Manuscript msA, page 156v
prev: 156r | next: 157r |
12.101 Σαρπηδὼν δ’ ἡγήσατ’ ἀγακλειτῶν ἐπικούρων ,
12.102 πρὸς δ’ ἕλετο Γλαῦκον καὶ ἀρήϊον Ἀστεροπαῖον ,
12.103 οἳ γάρ οἱ εἴσαντο διακριδὸν εἶναι ἄριστοι1
12.104 τῶν ἄλλων μετά γ’ αὐτόν· ὁ δ’ ἔπρεπε καὶ δια πάντων·
12.105 οἳ δ’ ἐπεὶ ἀλλήλους ἄραρον τυκτῇσι βόεσσι .1, 2, 3
12.106 βάν ῥ’ ἰ̈θὺς Δαναῶν λελιημένοι . οὐδ έτ’ ἔφαντο1
12.107 σχήσεσθ’ . ἂλλ’ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι·1
12.108 ἔνθ’ ἄλλοι Τρῶες , τηλεκλειτοί τ’ ἐπίκουροι .
12.109 βουλῇ Πουλυδάμαντος ἀμωμήτοιο πίθοντο·
12.110 ἂλλ’ οὐχ Υρτακίδης ἔθελ’ Ἄσιος ὄρχαμος ἀνδρῶν
12.111 αὖθι λιπεῖν ἵππους τε καὶ ἡνίοχον θεράποντα·
12.112 ἀλλὰ σύν αὐτοῖσιν πέλασεν νήεσσι θοῇσι·1
12.113 νήπιος , οὐδ’ άρ’ ἔμελλε κακὰς ὑπο κῆρας ἀλύξας .1
12.114 ἵ̈πποισιν καὶ ὄχεσφιν ἀγαλλόμενος . παρὰ νηῶν1
12.115 ὰψ ἀπονοστήσειν προτὶ Ἲ̈λιον ἠνεμόεσσαν·1
12.116 πρόσθεν γάρ μιν μοῖρα δυσώνυμον ἀμφεκάλυψεν1
12.117 ἔγχεϊ ‘̈Ιδομενῆος ἀγαυοῦ Δευκαλίδᾱο ·
12.118 εἴσατο γὰρ νηῶν ἐπ’ ἀριστερά , τῇ περ Ἀχαιοὶ1, 2
12.119 ἐκ πεδίου , νίσοντο σὺν ἵπποισιν καὶ ὄχεσφι .1
12.120 τῇ ῥ’ ἵ̈ππους τε καὶ ἅρμα διήλασεν , οὐδὲ πύλῃσιν1
12.121 εὗρ’ ἐπικεκλιμένας σανίδας καὶ μακρὸν ὀχῆα·1, 2
12.122 ἂλλ’ ἀναπεπταμένας ἔχον ἀνέρες , εἴ τιν’ ἑταίρων
12.123 ἐκ πολέμου φεύγοντα , σαώσειαν μετα νῆας·
12.124 τῇ ῥ’ ἰ̈θὺς φρονέων ἵππους ἔχε , τοὶ δ’ ἅμ’ ἕποντο1
12.125 ὀξέα κεκλήγοντες· ἔφαντο γὰρ οὐκ έτ’ Ἀχαιοὺς1, 2
msA, 12.E1, commenting on 12.105 ‡ οἱ δὲ ἐπεὶ ἀλλήλους ἄραρον : σημειοῦνται τινὲς ὅτι βόας τὰς ἀσπίδας εἴρηκεν ⁑
msA, 12.E4, commenting on 12.114 ἵπποισιν καὶ ὄχεσφιν ἀγαλλόμενος· ἐπι τὸ ἀγαλλόμενος βραχὺ διασταλτέον δια τὸ σαφὲς ⁑
msA, 12.E5, commenting on 12.115 ἂψ ἀπονοστήσειν προτὶ ἴ̈λιον · ὅτι θηλυκῶς τὴν ἰλιον . ἡ δὲ ἀναφορὰ προς τὸ ἴλιον αἰπὺ ἕλοιεν ὅτι οὐδετέρως δι’ ὃ ἀθετεῖται ⁑
