Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 155r

Manuscript msA, page 155r

image

prev: 154v next: 155v

Iliad text

12.26 συννεχὲς . ὄφρά κε θᾶσσον ἁλίπλοα τείχεα θείη·image1, 2, 3

12.27 αὐτὸς δ’ ἐννοσίγαιος ἔχων χείρεσσι τρίαινανimage

12.28 ἡγεῖτ’ . ἐκ δ’ ἄρα πάντα θεμείλια κύμασι πέμπεimage

12.29 φιτρῶν καὶ λάων . τὰ θέσαν μογέοντες Ἀχαιοί ·image1

12.30 λεῖα δ’ ἐποίησεν παρ’ αγάρροον Ἑλλήσποντον .image1, 2, 3, 4

12.31 αὖτις δ’ ἠϊόνα μεγάλην ψαμάθοισι κάλυψε .image1

12.32 τεῖχος ἀμαλδύνας· ποταμοὺσ δ’ ἔτρεψε , νέεσθαιimage

12.33 καρ ρόον . ᾗ περ πρόσθεν ΐη καλίρροον ὕδωρ·image1, 2

12.34 ὡσ άρ’ ἔμελλον ὄπισθε Ποσιδάων καὶ Ἀπόλλωνimage1, 2

12.35 θησέμεναι· τότε δ’ ἀμφὶ μάχη ἐνοπή τε δεδήειimage

12.36 τεῖχοσ ἐΰδμητον· κανάχιζε δὲ δούρατα πύργωνimage1, 2, 3

12.37 βαλλόμεν’ . Ἀργεῖοι δὲ Διὸς μάστιγι δαμέντεσ·image1, 2

12.38 νηυσὶν ἐπὶ γλαφυρῇσιν ἐελμένοι ἰ̈σχανόωντο·image1, 2

12.39 Ἕκτορα δειδιότεσ κρατερὸν . μήστωρα φόβοιο·image

12.40 αὐτὰρ ὅ γ’ ὡσ τὸ πρόσθεν ἐμάρνατο ἶ̈σοσ ἀέλληι·image1, 2

12.41 ὡσ δ’ ὅτ’ ὰν ἔν τε κύνεσσι καὶ ἀνδράσι θηρευτῇσιimage1

12.42 κάπριος . ἠὲ λέων στρέφεται σθένεϊ βλεμεαίνων .image1, 2

12.43 οἱ δέ τε πυργηδὸν σφέασ αὐτοὺσ ἀρτύναντεςimage

12.44 ἀντίοι ἵ̈στανται . καὶ ἀκοντίζουσι θαμειὰςimage1

12.45 αἰχμὰσ ἐκ χειρῶν . τοῦ δ’ οὔ ποτε κυδάλιμον κῆρimage1

12.46 ταρβεῖ . οὐδὲ φοβεῖται ἀγηνορίη δέ μιν ἔκτα·image1, 2, 3, 4, 5

12.47 ταρφέα τε στρέφεται . στίχασ ἀνδρῶν πειρητίζων .image1

12.48 ὅππηι τ’ ἰ̈θύσηι· τῇ τ’ εἴκουσι , στίχες ἀνδρῶν .image

12.49 ὡσ Ἕκτωρ ἀν ὅμιλον ἰ̈ὼν . ἐλλίσεθ’ , ἑταίρουσ·image1

12.50 τάφρον ἐποτρύνων διαβαινέμεν· οὐδέ οἱ ἵπποιimage

Scholia text

msA, 12.B1, commenting on 12.26 ‡ ἀλίπλοα : τὴν λι φασὶ συλλαβὴν ὀξυτονητέον· κατα γὰρ αὐτῶν τῶν ἐριπίων ἡ λέξις κεῖται· οὐχὶ τὰ ἐν τῇ ἁλὶ πλέοντα σημαίνεται οὕτως Ἀλεξίων καὶ οἱ ἄλλοι· καγῶ δὲ συγκατατίθεμαι τῇ προσωιδία ἑκεῖνο γὰρ ἔχω ἀποφήνασθαι ὡς ὅτι ὁπότερον ἐὰν σημαίνη προπαροξυτονηθήσεται· οὕτως γὰρ ἐμελέτησε τὰ παρα τὸ πλέω εἴ γε καὶ τὸ πρωτόπλοος προπαροξύνομεν· καὶ δῆλον ὅτι εἰς αποφυγὴν τῶν οὕτως παραγομένων διπλόος τριπλοος ⁑image

msA, 12.B3, commenting on 12.33 καλλίροον ὕδωρ : οὕτως φέρουσι τὴν γραφήν ἱέν ὡς τιθέν· καὶ γίνεται ἀμφίβολον πότερον αὐτοὶ οἱ ποταμοὶ ἵεν ἵνα τοῦ ἵεσαν συγκπ ὑπαρχ ὡς ἀπο τοῦ ἐτίθεσαν τὸ ἐτίθεν . καὶ δέον δασύνειν· εἰ δὲ ἑνικὸν εἴη τὸ εἶην ἀντι τοῦ ἐπορεύετο ψιλωτέον ὁμοίως τῷ ἆσσον ῗεν πολυκάρπου ἁλῴης ὅπερ οὐ πίθανον · ἡ μέντοι κοινὴ ΐει ἐστὶν ὁμοίως τῷ ἐννῆμαρ δ’ ἐς τεῖχος ἵ̈ει ῥόον καὶ μήποτε εἴη πιθανώτερον· πάντα γὰρ ὁρᾶται τὰ παρακείμενα ἑνικῶς τεθειμενα τεῖχος δ’ αμαλδύνας ποταμοὺς δ’ ἔστρεψε νέεσθαι ⁑image

