Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 154v

Manuscript msA, page 154v

image

prev: 154r next: 155r

Iliad text

12.1 ὡς ὁ μὲν ἐν κλισίῃσι Μενοιτίου ἄλκιμος υἱὸςimage1

12.2 ἰ̈ᾶτ’ Ἐυρύπυλον βεβλημένον . οἱ δὲ μάχοντοimage1

12.3 Ἀργεῖοι καὶ Τρῶες ὁμιλαδὸν . οὐδ’ ὰρ ἔμελλεimage1

12.4 τάφρος ἔτι σχήσειν Δαναῶν . καὶ τεῖχος ὕπερθενimage1, 2, 3

12.5 ἐυρὺ , τὸ ποιήσαντο , νεῶν ὕπερ , ἀμφὶ δὲ τάφρονimage1

12.6 ἤλασαν· οὐδὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας .image

12.7 ὄφρά σφιν νῆάς τε θοὰς καὶ ληΐδα πολλὴνimage1

12.8 ἐντὸς ἔχον ῥύοιτο . θεῶν δ’ ἀἕκητι τέτυκτοimage1, 2

12.9 ἀθανάτων . τὸ καὶ οὔ τι πολὺν χρόνον ἔμπεδον ῆεν·image1

12.10 ὄφρα μὲν Ἕκτωρ ζωὸς ἔην καὶ μήνι’ Ἀχιλλεὺς .image

12.11 καὶ Πριάμοιο ἄνακτος ἀπόρθητος πόλις ἔπλε .image1

12.12 τόφρα δὲ καὶ μέγα τεῖχος Ἀχαιῶν ἔμπεδον ῆεν·image1, 2

12.13 αὐτὰρ ἐπεὶ κατὰ μὲν Τρώων θάνον ὅσσοι ἄριστοι .image1

12.14 πολλοὶ δ’ Ἀργείων οἱ μὲν δάμεν οἱ δὲ λίποντο .image1

12.15 πέρθετο δὲ Πριάμοιο πόλις δεκάτῳ ἐνιαυτῷ .image

12.16 Ἀργεῖοι δ’ ἐν νηυσὶ φίλην ἐς πατρίδ’ ἔβησαν .image

12.17 δὴ τότε μητιόωντο Ποσιδάων καὶ Ἀπόλλωνimage1, 2, 3

12.18 τεῖχος ἀμαλδῦναι . ποταμῶν μένος εἰσαγαγόντες .image1

12.19 ὅσσοι ἀπ’ Ἰ̈¨δαίων ὀρέων ἅλα δὲ προρέουσι·image

12.20 Ῥῆσός θ’ , Ἑπτάπορός τε , Κάρησός τε , Ῥοδίος τε .image1, 2, 3, 4, 5

12.21 Γρήνικός τε . καὶ Αἴσηπος , δῖός τε Σκάμανδρος .image1, 2, 3

12.22 καὶ Σιμόεις . ὅθι πολλὰ βοάγρια καὶ τρυφάλειαιimage1, 2, 3, 4, 5, 6

12.23 κάππεσον ἐν κονίῃσι· καὶ ἡμιθέων γένος ἀνδρῶν .image1

12.24 τῶν πάντων ὁμόσε , στόματ’ ἔτραπε Φοῖβος Ἀπόλλων ,image1

12.25 ἐννῆμαρ δ’ ἐς τεῖχος ἵ̈ει ῥόον . ὗε δ’ ἄρα Ζεὺςimage1

Scholia text

msA, 12.A1, commenting on 12.1-2 πάλιν μεταβέβηκεν ἐπι τὰς μάχας ὁ ποιητής . ἔδει γὰρ τὰ τῆς μάχης εἰπεῖν ὅπως θεασάμενος Πάτροκλος κινηθείη μᾶλλον εἰς ἔλεον· εἰ δε ἐπιμηκεστέρα γέγονεν , ἡ ἐπιμέλεια μὴ θαυμάσης . διαφόρους γὰρ πράξεις ἐν ενὶ λέγειν καιρῷ θεῖναι ἀδύνατονimage

msA, 12.A3, commenting on 12.2 ἰ̈ᾶτ’ Εὐρύπυλον βεβλημένον ὅτι τὰ ἅμα γινόμενα , οὐ δύναται ἅμα ἐξαγγέλλειν· ἐν ὅσῳ δὲ οὗτος ἰᾶτο ἐκεῖνοι ἐμάχοντοimage

