Manuscript msA, page 157r
| prev: 156v | next: 157v |
12.126 σχήσεσθ’ , ἂλλ’ ἐν νηυσὶ μελαίνηισιν πεσέεσθαι·1
12.127 νήπιοι· ἐν δὲ πύληισι δύ’ ἀνέρας εὗρον ἀρίστους·
12.128 υἷας ὑπερθύμους Λαπιθάων αἰχμητάων·1
12.129 τὸν μὲν Πειριθόου υἷα κρατερὸν Πολυποίτην .
12.130 τὸν δὲ Λεοντῆα βροτολοιγῶι ἶ̈σον Ἄρηϊ .
12.131 τὼ μὲν ἄρα προπάροιθε θυράων ὑψηλάων1, 2
12.132 ἕστασαν . ὡς ὅτε τε δρύες οὔρεσιν ὑψικάρηνοι·1
12.133 αἵ τ’ ἄνεμον μίμνουσι καὶ ὑετὸν ἤματα πάντα .
12.134 ῥίζηισιν μεγάληισι διηνεκέεσσ’ ἀραρυῖαι·1
12.135 ὡς ἄρα τὼ χείρεσσι πεποιθότες ἠδὲ βίηφι
12.136 μίμνον ἐπερχόμενον μέγαν Ἄσιον . οὐδὲ φέβοντο·
12.137 οἳ δ’ ἰ̈θὺς πρὸς τεῖχος ἐΰδμητον , βόας αὔας1, 2
12.138 ὑψόσ’ ἀνασχόμενοι . ἔκιον μεγάλωι ἀλαλητῷ .1
12.139 Ἄ̄σιον ἀμφὶ ἄνακτα· καὶ Ἰ̈αμενὸν . καὶ Ὀρέστην .1
12.140 Ἀσιάδην τ’ Ἀδάμαντα . Θόωνά , τε Οἰνόμαόν τε·1
12.141 οἳ δ’ ἤτοι εἷος μὲν ἐϋκνήμιδας Ἀχαιοὺς1
12.142 ὄρνυον ἔνδον ἐόντες ἀμύνεσθαι περὶ νηῶν·1
12.143 αὐτὰρ ἐπειδὴ τεῖχος ἐπεσσυμένους ἐνόησαν
12.144 Τρῶας . ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φόβος τε .1
12.145 ἐκ δὲ τὼ ἀΐξαντε πυλάων πρόσθε μαχέσθην ,1
12.146 ἀγροτέροισι σύεσσιν ἐοικότε , τώ τ’ ἐν ὄρεσσιν
12.147 ἀνδρῶν ἠδὲ κυνῶν δέχαται κολοσυρτὸν ἰ̈όντα·1, 2, 3
12.148 δοχμώ τ’ ἀΐσσοντε . περὶ σφίσιν ἄγνυτον ὕλην1, 2, 3, 4
12.149 πρυμνὴν ἐκτάμνοντες . ὑπαὶ δέ τε κόμπος ὀδόντων1, 2
12.150 γίνεται . εἰς ό κε τίς τε βαλὼν ἐκ θυμὸν ἕληται·
msA, 12.G1, commenting on 12.127-12.138 ‡ νήπιοι ἐν δὲ πύλῃσι δῦ ἀνέρας εὗρον ἀριστους : ζενόδοτος καὶ ἀριστοφανης δυϊκῶς ἅπαντα ἀνέρε ἀρίστω υἷε ὑπερ θύμω κιέτην ⁑
msA, 12.G3, commenting on 12.137 οἰ δ’ ϊθὺς πρὸς τεῖχος , ὅτι ουτ τὰς ἀίδας βόας αὔας . ἴθύς ε δὲ τὸ κατ ευθείαν εἶθαρ δὲ τὸ εὐθέως ⁑
msA, 12.G4, commenting on 12.137 βόας αὔας , βαρυτονοῦσιν οἱ πλείους Νικιας δὲ ὀξύνει , δια τὸ μεταφραζόμενον ἐπεὶ καὶ τὸ ξηράς ὀξύνεται εἴρηται δὲ περι τῶν τοιούτων ὅτι οὐ δὲ προς μεταφραζόμενα τὰς λέξεις τὸ νοῦν· ὁ δὲ ᾿ Ασκαλωνίτης βαρύνει χρὴ μέντοι γινώσκειν ὅτι μονήρης εστιν ἡ λέξεις οὐδεν γὰρ εἰσ ος λῆγον καθαρὸν δισύλλαβον τῇ αυ διφθόγγω , κατὰ τὴν ἡ μετέραν διαλεκτον παραλεγόμενον τριγενές ἐστι δι ὃ οὐ δε ἀντιπαράθεσιν ἔσχεν· ἴσως δὲ βεβαρυτόνηται· ἐπεὶ καὶ τὸ ναῦος ἐβαρύνετο καὶ τὸ Τραῦος κύριον . καὶ τὸ ψαῦος παρ’ Αλκμᾶνι ⁑
