Manuscript msA, page 159v
| prev: 159r | next: 160r |
12.253 ὦρσεν ἀπ’ ἰ̈δαίων ὀρέων ἀνέμοιο θύελλαν·1
12.254 ἥ ῥ’ ἰ̈θὺς νηῶν κονίην φέρεν . αὐτὰρ Ἀχαιῶν1
12.255 θέλγε , νόον . Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζε·1
12.256 τοῦ περ δὴ τεράεσσι πεποιθότες ἠ δὲ βίηφι·
12.257 ῥήγνυσθαι , μέγα τεῖχος Ἀχαιῶν πειρήτιζον·1
12.258 κρόσσας μὲν πύργων ἔρυον· καὶ ἔριπον ἐπάλξεις·1, 2, 3, 4, 5, 6
12.259 στήλας τε προβλῆτας ἐμόχλεον , ἃς , ὰρ Ἀχαιοὶ1, 2
12.260 πρώτας ἐν γαίῃ θέσαν . ἔμμεναι ἔχματα πύργων·1, 2
12.261 τὰς οἵ γ’ αὐέρυον· ἔλποντο δὲ τεῖχος Ἀχαιῶν1, 2
12.262 ῥήξειν· οὐδέ νύ πω Δαναοὶ χάζοντο κελεύθου·
12.263 ἂλλ’ οἵ γε ῥινοῖσι βοῶν φράξαντες ἐπάλξεις·
12.264 βάλλον ἀπ’ αὐτάων δηΐους ὑπὸ τεῖχος ἰ̈όντας·1
12.265 ἀμφοτέρω δ’ Αἴαντε κελευτιόωντ’ ἐπὶ πύργων1
12.266 πάντοσε φοιτήτην . μένος ὀτρύνοντες Ἀχαιῶν ·1
12.267 ἄλλον μειλιχίοις . ἄλλον στερεοῖς ἐπέεσσι1, 2, 3
12.268 νείκεον· ὅν τινα πάγχυ μάχης μεθιέντα ἴ̈δοιεν·1
12.269 ὦ φίλοι . Ἀργείων · ὅς τ’ ἔξοχος· ὅς τε μεσήεις .1
12.270 ὅς τε χερειότερος . ἐπεὶ οὔ πω πάντες ὁμοῖοι
12.271 ἀνέρες ἐν πολέμῳ· νῦν ἔπλετο ἔργον ἅπασι·
12.272 καὶ δ’ αὐτοὶ τόδε που γινώσκετε . μή τις ὀπίσσω
12.273 τετράφθω ποτι νῆας , ὁμοκλητῆρος ἀκούσας .1, 2, 3
12.274 ἀλλὰ πρόσω ΐεσθε . καὶ ἀλλήλοισι κέλεσθε ,1
12.275 αἴ κε Ζεὺς δῴῃσιν Ὀλύμπιος ἀστεροπητὴς·
12.276 νεῖκος ἀπωσαμένους δηΐους· προτὶ ἄστυ δίεσθαι·1, 2, 3, 4
12.277 ὡς τώ γε προβοῶντε· μάχην ὤτρυνον Ἀχαιῶν ·1
msA, 12.H17, commenting on 12.253 ‡ ῶρσεν κ’ απ’ Ιδαίων ὀρέων : ὅτι δια τῶν ἀποτελουμένων φανερὸν ὅτι τὴν αιγίδα ἔσεισεν ὁ Ζεύς ⁑
msA, 12.H18, commenting on 12.254 : ἤ ρ’ ϊθὺς νηῶν κονίηνι ὅτι τὸ ἰθύς τοπικῶς τίθησιν , ἀντι τοῦ ἐπ ευθείας καταντικρυ τῶν νεῶν
msAext, 12.H1, commenting on 12.258 ** ** ἔρειπον
msAil, 12.H15, commenting on 12.255@θέλγε ἡπατα ἔβλαπτεν
msAil, 12.H16, commenting on 12.257@πειρήτιζον πείραν ἐποιοῦντο :
msAil, 12.H17, commenting on 12.258@κρόσσας προμαχῶνας ἢ κλίμακας :
msAil, 12.H18, commenting on 12.258@ἔριπον ἔστρεψαν
msAil, 12.H19, commenting on 12.258@ἐπάλξεις προμαχ
msAil, 12.H30, commenting on 12.273@τετράφθω τρεπέσθω
msAil, 12.H31, commenting on 12.273@ὁμοκλητῆρος τοῦ ἐγκελευομένου τοῦ ἀπειλοῦντος
msAil, 12.H33, commenting on 12.276@δίεσθαι διῶξαι
msAim, 12.H8, commenting on 12.273 γράφεται καὶ ἀκούων