msA, 12.A4, commenting on 12.4 τάφρος ἐῦˆτι σχήσεϊν Δαναῶν πλάσας τεῖχος ὁ ποιητὴς εἰς τιμὴν τοῦ Ἀχιλλέως , μετα τοῦτο ἀπολλύμενον αὐτὸ εἰσάγει ἵνα μὴ ἐλέγχηται αὐτοῦ τὸ ψεῦδος ὡς μὴ γενομένου ὑπο τῶν μεταγενεστέρων καὶ τὴν ἀπώλειαν αὐτοῦ εἶπενimage

msA, 12.A5, commenting on 12.5 εὐρὺ το ποιήσαντο βέλτιον τὸ εὑρὺ τοῖς ἐπάνω συνάπτειν ἀμφίβολον δὲ πότερον ὕπερθεν εὐρὺ , ἀρετῆ γὰρ τείχους ἕως ἄνω πεπλατύνθαι ἢ ὃ καὶ βέλτιον ὕπερθε τῆς τάφρου ταύτης γὰρ ὑπέρκειταιimage

No relations found for urn:cts:greekLit:tlg5026.msA.dipl:12.A7

msA, 12.A8, commenting on 12.13 αὐτὰρ ἐπεὶ κατα μὲν Τρωων θάνον καὶ ἐνταῦθα ἡ ἀνταπόδοσις ἐστι δὴ τότε μητιόωντο· τὸ γὰρ χρονικὸν ἐπίρρημα ἀνταποδέδοται τῷ ἐπεῖimage

msA, 12.A9, commenting on 12.17 δὴ τότε μητιόωντο σημειοῦνται τινὲς προς τὰ ἐν τῇ ἀθετούμενα ὅτι καὶ ἐκ τούτων διαβάλλεται προς τὸ πρόσωπον γινόμεναimage

msA, 12.A10, commenting on 12.20 Κάρησσός τε Ῥοδίος τε Τυραννίων ὀξύνει τὸ Κάρησσος ὡς Παρνασσός , οὕτως γὰρ ὑπο Κυζικηνῶν ὀνομάζεσθαι τὸν ποταμόν· ὁ δὲ Ἀρίσταρχος βαρύνει ὡς Κάνωβος · εἴπομεν δὲ ἐν ἑτέροις , ὅτι οὐ πάντως ἐπικρατεῖ ἡ ἀπο τῶν ἐθνῶν χρῆσις καὶ ἐπι τὴν Ὁμηρικὴν ἀνάγνωσιν· ὁπότε περι τοῦ Γλίσαντα διελάβομεν εἴγε Διονύσιος ἱστορεῖ τοὺς ἐγχωρίους συστέλλειν τὸ ϊ καὶ μὴ περισπᾶν τό τε Λύκαστος ὁ αυτὸς ϊστορεὶ ὀξύνεσθαι ἡμῶν ἀναγινωσκόντων βαρυτόνως οὕτως οὖν εἰκὸς καὶ ἐπι τοῦ Κάρησσος μὴ πεισθῆναι τὸν Ἀρίσταρχον ὁμοίως τοῖς ἐγχωρίοις προενέγκασθαι τὴν λέξιν· τάχα δὲ ἐπεὶ ἑώρα τὰ εἰς λήγοντα ὑπερ δύο συλλαβὰς ὀξυνόμενα τῷ η παραληγόμενα ἕτερον ἔχοντα ς , τοῦτο δὲ ἓν ἀναδεξάμενον , διὰ τοῦτο καὶ ἐξήλλαξεν αὐτὸ τῆς ἐκείνων τάσεως· εἴγε τὸ Ἀλικαρνησσὸς δισσὸν ἔχει τὸ ς , Λυκαβησσός , Ταρτησσος · τὸ μέντοι Κάρησος ἓν ἔχει τὸ ς . ἴ̈̈σως οὖν δια τοῦτο ἐξηλλάγηimage

msA, 12.A11, commenting on 12.20 Ῥοδίος τε παροξυτονητέον κύριον . εἰκὸς μέντοι τὸ ὄνομα τοῦ ποταμοῦ έχειν πλεονασμὸν τοῦ δ ἐοικὸς γὰρ τῷ ποταμῷ , παρὰ τὸν ῥοῦν ὠνομάσθαι ὥστε αὐτὸν εἶναι ῥοΐον καὶ Ῥοδίονimage

msA, 12.A13, commenting on 12.22 βοάγρια τὰ εἰς τὴν βοὴν ἀγειρόμενα . ἢ βόεια γέρρα ὅ ἐστι δέρρα ἐξ ἀγρίων βοῶν γενόμεναimage