msA, 12.B4, commenting on 12.34 ὡς ἂρ ἔμελλον· ὄπισθεν ὅτι Ζηνοδοτ γράφει ὡς ήμελλον ὄπισθε · ἔστι δὲ βάρβαρον τὰ γὰρ ἀπο συμφώνου ἀρχόμενα ἐπὶ τοῦ παρεληλυθότος χρόνου ἀπὸ τοῦ ε ἄρχεται· καὶ ὅτι τὸ ἔμελλον ἀντι τοῦ ἐώικεσαν ⁑image

msA, 12.B5, commenting on 12.36 τεῖχος εΰδμητον · ὅτι πύργων ἀντι τοῦ πύργους . καὶ ἐλλείπει ἡ ἐπι . ἵν’ ἢ κανάχιζε δὲ δούρατα ὡς ἐπι πύργους βαλλόμενα οὐ τὰ επῳκοδομημενα τῷ τείχει ἐκανάχιζε ξύλα . Διοδύσιος δὲ ὁ Σιδώνιος , τὴν μὲν πτωσιν οὐκ ενήλλαξε τὴν δὲ προθ προσλαβὼν εἴρηκεν ἐπι πύργους βαλλόμενα ⁑image

msA, 12.B6, commenting on 12.37 Διὸς μάστιγι : : τῇ Διὸς γνώμη· τὰς ψυχὰς κεκακωμένοι . Διὸς δὲ μάστιξ ὁ κεραυνὸς ·image

msA, 12.B7, commenting on 12.40 αὐτὰρ ὅ γ’ ὡς τὸ πρόσθεν : εἴτε ὑποστίζοιμεν ἐπὶ τὸ προσθεν , εἴτε διαστέλλοιμεν ἐπι τὸ ἐμάρναντο · τὸ ῥῆμα κοινὸν γίνεται ἀμφοτερων τῶν μερῶν ἐμάχετο ὡς πρόσθεν ἐμάχεντο ⁑image

msA, 12.B8, commenting on 12.46 ταρβεῖ οὐδε φοβεῖται : ὅτι οὐ τὸ αὐτὸ σημαίνει δι αμφοτέρων . ἀλλα μὲν δια τοῦ ταρβεῖ . δέδιεν ὃ ἡμεῖς φοβεῖται· δια δε τοῦ φοβεῖται φεύγει . λέγει οὖν οὔτε δέδιεν οὔτε φεύγει ⁑image

msA, 12.B9, commenting on 12.49 ἐλίσσεθ’ ἑταίρους . τὸ ἐλίσσετο . ἑκατέροις δύναται προσδίδοσθαι καὶ σημαίνει ἠ τὸ παρεκάλει παρα τὸ λίσσεσθαι . ἢ ἐστρέφετο παρα τὸ ἑλίσσω ῥῆμα ἐπεὶ καὶ λέοντι αὐτὸν εἰκάζειν πιθανώτερον δὲ τοῖς ἑξῆς αὐτῷ συντάττειν . οὔτε γὰρ εὔκαιρος ἡ διαστολη , ἐπι τοῦ ἐννέα καὶ δεκάτου χρόνου· οὔτε τὸ πλῆθος εἰκὸς αὐτὸν παρακαλεῖν . ἀλλ τοὺς ἑτέρους μόνους ⁑image

msAext, 12.B1, commenting on 12.34 ** ** αειδαον image

msAil, 12.B1, commenting on 12.26@συννεχὲς ἀδιαλείπτωςimage

msAil, 12.B3, commenting on 12.30@λεῖα ομαλάimage

msAil, 12.B4, commenting on 12.30@αγάρροον παρα τὸν άγαν ροώδηimage

msAil, 12.B6, commenting on 12.31@ἠϊόνα αιγιαλόνimage

msAil, 12.B7, commenting on 12.36@κανάχιζε ηχεὶimage

msAil, 12.B8, commenting on 12.37@μάστιγι τῶ κεραυνωῖimage

msAil, 12.B9, commenting on 12.38@ἐελμένοι συγκεκλιμμεimage

msAil, 12.B10, commenting on 12.38@ἱ̈σχανόωντο κατείχοντ ἐπείθοντο :image

msAil, 12.B11, commenting on 12.41@θηρευτηῖσι ἔν τισι θηρητῆρσι .image

msAil, 12.B14, commenting on 12.45@κυδάλιμον ἔνδοξον γενναῖονimage

msAil, 12.B15, commenting on 12.46@ταρβεῖ δέδιενimage

msAil, 12.B16, commenting on 12.46@φοβεῖται οὐδε φέυγειimage

msAil, 12.B17, commenting on 12.46@ἀγηνορίη ὄτι ἀντὶ ἀνδρείως δὲ θνimage

msAil, 12.B18, commenting on 12.47@ταρφέα πυκναimage

msAim, 12.B1, commenting on 12.30 ουτ Αριστχ εποίησεν .image

msAint, 12.B1, commenting on 12.26 Αρισταρχ καὶ Αριστφη δια τοῦ ετέρου ν ⁑image

msAint, 12.B3, commenting on 12.40 Αρισοφα ἐμαίνετimage

msAint, 12.B4, commenting on 12.44 γράφεται ἀντίον οὑ γὰρ Αρίσταρχος ⁑image

msAint, 12.B5, commenting on 12.46 ουτ χωρὶς τοῦ ϊ Ἀρίσταρχος ἔσ ἡ ἀγηνορία ⁑image