Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 158r

Manuscript msA, page 158r

image

prev: 157v next: 158v

Iliad text

12.176 ἀργαλέον δέ με ταῦτα θεὸν ὡς πάντ’ ἀγορεῦσαι·image

12.177 πάντῃ γὰρ περὶ τεῖχος ὀρώρει θεσπιδαὲς πῦρ .image1, 2

12.178 λάϊνον . Ἀργεῖοι δὲ καὶ ἀχνύμενοί περ . ἀνάγκῃimage

12.179 νηῶν ἠμύνοντο . θεοὶ δ’ ἀκαχείατο θυμὸνimage1, 2

12.180 πάντες , ὅσοι Δαναοῖσι μάχης ἐπιτάρροθοι ἦσαν :image1

12.181 σύν δ’ έβαλον Λαπίθαι πόλεμον καὶ δηϊοτῆτα·image1

12.182 ἐνθ’ αὖ Πειριθόου υἱὸς κρατερὸς Πολυποίτηςimage

12.183 δουρὶ βάλεν Δάμασον κυνέης διὰ χαλκοπαρήου·image

12.184 οὐδ’ ἄρα χαλκείη κόρυς ἔσχεθεν . ἀλλὰ διὰ πρὸimage

12.185 αἰχμὴ χαλκείη ῥῆξ’ ὀστέον . ἐγκέφαλος δὲimage

12.186 ἔνδον ἅπας πεπάλακτο . δάμασσε δέ μιν μεμαῶτα :image1

12.187 αὐτὰρ ἔπειτα Πύλωνα καὶ Όρμενον ἐξενάριξεν·image1

12.188 υἱὸν δ’ Ἀντιμάχοιο Λεοντεὺς ὄζος Ἄρηοςimage

12.189 Ἱππόμαχον βάλε δουρὶ κατα ζωστῆρα τυχήσᾱς·image

12.190 αὖτις δ’ ἐκ κολεοῖο ἐρυσσάμενος ξίφος ὀξὺ .image

12.191 Ἀντιφάτην μὲν πρῶτον ἐπαΐξας δι’ ὁμίλουimage

12.192 πλῆξ’ αὐτοσχεδίην· ὁ δ’ ἂρ ὕπτιος ούδει ερείσθη·image1

12.193 αὐτὰρ ἔπειτα Μένωνα . καὶ Ϊαμενὸν . καὶ Ὀρέστην .image1, 2

12.194 πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ :image

12.195 ὄφρ’ οἳ , τοὺς ἐνάριζον ἀπ’ ἔντεα μαρμαίροντα .image

12.196 τόφρ’ οἳ Πουλυδάμαντι καὶ Ἕκτορι κοῦροι ἕποντο .image

12.198 τεῖχος τε ῥήξειν , καὶ ἐνιπρήσειν πυρὶ νῆας ,image

12.199 οἵ ῥ’ ἔτι μερμήριζον ἐφεσταότες παρα τάφρῳ·image

12.200 ὄρνις γάρ σφιν ἐπῆλθε περησέμεναι μεμαῶσινimage

12.201 αἰετὸς ὑψιπέτης ἐπ’ ἀριστερὰ λαὸν ἐέργωνimage1, 2, 3, 4

Scholia text

msA, 12.H1, commenting on 12.177-12.178 ‡ πάντη γὰρ περι τεῖχος : λιθινου τοῦ τείχους ὄντος καὶ τῶν Τρώων βαλλόντων , ἐκ τῆς συγκρίσεως τῶν βαλλομένων , πῦρ ἅπτεσθαι φησὶ πανταχόθεν τοῦ τείχους ἔχει δὲ ἔμφασιν ὁ λόγος ⁑image

msA, 12.H3, commenting on 12.177-12.178 βραχὺ διασταλτέον ἐπι τὸ πῦρ εστι γὰρ τεῖχος λάϊνον τὸ ἑξῆς , ἄκαιρον γὰρ τὸ λάϊνον πῦρ εἴ τις συνάπτοι ⁑image

msA, 12.H4, commenting on 12.178-12.179 Ἀργεῖοι δὲ καὶ ἀχνυμενοί περ ἀνάγκη : ἡ τελευταία λέξις , ἡ ἀνάγκη κεχωρίσθαι ὀφείλει τῶν ἄνω ἵνα σαφεστερον περιστῇ ἥ τε ἐπίτασις καὶ ἡ ἐναντίωσις . δυνατὸν δὲ καὶ συνάπτοντα μέχρι τοῦ νηῶν , ἀπ ἄλλης ἀρχῆς λέγειν , ἠμύνοντο , ἵνα ᾖ ἀχνύμενοι περι νηῶν ,image

msA, 12.H5, commenting on 12.180 ἐπιτάρροθοι ἡ γὰρ πλεονάζει ὡς ἐν τῷ ἀταρτηρός , ἡ δὲ μεταφορά , ἀπο τῶν τοῖς κυσὶ βοῇ κελευόντων ⁑image