msA, 12.E6, commenting on 12.118 εἴσατο γὰρ νηῶν ἐπ αριστερὰ· ὅτι πολλὰ σημαίνει τὸ εἴσατο νῦν μὲν τὸ ὥρμησεν καὶ ἐπορεύθη ἀπο τοῦ εἶμὶ , ἐν ετέροις δὲ ἐφάνη . εἴσατο δ’ ὡς ὅτε ῥινον · καὶ τὸ γνῶναι εἴσομ’ αί κέ μ’ ὁ τυδείδης · καὶ ὅτι κατα ἀριστερὰ τοῦ ναυστάθμου ἡ πύλη· καὶ ὅτι μία καὶ ὅτι εἴσατο νηῶν , ἀντι τοῦ ἐπι τὰς ναῦς , ψιλοῦται δὲ ἐνταῦθα τὸ εἴσατο , ὅτι σημαντικόν ἐστι τοῦ ἐπορεύθη καὶ τὸ νῦν δ’ εἶμι ψιλοῦται ⁑
msA, 12.E7, commenting on 12.121 εὗρ ἐπικεκλιμένας σανίδας καὶ μακρὸν ὀχῆα· ὅτι ἑνικῶς εἴρηκεν ὀχῆα δύο δέ εἰσὶν· δοιοῖ δ’ ἔντοσθεν ὀχῆεσ εἶχον ἐπημοιβοί
msA, 12.E8, commenting on 12.124 τῇ ρ’ ἰθὺς φρονέων , τὸ ἰθὺς φρονέων προς τὴν δόκησιν τοῦ ἀσίου φησὶ δύναται δὲ τὸ φρονέων , καὶ καθ εἀυτὸ παραλαμβάνεσθαι ἀντι τοῦ βουλευόμενος ⁑
msA, 12.E9, commenting on 12.125 ‡ ὀξέα κεκλήγοντες : ὡς ἀρήγοντες οὐ γὰρ τὸ κεκληγότες ἐπλεόνασεν τὸ ν οὐδὲ παρα τὸ ὀξεα κεκληγώς ἐκλήθη ἀλλα παρα τὸ κέκληγα γέγονεν ὁ ἐνεστῶς κεκλήγω ὡς παρα τὸ ἄνωγα ἀνώγω πέπληγα πεπλήγω ἔνθεν τὸ ἐπέπληγον πόδες ἵππων · ἀκόλουθος δὲ τῷ κεκλήγω μετοχὴ ἡ κεκλήγων ἔνθεν τὸ κεκλήγοντες ⁑
msAil, 12.E1, commenting on 12.103@εἴσαντο έδοξαν ἐφάνησαν :
msAil, 12.E3, commenting on 12.112@πέλασεν προσῆλθεν
msAil, 12.E4, commenting on 12.113@ἀλύξας διαφυγών
msAil, 12.E5, commenting on 12.116@δυσώνυμον χαλεπη
msAil, 12.E6, commenting on 12.118@εἴσατο ώρμησεν
msAil, 12.E7, commenting on 12.119@νίσοντο ἐπορεύοντο :
msAil, 12.E8, commenting on 12.121@ὀχῆα μοχλόν
msAil, 12.E9, commenting on 12.125@ἰ̈θὺς ἐπενθείας
msAim, 12.E1, commenting on 12.105 ‡τυκτῇσι βοεσσι ταῖς εἰργασμέναις βύρσαις λέγει δὲ ταῖς ἀσπίσι· οὐδέποτε δὲ βοῦν ἁπλῶς λέγει τὴν ἀσπίδα , ἀλλα μετά τινος ἐξ οὑ γνωρίζεται οἷον βῶν ἀζαλέην ⁑