Manuscript msA, page 156r
prev: 155v | next: 156v |
12.76 ἵππους μὲν θεράποντες ἐρυκόντων ἐπι τάφρῳ .1
12.77 αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι . θωρηχθέντες1, 2, 3
12.78 Ἕκτορι πάντες ἑπώμεθ’ ἀολλέες . αὐτὰρ Ἀχαιοὶ
12.79 οὐ μενέουσ’ . εἰ δή σφιν ὀλέθρου πείρατ’ ἐφῆπται :1
12.80 ὡς φάτο Πουλυδάμας . ἅδε δ’ Ἕκτορι μῦθος ἀπήμων .
12.81 αὐτίκα δ’ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε .
12.82 οὐδὲ μὲν ἄλλοι Τρῶες ἐφ’ ἵ̈ππων ἠγερέθοντο .
12.83 ἂλλ’ ἀπο πάντες ὄρουσαν . ἐπεὶ ἴ̈δον Ἕκτορα δῖον .
12.84 ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστος
12.85 ἵ̈ππους εὖ , κατὰ κόσμον ἐρυκέμεν αὖθ’ ἐπι τάφρῳ .1
12.86 οἱ δὲ διαστάντες . σφέας αὐτοὺς ἀρτύναντες .1, 2
12.87 πένταχα κοσμηθέντες ἅμ’ ἡγεμόνεσσιν ἕποντο :1, 2
12.88 οἱ μὲν ἅμ’ Ἕκτόρ ‘ ἴ̈σαν καὶ ἀμύμονι Πουλυδάμαντι .
12.89 οἳ , πλεῖστοι καὶ ἄριστοι ἔσαν : μέμασαν δὲ μάλιστα1, 2
12.90 τεῖχος ῥηξάμενοι κοίλῃς ἐπὶ νηυσὶ μάχεσθαι .1
12.91 καί σφιν Κεβριόνης τρίτος εἵπετο· πὰρ δ’ ὰρ ὄχεσφιν .
12.92 ἄλλον Κεβριόναο χερείονα , κάλλιπεν Ἕκτωρ .
12.93 τῶν δ’ ἑτέρων Πάρις ἦρχε καὶ Ἀλκάθοος καὶ Ἀγήνωρ .1, 2, 3
12.94 τῶν δὲ τρίτων Ἕλενος καὶ Δηΐφοβος θεοειδὴς
12.95 υἷε δύω Πριάμοιο . τρίτος δ’ ἦν Ἄσιος ἥρως .
12.96 Ἄσιος Ὑρτακίδης . ὃν , Ἀρίσβηθεν φέρον ἵπποι .1
12.97 αἴθωνες , μεγάλοι , ποταμοῦ ἄπο Σελλήεντος .1, 2
12.98 τῶν δὲ τετάρτων ἦρχεν ἐῢς πάϊς Ἀγχίσαο
12.99 Αἰνείας . ἅμα τῷ γε δύω Ἀντήνορος υἷε
12.100 Ἀρχέλοχός τ’ . Ἀκάμας τε . μάχης εὖ εἰδότε πάσης ;
msA, 12.D1, commenting on 12.77 αὐτοὶ δὲ πρυλέες συν τευχ θωρηχθέντες ἔχει μέν τινα διλογίαν ὁ στίχος ἐπεὶ καὶ σὺν τευχεσι καὶ θωρηχθεντ δὲ ὅμως γοῦν τὸ συν τεύχεσι ἢ τοῖς ἄνω προσδοτέον ΐν’ ἐλάττων ἡ διλογία γένηται , ἠ τοῖς ἑξῆς . ἵν’ ἡ συν πρόθεσις κέηται ἀντι τῆς ἔν ὡς ἐκεῖ , τὴν μὲν ἐγὼ συν ηΐ τ’ εμῇ καὶ ἐμοῖς ἑτάροισιν· βέλτιον δὲ τὸ πρότερον
msA, 12.D3, commenting on 12.93 τῶν δ’ ἑτέρων Πάρις ῆρχε ὡς ἐπι τοῦ δευτέρου τάγματος , ἑτέρων εἴρηκεν , ἢ ὅτι τηρεῖ τὴν ἐν τούτοις διαφοράν
msA, 12.D4, commenting on 12.93 Παρις κατα γαστρὸς ἔχουσα ἡ Ἐκάβη ὄναρ ἐθεάσατο . ὅτι ἔτεκεν δαλὸν ὑφ οὗ πᾶσα κατεφλέχθη ἡ πόλις· τὸ οὖν τεχθὲν οὐ γνώμη τῶν μάντεων ἐξετέθη ἀλλα γνώμη θεῶν ὑπο τοῦ εὑρόντος ἐτράφη βουκόλου . ὃς ἄρκτον αὐτῷ γάλα ἐπισχοῦσαν θεασάμενος ἀνέθρεψεν . ἐκλήθη οὖν Πάρις οὐχ ὥς τινες φασὶν ἐν πήρᾳ ἐτράφη ἀλλ ὅτι τὸν μόρον παρῆλθεν . ὕστερον δὲ Αλέξανδρος . ὅτι τῇ πατρίδι ἐξηλέησεν ὅ ἐστιν ἐβοήθησε πολεμίων ἐπελθόντων
msA, 12.D5, commenting on 12.96 Ἅσιος Ὑρτακίδης ὅτι πλεονάζει ἐν τὰς ἐπαναλήψεις ἐν δε ἅπαξ πρὸς τοὺς χωρίζοντας
msA, 12.D6, commenting on 12.97 αἴθωνες μεγάλοι ποταμοῦ ἀπο Σελήεντος ὅτι Σελλήεις ποταμὸς ἐπ Ἀσίας οὗτος , ἕτερος δὲ ἐπὶ Θεσπρωτίας
msAil, 12.D1, commenting on 12.77@πρυλέες πεζοὶ ὁπλίται
msAil, 12.D3, commenting on 12.89@ἀπήμων αλυπ
msAil, 12.D4, commenting on 12.86@ἀρτύναντες παρασκευάσαντες τάξαντες
msAil, 12.D5, commenting on 12.87@πένταχα εἰς ε τάξεις
msAil, 12.D6, commenting on 12.93@Πάρις Αλέξανδρος
msAil, 12.D7, commenting on 12.97@αἴθωνες διάπυροι οξεῖς
msAim, 12.D1, commenting on 12.76 ἀντι τοῦ ἐρυκετωσαν
msAim, 12.D3, commenting on 12.79 Ζηνόδοτος καὶ Ἀριστοφάνης πείραρ ενικω
msAim, 12.D5, commenting on 12.87 γράφεται έκαστοι