msA, 12.G5, commenting on 12.139 ᾿ ̣Ασιον ἀμφὶ ἄνακτα καὶ Ϊαμὲν καὶ ὀρεστ ὅτι τῷ ἀγαμέμνονος υἱῷ , ὁμώνυμος εἶ τῶν βαρβαρων ⁑
msA, 12.G6, commenting on 12.141 εἵως μὲν : ἀντι τοῦ τέως νῦν κεῖται οἷον μέχρι τινός δι ὅπερ οὐχ ὑποστικτέον ἐπεὶ μὴ κυρίως κεῖται ⁑
msA, 12.G7, commenting on 12.144 Τρωας ατὰρ Δαναῶν ὑποστικτεον Τρῶας καὶ φόβος , περισσεύοντος τοῦ συνδέσμου τοῦ ἑξῆς ἐκ δὲ τῶ ἀΐξαντε , ἡ διπλὴ δὲ ὅτι τὸ φόβος ἀντὶ τοῦ φυγή ⁑
msA, 12.G8, commenting on 12.145 ἐκ δὲ τῶ ἀΐξαντε : βέλτιον τὸ σύνηθες ἐπι τὸ ἀΐξαντε διαστέλλειν ⁑
msA, 12.G9, commenting on 12.147 κολοσυρτόν . παρὰ τὸ κῶλα ἐπισύρειν ἢ τὸν κολώνειον συριγμόν ⁑
msA, 12.G10, commenting on 12.148 δοχμώ τ’ ἀΐσσοντε . ὀξυτονητέον ἔστι γὰρ δυϊκον τὸ δε δοχμὸς ὀξύνεται . ἐπεὶ τὰ εἰς μοσ μετ επιπλοκῆς τοῦ χ ὀξύνεσθαι θέλει· αὐχμός ἰωχμός· ταύτη καὶ πλοχμός εἴτε συγκέκοπται εἴτε καὶ ἐντελὲς ἐστιν . ὀξυτονηθήσεται οὕτως οὖν καὶ τὸ δοχμός ⁑
msA, 12.G11, commenting on 12.148 περι σφίσιν : ὀρθοτονητέον εἰς γὰρ σύνθετον μεταλάμβάνεται ⁑
msAext, 12.G1, commenting on 12.131 ** ** πυλάων
msAil, 12.G1, commenting on 12.132@ὑψιάρηοι μακραί
msAil, 12.G3, commenting on 12.138@έκιον επήεσαν
msAil, 12.G4, commenting on 12.141@εἵως-μεν πρὶν ελθ τοὺς βαρβάρους
msAil, 12.G5, commenting on 12.142@ἔνδον-ἐόντες ἕως τειχῶν
msAil, 12.G6, commenting on 12.147@κολοσυρὸν θόρυβον
msAil, 12.G7, commenting on 12.148@δοχμώ εἰς πλάγιον ὁρμῶντες
msAil, 12.G8, commenting on 12.148@ἄνυτον κατκλῶσιν
msAil, 12.G9, commenting on 12.149@πρυμνὴν κατκλῶσιν
msAint, 12.G1, commenting on 12.140 προς τὴν ὁμωνυμίαν τοῦ Οινομάου :
msAint, 12.G3, commenting on 12.147 ουτ ἐν απάσαις δέχαται ⁑
msAint, 12.G4, commenting on 12.149 πρυμνὴν ὡς πυκνὴν εἴπομεν δὲ περι τούτου :