Manuscript msA, page 15r
prev: 14v | next: 15v |
1.151 ἢ ὁδὸν ἐλθέμεναι . ἢ ἀνδράσιν ἶ̈φι μάχεσθαι·1
1.152 οὐ γὰρ ἐγὼ Τρώων ἕνεκ’ ἤλυθον αἰχμητάων1
1.153 δεῦρο . μαχησόμενος . ἐπεὶ οὔ τί μοι αἴτιοί εἰσιν·1, 2
1.154 οὐ γαρ πώποτ’ ἐμὰς βοῦς ἤλασαν· οὐδὲ μὲν ἵππους·1
1.155 οὐδέ ποτ’ ἐν Φθίῃ ἐριβώλακι βωτιανείρῃ1
1.156 καρπὸν ἐδηλήσαντ’ . ἐπει ῆ . μάλα πολλὰ μεταξὺ1, 2
1.157 οὔρεά τε σκιόεντα θάλασσά τε ἠχήεσσα·1, 2
1.158 ἀλλὰ σὺ ὦ μέγ’ ἀναιδὲς ἅμ’ ἑσπόμεθ’ . ὄφρα σὺ χαίρῃς·
1.159 τιμὴν ἀρνύμενοι Μενελάῳ σοί τε κυνῶπα1, 2, 3
1.160 πρὸς Τρώων . τῶν οὔ τι μετατρέπῃ οὐδ’ ἀλεγίζεις·1, 2, 3
1.161 καὶ δή μοι γέρας αὐτὸς ἀφαιρήσεσθαι ἀπειλεῖς1
1.162 ᾧ ἔπι πολλ’ ἐμόγησα , δόσαν δέ μοι υἷες Ἀχαιῶν ·1, 2, 3
1.163 οὐ μέν σοί ποτε ἶ̈σον ἔχω γέρας , ὁππότ’ Ἀχαιοὶ 1
1.164 Τρώων ἐκπέρσωσ’ εὖ ναιόμενον πτολίεθρον·1
1.165 ἀλλα τὸ μὲν πλεῖον πολυάϊκος πολέμοιο1
1.166 χεῖρες ἐμαὶ διέπους’· ἀτὰρ ἤν ποτε δασμὸς ἵ̈κηται .1, 2
1.167 σοὶ τὸ γερας πολὺ μεῖζον· ἐγὼ δ’ ὀλίγον τε φίλον τε1
1.168 ἔρχομ’ ἔχων ἐπὶ νῆας , ἐπὴν κεκάμω πολεμίζων·1, 2, 3
1.169 νῦν δ’ εἶμι Φθίην δ’· ἐπειῆὴ πολὺ φέρτερόν ἐστιν1, 2, 3
1.170 οἴκαδ’ ΐμεν σὺν νηυσὶ κορωνίσιν· οὐδέ σ’ ὀΐω
1.171 ἐνθάδ’ ἄτιμος ἐὼν . ἄφενος καὶ πλοῦτον ἀφύξειν·1, 2
1.172 τὸν δ’ ἠμείβετ’ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων ·
1.173 φεῦγε . μάλ’ . εἴ τοι θυμὸς ἐπέσσυται· οὐδέ σ’ ἔγωγε·1, 2, 3, 4, 5, 6, 7, 8
1.174 λίσσομαι εἵνεκ’ ἐμεῖο μένειν· παρ’ ἔμοιγε καὶ ἄλλοι1, 2
1.175 οἵ κέ με τιμήσουσι· μάλιστα δὲ . μητίετα Ζεύς ·1, 2, 3, 4
msA, 1.477, commenting on 1.151 ἶφι ἐσχημάτισται οὕτως ἴς ϊνός ἰνοφι ῶς χαλκός χαλκοῦ χαλκόφι καὶ κατὰ συγκοπὴν τῆς συλλα ἶφι ⁑
