Manuscript msA, page 155v
prev: 155r | next: 156r |
12.51 τόλμων ὠκύποδες . μάλα δὲ χρεμέτιζον ἐπ’ ἄκρωι
12.52 χείλει ἐφεσταότες· ἀπὸ γὰρ δειδίσσετο τάφρος1
12.53 εὐρεῖ’ . οὔτ’ ὰρ ὑπερθορέειν σχεδὸν . οὔτε περῆσαι
12.54 ῥηϊδίη· κρημνοὶ γὰρ ἐπηρεφέες περὶ πᾶσαν1, 2
12.55 ἕστασαν ἀμφοτέρωθεν . ὕπερθεν δὲ σκολόπεσσιν1
12.56 ὀξέσιν ἠρήρει . τοὺς ἔστασαν υἷες Ἀχαιῶν1, 2
12.57 πυκνοὺς καὶ μεγάλους . δηΐων ἀνδρῶν ἀλεωρήν·1
12.58 ἔνθ’ οὔ κεν ῥέα , ἵ̈ππος ἐΰτροχον ἅρμα τιταίνων
12.59 ἐσβαίη· πεζοὶ δὲ μενοίνεον . εἰ τελέουσι·1, 2
12.60 δὴ τότε Πουλυδάμας θρασὺν Ἕκτορα εῖπε παραστάς·1
12.61 Ἕκτορ τ’ ἢδ’ ἄλλοι Τρώων ἀγοὶ ἠδ’ ἐπίκούρων1
12.62 ἀφραδέως δια τάφρον ἐλαύνομεν ὠκέας ἵππους·1, 2
12.63 ἡ δὲ μάλ’ ἀργαλέη περάαν . σκόλοπες γὰρ ἐν αυτῇ
12.64 ὀξέες ἑστᾶσιν . ποτὶ δ’ αὐτοὺς τεῖχος Ἀχαιῶν ·
12.65 ἔνθ’ οὔ πως ἐστὶν καταβήμεναι οὐδὲ μάχεσθαι
12.66 ἱ̈ππεῦσι· στεῖνος γὰρ . ὅθι τρώσεσθαι ὀΐω·1, 2
12.67 εἰ μὲν γὰρ δὴ πάγχυ κακὰ φρονέων ἀλαπάζει1
12.68 Ζεὺς ὑψιβρεμέτης . Τρώεσσι δὲ βούλετ’ ἀρήγειν ,
12.69 ῆ τ’ ὰν ἔγωγ’ ἐθέλοιμι καὶ αὐτίκα τοῦτο γενέσθαι .1
12.70 νωνύμνους ἀπολέσθαι ἀπ’ Ἄργεος ἐνθάδ’ Ἀχαιούς ·
12.71 εἰ δέ χ’ ὑποστρέψωσι . παλίωξις δὲ γένηται1, 2
12.72 ἐκ νηῶν . καὶ τάφρῳ ἐνιπλήξωμεν ὀρυκτῇ .
12.73 οὐκέτ’ ἔπειτ’ ὀίω οὐδ’ ἄγγελον ἀπονέεσθαι
12.74 ἄψορρον προτὶ ἄστυ ἐλιχθέντων ὑπ’ Ἀχαιῶν ·1
12.75 ἂλλ’ άγεθ’ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·
msA, 12.C1, commenting on 12.55-12.56 ‡ ἕστασαν ἀμφοτέρωθεν· εστασαν υἷες Αχαιῶν : τὸ μὲν πρότερον ἕστασαν δασύνει ὁ Ἀρίσταρχος . ἐπειδήπερ τὸ αὐτὸ ἐστι τὸ ἑστήκεισαν ἔφαμεν δὲ καὶ ἡμεῖς δασύνεσθαι τὸ ε τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου ἐπὶ τούτου τοῦ ῥήματος· τὸ μέντοι δεύτερον ψιλοῖ ἰσοδυναμεῖ γὰρ τῷ ἔστησαν οὓς ἔστησαν γὰρ οἱ Ἀχαιοί . τὸ δὲ ε τοῦ ἀορίστου ἐπ τούτου τοῦ ῥήματος εψιλοῦτο συγκατατίθεται δὲ καὶ ὁ Ἀσκαλωνίτης τῇ τοιαύτη ἀναγνώσει καὶ ἡμεῖς ⁑
msA, 12.C3, commenting on 12.59 ἐσβαίη : ἡ Ζηνοδότειος καὶ Ἀριστοφάνειος καββαίη . καὶ γὰρ ἐπιφέρει ἔνθ’ οὔ πως ἐστὶ καταβήμεναι οὐδὲ μάχεσθαι ⁑
msA, 12.C4, commenting on 12.60 δὴ τότε πουλυδάμασ : ὅτι ἐλλείπει ἡ προς πρὸς Ἕκτορα , ὡς καὶ τότ’ ἄρ Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον · δύναται δὲ τὸ ἑξῆς εἶναι παρ Ἕκτορα στὰς , ὡς μὴ λείπειν τὴν πρόθεσιν ⁑
msA, 12.C6, commenting on 12.71 εἰ δέ χ’ ὑποστρέψωσι . προς τὴν παλίωξιν ὅτι ἐστιν πάλιν δίωξις ὅταν μεταβαλλόμενοι διώκωσιν οἱ διωκόμενοι ἡ δὲ ἀναφορὰ πρὸς τὸ ἐκ τοῦ δ άν τοι ἔπειτα παλίωξιν παρα νηῶν αἰὲν ἐγὼ τευχοιμι κακῶς διὸ ἀθετεῖται ⁑
msAil, 12.C1, commenting on 12.52@δειδίσσετο εἱσ δέοσ ῆγε καί φοβον
msAil, 12.C3, commenting on 12.54@ἐπηρεφέεσ ὑψηλοι μεγάλοι
msAil, 12.C4, commenting on 12.55@σκολόπεσσιν ξύλοισ ἀπωξυμμέννοιο
msAil, 12.C5, commenting on 12.56@ἠρήρει επεπύκνωτο
msAil, 12.C6, commenting on 12.57@ἀλεωρήν φυλακην απο φυγην :
msAil, 12.C7, commenting on 12.59@μενοίνεον προεθυμοῦν το ενενό ουν
msAil, 12.C8, commenting on 12.61@ἐπίκούρων οι
msAil, 12.C9, commenting on 12.62@ἀφραδέωσ ἀπρονοήτωσ ἀπείρωσ
msAil, 12.C10, commenting on 12.66@τρώσεσθαι ἀντι του ἐλαττωθήναι ἡττηθῆναι :
msAil, 12.C11, commenting on 12.67@άλαπἀζει πορθεῖ
msAil, 12.C13, commenting on 12.74@ἐλιχθέντων ὑποστραφέντων :
msAim, 12.C1, commenting on 12.54@περὶ-πᾶσαν Ἀριστοφά δια πᾶσαν
msAim, 12.C3, commenting on 12.67@εἰ-πάγχυ Ἀριστφά εἰ μὲν γὰρ τοὺς παγχυ ⁑
msAim, 12.C4, commenting on 12.68@βούλετ’-ἀρήγειν ΐετ’ ἀρήγειν οὕτως πᾶσαι ⁑
msAim, 12.C5, commenting on 12.69@ῆ ὀντωσ