Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 158v

Manuscript msA, page 158v

image

prev: 158r next: 159r

Iliad text

12.202 φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον·image1

12.203 ζωὸν· ἔτ’ ἀσπαίροντα· καὶ οὔ πω λήθετο χάρμης·image

12.204 κόψε γάρ αὐτόν ἔχοντα κατὰ στῆθος παρὰ δειρὴνimage1, 2

12.205 ἰδνωθεὶς ὀπίσω· ὁ δ’ ἀπὸ έθεν ἧκε χαμᾶζεimage1, 2

12.206 ἀλγήσας ὀδύνῃσι· μέσῳ δ’ ἐνι κάββαλ’ ὁμίλῳ·image

12.207 αὐτὸς δὲ κλάγξας πέτετο πνοιῇς ἀνέμοιο .image1, 2

12.208 Τρῶες δ’ ἐρρίγησαν . ὅπως ἴ̈δον αἰόλον ὄφινimage1

12.209 κείμενον ἐν μέσσοισι . Διὸς τέρας αἰγιόχοιο·image

12.210 δὴ τότε Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς·image1

12.211 Ἕκτορ . ἀεὶ μέν πως μοι ἐπιπλήσσεις ἀγορῇσινimage1, 2

12.212 ἐσθλὰ φραζομένῳ· ἐπεὶ οὐδε μὲν οὐδὲ ἔοικεimage

12.213 δῆμον ἐόντα· παρὲξ ἀγορευέμεν . οὐτ’ ἐνι βουλῇimage1, 2

12.214 οὔτέ ποτ’ ἐν πολέμῳ· σὸν δὲ κράτος αἰὲν ἀέξειν·image1

12.215 νῦν αὖτ’ ἐξερέω ὥς μοι δοκεῖ εἶναι ἄριστα·image1

12.216 μὴ ἴ̈ομεν . Δαναοῖσι μαχησόμενοι περὶ νηῶν·image1

12.217 ὧδε γὰρ ἐκτελέεσθαι ὀΐομαι . εἰ ἐτεόν γεimage

12.218 Τρωσὶν ὅδ’ ὄρνις ἐπ ῆλθε περησέμεναι μεμαῶσιν .image1

12.219 φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρονimage

12.220 ζωὸν . ἄφαρ δ’ ἀφέηκε . πάρος , φίλα , οἰκί’ ἱ̈κέσθαιimage

12.221 οὐδ’ ἐτέλεσσε φέρων δόμεναι τεκέεσσιν ἑοῖσιν·image

12.222 ὣς ἡμεῖς· εἴ πέρ τε πύλας καὶ τεῖχος Ἀχαιῶνimage

12.223 ῥηξόμεθα σθένεϊ μεγάλῳ· εἴξωσι δ’ Ἀχαιοὶ .image

12.224 οὐ κόσμῳ παρὰ ναῦφιν ἐλευσόμεθ’ αὐτὰ κέλευθα·image

12.225 πολλοὺς γὰρ Τρώων καταλείψομεν . οὕς κεν Ἀχαιοὶimage

12.226 χαλκῷ δῃώσουσιν . ἀμυνόμενοι περὶ νηῶν·image

12.227 χαλκῷ δῃώσωσιν ἀμυνόμενοι περὶ νηῶν .image

Scholia text

msA, 12.H13, commenting on 12.205 ϊδνωθείς . ψιλωτέον τὸ ϊ , οὕτως καὶ Ἀλεξίων καὶ οἱ ἄλλοι προεἴρηται δὲ ἡμῖν ἐν τῇ ᾳ ⁑image

msA, 12.H14, commenting on 12.211 Ἕκτορ ἀεἰ μέν πως μοι ἐπιπλήσσεις· σημειοῦνται τινὲς ὅτι τοῦτο ὡς γενόμενον λέγει , γινόμενον δὲ οὐ παρίστησι καὶ παρεῖται ἡ πρόθθεσις ἐν αγοραῖς γάρ· τινὲς δὲ οὕτως ὅτι ἀγορῇσιν , ἀντι τοῦ ἀγορεύσεσιν εἴρηκεν ⁑image

msA, 12.H15, commenting on 12.213 δῆμον εόντα : βαρυτονητέον πρὸς αντιδιαστολὴν τοῦ δημὸν ὀξυνομένου ἐν τῇ Θ ῥαψῳδίᾳ ὁ Ἡρῳδιανός ⁑image

msA, 12.H16, commenting on 12.208 αἰόλον ὄφιν τὸν πολυποίκιλον καὶ πολύστικτον πέπονθε δὲ ἐπι τέλους ὁ στίχος ἔχων τὸν ἐκ β βραχειῶν πυρρίχιον καὶ καλεῖται μειοίρος ⁑image

msAil, 12.H7, commenting on 12.202@φοινήεντα φονευτικὸν ἢ πυρρον :image

msAil, 12.H8, commenting on 12.204@κόψε έδακεν έπληξεν :image

msAil, 12.H9, commenting on 12.205@ἰ̈δνωθεὶς συνειλήσας ἑαυτὸν καμφθεῖςimage

msAil, 12.H10, commenting on 12.207@κλάγξας βοήσαςimage

msAil, 12.H11, commenting on 12.213@παρὲξ-ἀγορευέμεν έξωθεν τῶν χρηστῶν·image

msAil, 12.H13, commenting on 12.225@παρὰ-ναῦφιν απ τῶν νεῶνimage

msAil, 12.H14, commenting on 12.225@αὐτὰ-κέλευθα τὰς αὐτὰς ὁδούςimage

msAim, 12.H3, commenting on 12.211 ουτ δια τοῦ π ἐπιπλήσσεις ⁑image

msAim, 12.H4, commenting on 12.213 οτ ἀντ τοῦ δημοτ ἰδιότην ουτ Ηρῳδιανός δῆμον εοντimage

msAim, 12.H5, commenting on 12.214 ἐν ἄλλω σὸν δὲ κλέοςimage

msAim, 12.H6, commenting on 12.216 οτ αντ μη ΐωμεν συνέσταλκεν ⁑image

msAim, 12.H7, commenting on 12.218 χω τῆς προθ αἱ Αρισταρχimage