msA, 1.478, commenting on 1.153 δεῦρο μαχησόμενος βελτιον ἐπι το δεῦρο διαστελλειν ἵν ᾖ ἤλυθον δεῦρο ἐπεὶ σόλοικον εσται τὴν εἰς τόπον σχέσιν δηλοῦντος τοῦ ἐπιῤῥήματος· δύναται δ ἴσως τίς λέγειν ὡς καὶ τὴν εν τόπω σχέσιν δηλοῖ , ἐν Ὀδυσσείᾳ πωλεῖταί τις δεῦρο γέρων ἄλιος · σημαίνει δὲ ἀντι τοῦ ἀναστρέφεται ἐν τούτω τῷ τόπω βελτιον δε ἐστι τὸ πρότερον ἐπεὶ καὶ εκεῖ τὴν εις τόπον σχέσιν μᾶλλον δηλοὶ ἀντι τοῦ παραγίνεται πολλάκις ἐνθάδε·
msA, 1.479, commenting on 1.154 οὐ γάρ πώποτ’ οὕτως ὑφ ἑν πώποτε Ἀρίσταρχος ἀεὶ δὲ τὸ ποτε ἐν συνθέσει ὣν ἐπι παρῳχημένου παραλαμβάνεται οὐδέποτε δὲ ἐπι μέλλοντος ⁑
msA, 1.480, commenting on 1.159 τιμὴν ἀρνύμενοι ὅτι Ζηνόδοτος γράφει τιμὴν ἀρνύμενος καὶ τὸν εξῆς ἡθέτηκεν δὲ ηγνοηκε δὲ ὅτι ἡ τιμὴ νῦν αντὶ τῆς τιμωρίας κεῖται καὶ τὸ ἀρνύμενος οὐκ έστι λαμβάνων ἀλλ ἀντι τοῦ εἰσπραττόμενος παρα Τρώων ⁑
msA, 1.481, commenting on 1.160 προς Τρώων τῶν ού τι μετατρέπῳ τινὲς ἐπι τὸ Τρώων στίζουσιν καὶ τὸ επιφερόμενον μόριον ἐπι τὰ προεἰρημένα πράγματα οὐ επι τοὺς Τρῶας ἔχειν τὴν ἀναφορὰν βούλονται· ἐὰν μέντοι ἐπι τὸ Τρώων ἀναφέρηται αντὶ ὑποτακτικοῦ τοῦ ων κέηται βραχὺ διαστελοῦμεν ἐπι τὸ Τρώων ως ἐπι τοῦ ουλομένην ἢ μυρί Αχαιοῖς ⁑
msA, 1.483, commenting on 1.164 Τρώων ἐκπέρσωσ’ , ὅτι φανερὸν εκ τούτου ὡς καὶ ἐν τοῖς ἐπάνω ὅτι περί τινος τῶν περιχωρων ἐστὶ πόλεων ὁ λόγος , καὶ ὅτι ὁ χρόνος ήλλακται ἐκπέρσωσι’ ἀντι τοῦ ἐκπέρσουσι ⁑
msA, 1.484, commenting on 1.157 θάλασσα τε ηχήεσσα ὁ λόγος οὐδέποτε ἡδικησάν με οἱ Τρῶες ἐπειδὴ μεταξὺ Φθίας καὶ Πελοποννήσου πολλα ἐστι μέγιστα όρη καὶ πολλὴ θάλασσα ὡς μήτε ὑπήκοόν με σοι εῖναι μήτε ἀστυγείτονα ⁑
msA, 1.486, commenting on 1.168 Αρίσταρχος γράφει επεί κε κάμω ἵνα μη ἢ διπλασιασμὸς ἐν τῷ ῥήματι καὶ οὕτως ἡ συνηθης ανάγνωσις· οὕτω δὲ καὶ Ἡρωδ φάσκων ὅτι τ ὸ ἐπήν εχει τὸν αν . καὶ τίς χρεία ἐν δευτέρω αὐτὸν κεῖσθαι οὐκ ἀγνοὼ δὲ ὅ τινὲς ἐπήν κε γράφουσι