msA, 12.A14, commenting on 12.25 ἐννῆμαρ δ’ ἐς τεῖχος ἐπι ἐννέα ἡμέρας ἔνιοι δὲ δασέως καὶ δια τοῦ ἑνὸς ν ἀναγινώσκουσιν ὲν ῆμαρ ἵν’ ᾖ μιᾷ ἡμέρα ὥστε μηνιοῦσθαι τὴν τῶν θεῶν δύναμιν μη δυνηθέντων στρέψαι λόγω . θᾶττον δὲ υπ τῶν Ἑλλήνων ἐν μιᾷ ἡμέρα γεγονός . οἱ δέ φησὶν , δια τοῦτο τέσσαρας ποταμοὺς εἰσάγει καὶ θεοὺς παρίστησιν οὐχ ἵνα μόνον ἀφανίση τὸ τεῖχος . ἀλλὰ καὶ τὸν τόπον δια τὸ μηδὲ ἴχνος φανῆναιimage

msA, 12.A15, commenting on 12.22 βοάγρια αἱ ἀπο βοείων βυρσῶν κατασκευασθεῖσαι ἀσπίδεςimage

msAext, 12.A1, commenting on 12.10-12.12 ** ὀφρα μεν Ἑκτωρ ζωὸς ** ἀπορίαν εἰκότως παρεχει τὰ έπη ταῦτα ἃ περι τοῦ τείχους τῶν Ἀχαιῶν . ὁ Ὁμηρος ἀναπεφωνηκε· ὄφρα μὲν Ἑκτωρ ζωὸς έην . καὶ μηνι’ Ἀχιλλευς καὶ Πριάμοιο άνακτος ἀπόρθητος πόλις ἐπλε τόφρα δὲ καὶ μέγα τεῖχος Ἀχαιῶν ἔμπεδον ἐφ όσον ὁ μὲν Ἑκτωρ έζη Ἀχιλλεὺς δὲ ἐμήνιεν ἡ δε τοῦ Πριάμου πο ἀνάλωτος ἔμενεν· μετα δὲ τὴν ἁλωσιν Ἰλίου καὶ τον ἀπόπλουν τῶν Ἀχαιῶν τοτε κατερίφθη , ὅτι γράφεται τοῦ πολὲμου συνεστῶτος . καὶ Ἀχιλλέυς μὲν μηνίοντος Ἑκτωρος δὲ περιόντος καὶ ἀριστεύοντος , ὑπο τῶν Τρωων τὸ τεῖχος τῶν Αχαιῶν κατερίφθη καὶ διοδευσιμον γέγονε τοῖς πολεμίοις· ὁ μὲν γὰρ Σαρπηδων τὰς ἐπάλξεις αὐτοῦ καὶ μέρος τί καταβέβληκεν· ο δε Ἑκτωρ καὶ τὰς πύλας διέρρηξεν· ὁ δὲ Ἀπόλλων σχεδὸν ὅλον αὐτὸ διέλυσε τὸ καταριφθὲν οῦν τεῖχος οὐχ ὑπ ανων μόνον ἀλλα καὶ θεῶν ἐν τῶ τῆς μήνιδος χρόνω τοῦτο λέγειν ἀσφαλὲς καὶ ἀρηρὸς ἐν τῷ τοῦ πολέμου καιρῷ διαμεμενηκέναι μεχρι πορθήσεως Ἰλίου ἀπορον εἰς λύσιν· οἱ μὲν οὖν γραμματικοὶ ἀπο τοῦ πλείστου μέρους αξιοῦσι λέγειν ἔμπεδον . ὀλίγον γὰρ εἶναι τὸ σαλευθὲν ὑπο τῶν Τρώων · ἀγνοοῦσι δὲ οῦτοι ότι τινα κὰν ἐκ μέρους πάθη οὐτε ἐστιν ἔμπεδα οὔτε ἀρηροτα , καὶ ἁμφορεὺς διατρηθεὶς κὰν σχεδὸν όλον τὸ κυτος άθραυστον , ἠ οὐκέτ’ ἐστιν ἔμπεδος ἀμφορευς , ἀλλ’ όστρακον καὶ τεῖχοσ οὐκεθ οἷον τε κρύπτειν τοὺς τειχίσαντας οὐκέτ’ ἂν εἴη ἔμπεδον τεῖχος ἀλλα σορὸς λίθων μήποτ’ οὖν , ἡ ἔμπεδον λέξις οὐκ είληπται . νῦν μεταφορικῶς ἐν ΐσω τῷ ἀσφαλες καὶ ἀραρὸς οὐδε ἐστιν ὅμοιον τὸ οὐδε μοι ῆτορ ἔμπεδον ἀλλ ἀλύκτημαι ὁ μὲν ἔμπεδον ἡνιόχευεν ἀλλα κυρίως νῦν ἐξενήνεκται , τὸ πέδον ἐχούσης ἐντεταγμένον τῆς λέξεως , ὥστε σημαινοι ἄν ὅτι ἐν τῷ πεδίῳ κείμενον καὶ μὴ ἁλίπλοον ἀντέθηκε γὰρ τὸ ἑμπεδον τῷ ἁλιπλόω τὸ ἐν τῶ πεδίῳ προς τὸ αῦθις ἁλίπλουν γιγνομένον γὰρ ἔφη τόφρα δὲ καὶ μέγα τεῖχος απόρθητον ἦν καὶ ἄθραυστον καὶ ἔμπεδον καὶ πάλιν ούτι πολὺν χρόνον ἔμπεδον ῆεν · τί οὖν πάσχει ὕστερον τῶν ποταμῶν πάντων φησὶν ὁμόσε στόματ’ έτραπε Φοῖβος Ἀπόλλων · ἐννῆμαρ δ’ ἐς τεῖχος ΐει ῥόον υἱε δ’ ἄρα Ζεὺς συννεχες ὄφρα κε θᾶσσον ἁλίπλοα τείχεα θείη αὐτὸς δ’ ἐννοσίγαιος ἔχων χείρεσσι τρίαιναν ἡγεῖτ’ ἐκ δ’ ἄρα πάντα θεμείλια κύμασι πέμπε φιτρῶν καὶ λάων τὰ θέσαν μογέοντες Ἀχαιοὶ λεια δ’ ἐποίησεν παρ αγάρροον Ἑλλησποντον ὥστ’ εἰ καὶ πεπτωκὸς ἦν τὸ τεῖχος , ἀλλ επι τῶ ἐμπέδω ῆν τὰ πτώματα καὶ τὰ θεμέλια , ὕστερον δὲ πάντα δι ύδατος εἰς θάλασσαν φησὶν ἐξενεχθῆναι , συνεστώσης δὲ τῆς πόλεως οὐδὲν τοῦ τείχους ἁλίπλουν γέγονεν . οὐδ ότε Ξάνθος ἐπλήμυρεν κάτ’ Αχιλλέως , καὶ τὸ κατα μεταφορὰν δ’ ἔμπεδον τὸ σημαῖνον τὸ ἀκίνητον ἀπο τῶν ἐν τῶ πεδίω μενόντων ἀκινήτων λέγεται , τὸ δὲ τεῖχος κατ αυτο μὲν ἐκινήθη ἐκ μέντοι τοῦ πεδίου κατηνέχθη ἐπι θάλασσαν ὅπερ φησὶν αὐτὸς ὕστερον παθεῖν image

