Manuscript msA, page 154r
prev: 153v | next: 154v |
11.828 ἀλλ’ ἐμὲ μὲν σὺ σάωσον ἄγων ἐπὶ νῆα μέλαιναν .1
11.829 μηροῦ δ’ ἔκταμ’ ὀϊστὸν· ἀπ’ αυτοῦ δ’ αἷμα κελαινὸν1
11.830 νίζ’ ὕδατι λιαρῷ· ἐπὶ δ’ ήπια φάρμακα πάσσε1, 2, 3
11.831 ἐσθλὰ . τά σε προτὶ φασὶν Ἀχιλλῆος δεδιδάχθαι .1, 2
11.832 ὃν Χείρων ἐδίδαξε δικαιότατος Κενταύρων·1, 2, 3
11.833 ἰ̈ητροὶ μὲν γὰρ . Ποδαλείριος ἠδὲ Μαχάων1
11.834 τὸν μὲν ἐνι κλισίῃσιν ὀΐομαι ἕλκος ἔχοντα·1, 2
11.835 χρηΐζοντα καὶ αὐτὸν ἀμύμονος ϊητῆρος1
11.836 κεῖσθαι· ὁ δ’ ἐν πεδίῳ Τρώων μένει ὀξὺν Ἄρηα ·1
11.837 τὸν δ’ αῦτε προσέειπε Μενοιτίου ἄλκιμος υἱός·1
11.838 πῶς τάρ έοι τάδε ἔργα· τί ῥέξομεν Εὐρύπυλ’ ἥρως .1, 2
11.839 ἔρχομαι ὄφρ’ Ἀχιλῆϊ δαΐφρονι μῦθον ἐνίσπω1
11.840 ὃν Νέστωρ ἐπέτελλε Γερήνιος οῦρος Ἀχαιῶν ·1
11.841 ἀλλ’ οὐδ’ ὧς περ σεῖο μεθήσω τειρομένοιο·1, 2
11.842 ῆ· καὶ ὑπὸ στέρνοιο λαβὼν ἄγε ποιμένα λαῶν1, 2
11.843 ἐς κλισίην· θεράπων δὲ ἰ̈δὼν ὑπέχευε βοείας·1
11.844 ἔνθά μιν ἐκτανύσας . ἐκ μηροῦ . τάμνε μαχαίρῃ1, 2, 3
11.845 ὀξὺ βέλος περιπευκὲς· ἀπ’ αὐτοῦ δ’ αῖμα κελαινὸν1, 2
11.846 νίζ’ ὕδατι λιαρῷ· ἐπι δὲ ῥίζαν βάλε πικρὴν1, 2, 3, 4
11.847 χερσὶ διατρίψας ὀδυνήφατον . ἥ οἱ ἁπάσας1, 2
11.848 ἔσχ’ ὀδύνας· τὸ μὲν ἕλκος ἐτέρσετο . παύσατο δ’ αἷμα·1, 2
msA, 11.304, commenting on 11.834 τὸν μὲν ἐνι κλισίῃσιν . ὅτι προς τὸ δεύτερον πρότερον ἀπήντησεν ὁ γὰρ Μαχάων ἐστιν ὁ τετρωμενος ⁑
msA, 11.305, commenting on 11.844 ἐνθά μιν ἐκτανύσας : ὅτι μάχαιραν καλεῖ τὸ παραξιφίδιον εἰς τὰς τοιαύτας χρείας εὐθετοῦν , βραχὺ δὲ διασταλτέον ἐπι τὴν μετοχὴν , προς τὸ σαφές ⁑
msA, 11.307, commenting on 11.846 ἐμπειρίαν : ἴσως δὲ καὶ θεράπων πεμφθης κατα τὸ σιωπώμενον ἐκόμισεν : χερσὶ δὲ καὶ οὐ ἀλεντικοῖς ὀργάνοις ταύτην τρίβει , ὅτι οὐκ έδει πολλῆς λεπτότητος τῷ φαρμάκῳ τοῦ αἵματος ὥς φησι κελαρύζοντος καὶ ἀποπτύοντος τὸ λεπτὸν καὶ χνοῶδες τοῦ φαρμάκου εἰς το ἐμφράξαι τὸ τραῦμα : τῷ δε Μενελάῳ ἐπιπάσσει τὸ φάρμακον : βραχείας οὔσης τῆς τοῦ τραύματος φορᾶς ⁑
msA, 11.308, commenting on 11.846 ἄλλοι δὲ αὐτὴν , ἀριστολόχειαν φασὶν ἦν καὶ ἴχαιμον προσαγόρεύουσιν ⁑
msAil, 11.374, commenting on 11.830@νίζ’ πλύνε
msAil, 11.375, commenting on 11.830@λιαρῷ ευκράτῳ χλιαρῷ
msAil, 11.376, commenting on 11.833@ἰ̈ητροὶ-γὰρ τῶν ϊατρῶν μὲν γὰρ
msAil, 11.377, commenting on 11.838@πῶς-εοι πῶς τουτ γένοιτ ἄν :
msAil, 11.378, commenting on 11.843@ὑπέχευε-βόειας ὑπέστρωσε βύρσας
msAil, 11.379, commenting on 11.844@ἐκτανύσας ἐξαπλώσας
msAil, 11.381, commenting on 11.847@ὀδυνήφατον οδύνων παυστικην
msAil, 11.383, commenting on 11.848@ἐτέρσετο εξηραίνετο :
msAim, 11.96, commenting on 11.831 Ζηνοδ δεδάασθαι
msAim, 11.97, commenting on 11.841 Ζηνοδ δὲ ἀμελήσω ποιητικώτερον δὲ τὸ ἕτερον ⁑
msAint, 11.49, commenting on 11.838 Ζηνοδ δια τοῦ η ἔην :
msAint, 11.50, commenting on 11.842 οτ ὑπολαβὼν αὐτοῦ τοὺς στήθους :