Manuscript msA, page 159r
| prev: 158v | next: 159v |
12.228 ὧδέ χ’ ὑποκρίναιτο θεοπρόπος . ὃς , σάφα θυμῷ1, 2, 3
12.229 εἰδείη τεράων . καί οἱ πειθοίατο λαοί·
12.230 τὸν δ’ ὰρ ὑπόδρα ἰ̈δὼν προσέφη κορυθαίολος Ἕκτωρ ·1
12.231 Πουλυδάμα . σὺ μὲν οὐκ έτ’ ἐμοὶ φίλα ταῦτ’ ἀγορεύεις·1, 2
12.232 οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι·
12.233 εἰ δ’ ετεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις ,
12.234 ἐξ άρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί·
12.235 ὃς κέλεαι . Ζηνὸς μὲν ἐριγδούποιο λαθέσθαι
12.236 βουλέων . ἅς τέ μοι αὐτὸς ὑπέσχετο καὶ κατένευσε·1
12.237 τύνη δ’ οἰωνοῖσι τανυπτερύγεσσι κελεύεις
12.238 πείθεσθαι . τῶν οὔ τι μετὰτρέπομ’ , οὐδ’ ἀλεγίζω .
12.239 εἴτ’ ἐπὶ δεξὶ’ ἴ̈ωσι . πρὸς ἠῶ τ’ ἠέλιόν τε .1
12.240 εἴτ’ ἐπ αριστερὰ τοί γε . ποτὶ ζόφον ἠερόεντα·
12.241 ἡμεῖς δὲ μεγάλοιο Διὸς πειθώμεθα βουλῇ .
12.242 ὃς πᾶσι θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει·
12.243 εἷς οἰωνὸς ἄριστος , ἀμύνεσθαι περὶ πάτρης·1
12.244 τίπτε , σὺ δείδοικας πόλεμον καὶ δηϊοτῆτα·
12.245 εἴ περ γάρ τ’ ἄλλοι γε περι κτεινώμεθα πάντες
12.246 νηυσὶν ἐπ Αργείων . σοὶ δ’ οὐ δέος ἔστ’ ἀπολέσθαι .1
12.247 οὐ γάρ τοι κραδίη μενεδήϊος . οὐδε μαχήμων·1
12.248 εἰ δὲ σὺ δηϊοτῆτος ἀφέξεαι· ἠέ τίν’ ἄλλον
12.249 παρφάμενος ἐπέεσσιν . ἀποτρέψεις πολέμοιο .1
12.250 αὐτίκ’ ἐμῷ ὑπο δουρὶ τυπεὶς . ἀπο θυμὸν ὀλέσσεις·1
12.251 ὡς ἄρα φωνήσας ἡγήσατο . τοὶ δ’ ἅμ’ ἕποντο
12.252 ἠχῇ θεσπεσίη· ἐπὶ δὲ Ζεὺς τερπικέραυνος
msA, 12.G13, commenting on 12.230 τὸν δ ὰρ ὑπόδρα ἰδὼν , ὅτι Ζηνόδοτος γράφει τὸν δ’ ἠμείβετ’ ἔπειτα μέγας κορυθαίολος Ἕκτωρ · βέλτιον δὲ τὸν δ ὰρ ὑπόδρα ἰδων · εὐθέως γὰρ τὸ δυσάρεστον ἐμφαίνει δια τῆς ὄψεως ⁑
msA, 12.G14, commenting on 12.231 Πουλυδάμα · αἱ Ἀριστάρχου χωρὶς τοῦ ν παρα τὴν ἀναλογίαν· Ζηνόδοτ δὲ καὶ Χαμαιλέων σὺν τῷ ν Πολυδάμαν ⁑
msA, 12.G15, commenting on 12.231 Ἡρακλέους πορθήσαντος Ἴλιον Πρίαμος ὁ Λαομέδοντος παραλαβὼν τὴν βασιλείαν ἔπεμψεν εἰς Δελφοὺς μαντευσόμενος περι τῶν ἐνεστώτων· οἱ δὲ προευθέντες χρησμον τε λαμβάνουσι , καὶ Πάνθουν ἕνα τῶν Δελφῶν αγουσιν ὅπως κατα συνεχὲς μαντεύηται Πριάμῳ γήμας δὲ οὕτως θυγατέρα Κλυτιου Προνόμην , Πολυδάμαντα γεννᾷ τήν τε μαντικὴν ἀναδιδάσκει , λέγεται δὲ μιᾷ νυκτὶ τοῦτον καὶ τὸν Ἕκτορα γεννηθῆναι ⁑
msA, 12.G16, commenting on 12.236 βουλέων : ἡ πρώτη λέξις ὑπὸ τῆς συνηθείας , τοῖς ἄνω προσδίδοται· δύναται δὲ καὶ τοῖς εξῆς ⁑
msA, 12.G17, commenting on 12.239 εἴτ’ ἐπι δεξὶ’ ὅτι δύο διαστάσεις οῖδεν Ὅμηρος κοσμικάς , ἀνατολὴν καὶ δύσιν καὶ δεξιᾷ μὲν τὰ πρὸς ἀνατολάς ἀριστερὰ δὲ τὰ πρὸς δυσμὰς λέγει ⁑
msA, 12.G18, commenting on 12.243 εἶς οιωνὸς ἄριστος : εἴ τις βούλοιτο ἐπι τὸ ἄριστος βραχὺ διαστέλλειν , τάχα ἂν εἴη σαφέστερον τὸ λεγόμενον ⁑
msAil, 12.G10, commenting on 12.228@ὐποκρίναιτο αντι τοῦ ἀπεκρίνατο ἐξηγούμενος τὸ σημεῖον
msAil, 12.G500, commenting on 12.228@θεοπρόπος οἰωνιστ
msAil, 12.G11, commenting on 12.233@ἀπὸ-σπουδῆς ἀπο κρίσεως
msAil, 12.G13, commenting on 12.240@ποτὶ-ζόφον προς δυσμάς
msAil, 12.G14, commenting on 12.247@μενεδήϊος ἐν τῇ μάχη καρτερικός
msAil, 12.G15, commenting on 12.249@παρφάμενος παραλογισάμενος
msAil, 12.G16, commenting on 12.250@τυπεὶς πληγεὶς
msAint, 12.G5, commenting on 12.228 οτ ἀντι τοῦ ἀποκρίναιτο :
msAint, 12.G6, commenting on 12.246 παρα Ζηνοδ νηυσὶν ὑπ Αργείων :