msA, 12.H6, commenting on 12.193 Ϊαμενὸν καὶ Ὀρέστ · Ἀρίσταρχος ψιλοῖ . ὁ δὲ Ἀσκαλωνίτης φησὶν , ἐὰν μὲν ἀπο τῆς ϊάσεως ψιλωτέον , ἐὰν δὲ ἀπο τῆς ὁρμῆς δασυντέον ἄμεινον δὲ προκρίνειν τὴν Ἀριστάρχου οὐδὲν γὰρ ἐστι κωλύον τὴν ἀνάγνωσιν αὐτοῦ ⁑image

msA, 12.H7, commenting on 12.195-12.199 ὄφρ’ οἱ τοὺς ἐνάριζον ἀπ έντεα μαρμαίροντα : ὑποστιγμῇ ἐν ὑποκρίσει μαρμαίροντα ἕποντο διαστολαὶ δὲ ἔσαν νῆες . ἡ δὲ ἀνταπόδόσις οἵ ρ’ ἔτι μερμήριζον δι ὅπερ οὐ χωριστέον στιγμαῖς εἶς γὰρ ὁ λόγος ⁑image

msA, 12.H8, commenting on 12.201 αἱετὸς ὑψιπέτης : ὅτι ἀφορίζων ἔφη ἐπι τὰ ἑαυτοῦ ἀριστερὰ ὁ αετός ⁑image

msA, 12.H9, commenting on 12.201 βέλτιον μέσον μὲν τὸν ἀετὸν ἔρχεσθαι τοῦ πλήθους ἀνείργεῖν δὲ αὐτοὺς ἐπι τὰ ἀριστερὰ φερομένους . δι ὃ συναπτέον ἐπ αριστερὰ λαὸν ἐέργων ⁑image

msA, 12.H10, commenting on 12.201 ὑψιπέτης : Ἀρίσταρχος ἐβάρυνεν εὑρῶν τὸ ὠκυπέτα χρυσέῃσιν ἐθείρησιν οὕτως κεκλιμένον ὡσεὶ καὶ ἀπο τοῦ παντοπώλης , παντοπῶλα , πρόδηλον δὲ κακ τῶν διαλέκτων ὑψιπέτας γὰρ εὑρέθη κατα τροπὴν τοῦ η εἰς τὸ α ὅπερ ζητεῖ καὶ ἡ κλίσις καὶ ἡ βαρεῖα τάσις· τινὲς μέντοι ἐτόλμησαν τὸ ὑψιπέτης περισπάσαι . ἐπεὶ ἐν ετέροις έφη ὥστ’ αἰετὸς ὑψιπετήεις · ὡς οὖν τὸ τιμήεις ἔσομαι ἐγένετο τιμῆς , οὐκέθ’ ὁμῶς τιμῆς ἔσσεαι οὕτως ὑψιπετήεις ὑψιπετῆς , ἀλλ επι μὲν τοῦ τιμῆς εὕρομεν αιτιατικήν καὶ χρυσὸν τιμήντα ἥτις ἐδίδασκε τὸ τῆς ευθ πάθος· ἐπει δε τοῦ προκειμένου οὐδὲν εὕρομεν τοιοῦτο ἔνθεν ἐπείσθημεν τῷ Ἀριστάρχῳ ⁑image

msA, 12.H11, commenting on 12.201 ἐπ αριστερὰ λαῶν ἐέργων , ὑποχωρῆσαι συμφέρον προσημαῖνων ἀριστερὰ γὰρ σημεῖα τὰ ἀπαίσια . δεξιὰ δὲ τὰ συμφέροντα· ζητεῖται δὲ πῶς ὁ Ζεῦς ἐπικρατεστέρους θέλων ποιῆσαι τοὺς Τρώας , σημεῖον αὐτοῖς κωλυτικὸν ἐπιπέμπει φησὶ γὰρ ὄρνις γάρ σφιν ἐπῆλθε περησέμεναι μεμαῶσιν · καὶ ῥητέον ὅτι νίκην μὲν ἐβούλετο τοῖς Τρωσὶν ἐξελεῖν δὲ τὸ δέος τῶν Ἑλληνων οὐ γὰρ κατ προαίρεσιν αὐτοὺς ἰδίαν ἐμίσει . ἀλλα χαριζόμενος Θέτιδι ⁑image

msAil, 12.H1, commenting on 12.177@θεσπιαδὲς τὸ ὑπο θεῶν ἀναπτόμενον οιονεὶ θεῖον·image

msAil, 12.H3, commenting on 12.181@Λαπίθαι οἱ περι Πειρίθου μαχεσάμενοι οἱ δὲ τοῖς Κενταύροιςimage

msAil, 12.H4, commenting on 12.186@πεπάλακτο ἐμολύνετο·image

msAil, 12.H5, commenting on 12.187@ἐξενάριξεν εσκύλευσεν ἀνεῖλεν :image

msAil, 12.H6, commenting on 12.192@αὐτοσχεδίην ἐκ τοῦ πλησίον ἐκ χειρὸς :image

msAim, 12.H1, commenting on 12.179 ἐν ἄλλῳ θυμῷimage

msAint, 12.H1, commenting on 12.193 πρὸς τὴν ὁμωνυμίαν :image