msAil, 12.A1, commenting on 12.1@ὡς-μὲν οuτ μὲν οuτimage

msAil, 12.A3, commenting on 12.3@ὁμιλαδὸν παμπληθίimage

msAil, 12.A4, commenting on 12.4@τάφρος τὸ όρυγμαimage

msAil, 12.A5, commenting on 12.4@σχήσειν ἀνθέξεινimage

msAil, 12.A6, commenting on 12.7@ληΐδα σκυλαimage

msAil, 12.A7, commenting on 12.8@ῥύοιτο φυλάττοιimage

msAil, 12.A8, commenting on 12.8@ἀἕκητι αβουλίαimage

msAil, 12.A9, commenting on 12.9@ἔμπεδον ασφαλὲς ϊσχυρόνimage

msAil, 12.A10, commenting on 12.12@τόφρα επι τοσούτῳimage

msAil, 12.A11, commenting on 12.12@ἔμπεδον επίπεδονimage

msAil, 12.A13, commenting on 12.17@μητιόωντο εβουλεύοντοimage

msAil, 12.A14, commenting on 12.18@ἀμαλδῦναι καταστρέψαι αφανίσαιimage

msAil, 12.A15, commenting on 12.18@ποταμῶν-μένος περίφρασις τοὺς ποτimage

msAil, 12.A17, commenting on 12.20@Ἐπτάπορός ποτimage

msAil, 12.A18, commenting on 12.20@Κάρησός ποτimage

msAil, 12.A19, commenting on 12.20@Ῥοδίος ποτimage

msAim, 12.A1, commenting on 12.11 ουτ Ἀρίσταρχος έπλενimage