἕλκεος ἀργαλέοιο1
11.813 αἷμα μέλαν κελάρυζε ; νόος γε μὲν ἔμπεδος ῆεν·1, 2, 3
11.814 τὸν δὲ ἰ̈δὼν ᾤκτειρε Μενοιτίου ἄλκιμος υἱός·1
11.815 καί ρ’ ὀλοφυρόμενος . ἔπεα πτερόεντα προσηύδα·1
11.816 ᾶ δειλοὶ Δαναῶν ἡγήτορες ἠδὲ μέδοντες1
11.817 ὣς ὰρ ἐμέλλετε τῆλε φίλων καὶ πατρίδος αἴης1
11.818 ἄσειν ἐν Τροίῃ ταχέας κύνας ἀργ΄έτι δημῷ·1, 2, 3
11.819 ἀλλ’ άγε μοι τόδε εἰπὲ διοτρεφὲς Εὐρύπυλ’ ἥρως .1
11.820 ἤ ῥ’ ἔτι που σχήσουσι πελώριον Ἕκτορ’ Ἀχαιοὶ .1, 2
11.821 ἦ ἤδη φθίσονται ὑπ’ αὐτοῦ δουρὶ δαμέντες·1, 2
11.822 τὸν δ’ αὖτ’ Εὐρύπυλος βεβλημένος ἀντίον ηύδα·1, 2
11.823 οὐκ ἔτι διογενὲς Πατρόκλεις · ἄλκαρ Ἀχαιῶν1
11.824 ἔσσεται· ἀλλ’ ἐν νηυσὶ μελαίνῃσιν πεσέονται·1, 2
11.825 οἱ μὲν γὰρ δὴ πάντες ὅσοι πάρος ἦσαν ἄριστοι .1
11.826 ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε1
11.827 χερσὶν ὑπὸ Τρώων · τῶν δὲ σθένος ὄρνυται αἰέν·1
msA, 11.296, commenting on 11.807 ‡ ἴξε θέων Πάτροκλος : προς τὸ τοῦ στρατοπέδου διάγραμμα ὅτι ὑποτίθεται κατα μέσον τοῦ ναυστάθμου θεατροειδῆ τόπον εἰς ὄχλου συναγωγήν ⁑
msA, 11.297, commenting on 11.807 ἵνά σφ’ ἀγορή τε θέμις τε : ὅπου αὐτοῖς τά τε ώνια ἐπιπράσκετο καὶ τὰ δικαστηρια ἐγίνετο , ἡ γὰρ Θέμις ἐπόπτης τῶν ἐκκλησιῶν : Ζεὺς δὲ θέμις κελεύθους ἀγορην δὲ κέλευσε θεούς :
msA, 11.298, commenting on 11.808 τῇ δὴ καί σφι θεῶν τετεύχατο βωμοὶ : ὅπου καὶ τῶν πλευσάντων ἐπι τὴν Ἴλιον ἑκάστω πατρώων θεῶν βωμοὶ κατεσκευασμένοι ἦσαν
msA, 11.299, commenting on 11.811 νότιος : ὑγρὸς ἠ πολὺς ἐκ τοῦ νοσεῖν τὸ σῶμα γινόμενος ⁑
msA, 11.301, commenting on 11.824 ἔσσεται : ἀλλ’ ἐν νηυσὶ μελαίνῃσι πεσέωνται , ὅτι τοῦτο ἐπι τῶν Τρώων λέγει ἐμπεσοῦνται ταῖς ναυσὶν οἶον ἐνσείσουσιν ἐμπρήσουσιν ⁑
msAil, 11.364, commenting on 11.807@ἵνά-σφ’ ὅπου αὐτοῖς
msAil, 11.365, commenting on 11.809@ἀντεβόλησε συνέτυχε
msAil, 11.366, commenting on 11.811@νότιος ὑγρὸς ἡ πολυς
msAil, 11.367, commenting on 11.813@κελάρυζε μετα ήχου ἀνεφέρετ
msAil, 11.368, commenting on 11.813@ἔμπεδος ασφαλης
msAil, 11.369, commenting on 11.818@ἄσειν κορέσην
msAil, 11.370, commenting on 11.818@ἀργ-δημῷ τω λευκῷ λειπει
msAil, 11.371, commenting on 11.820@σχήσουσι κωλύσουσι
msAil, 11.373, commenting on 11.823@ἄλκαρ-Ἀχαιῶν αλέξημ βοήθημα
msAim, 11.94, commenting on 11.809 οτ τετέξευται
msAim, 11.95, commenting on 11.822 ἐν αλλω πεπνυμενος :
msAint, 11.48, commenting on 11.818 γράφεται ἡδ’ οιωνούς :