msA, 1.487, commenting on 1.169-1.171 νῦν δ’ εἶμι Φθίην δ’ ὁ νοὺς ὑπερβατον νῦν δ’ ἐμι Φθιην δὲ σὺν νηυσὶ κορωνῗσιν ἔνθαδ’ ἄτιμος εὼν επειὴ πολὺ φέρτερόν ἐστιν · οὐχ ὑπολαμβάνω δέ σε φησὶν ἐμοῦ ἀπόντος καταστρεψαι τὴν ¨Ίλιον καὶ πλοῦτον πολὺν σχεῖν ⁑
msA, 1.488, commenting on 1.171 ἄφενος καὶ πλουτον αφενος καλεὶται ἡ ἀπο ενὸς ἐνιαυτοῦ περιουσία· πλοῦτος δὲ ὁ ἀπο πο ⁑
msA, 1.489, commenting on 1.173 φεῦγε μάλ’ διασταλτέον βραχὺ ἤτοι ἐπι τὸ φεῦγε ἢ ἐπι τὸ μαλα ὴ γὰρ φεῦγε μάλα ἢ εἴ τοι μάλα θυμὸς ἐπεσσυται εἰ λίαν ὥρμησαι ἢ τάχα περιττεύει τὸ μάλα ⁑
msA, 1.490, commenting on 1.173 θυμὸς τοῦτο τὸ ὄνομα παρα τῷ ποιητῇ σημαίνει πέντε ⁑
msA, 1.491, commenting on 1.173 τὴν οργήν ὡς εν τῶ θυμος δε μέγας ἐστι διοτρεφέων βασιλήων · καὶ τὴν ψυχὴν ὡς ὅταν εἴπῃ μελιηδέα θυμὸν ἀπηυρα τὴν ἐπιθυμίαν· ὡς εν τῶ ὦ θυμῷ ειξας μίγη φιλότητι καὶ εὐνη ⁑
msA, 1.492, commenting on 1.173 τὸν ἐπιλογισμὸν ἕτερος δέ με θυμὸς ἀνῆκεν ⁑
msA, 1.493, commenting on 1.173 τὴν ὁμώνοιαν ὡς ἐπι τοῦ ἀλλ’ ένα θυμὸν ἔχοντες νόῳ καὶ επίφρονι βουλῇ ⁑
msA, 1.494, commenting on 1.174 παρ ἕμοιγε τὴν παρὰ προθ , κατα τὴν ἄρχουσαν ὀξυτονητέον καὶ καθόλου ὁπότε σημαντικαί εἰσὶ ῥημάτων αἱ προθέσεις· τοῦτον τὸν τόνον ἀναδέχονται , ἐπεὶ οῦ τοι ἐπι δεος οὐ γὰρ ἐπ ανὴρ οῖος Ὀδυσσεύς τὴν δε έμοιγε προπαροξυτονητέον ἔστι γὰρ Ἀττικὴ ὡς καὶ ἡ ἔγωγε ⁑
msA, 1.495, commenting on 1.175 οἵ κε με τιμήσουσι μάλιστα δὲ μητίετα Ζευς Βοιωτῶν καὶ Αιολεων ὁ τοιοῦτος τῶν ὀνομάτων μετασχηματισμὸς οἷον αὐτὰρ ὁ αῦτε Θυέστ’ ἀντι τοῦ Θυέστης καὶ ἱππηλάτα ἀντι τοῦ ἱππηλάτης · καὶ νεφεληγερέτα ἀντι τοῦ νεφεληγερέτης . καὶ κυανοχαῖτα ἀντι τοῦ κυανοχαίτης · παρ ημῖν δὲ οὐδὲν ἀρσενικὸν ὄνομα ἐπι τῆς ευθ εἰς α λήγει ⁑
msA, 1.496, commenting on 1.175 τὰ ῆς βαρύτονα βραχεία παραληγόμενα ἀπρόσληπτα τοῦ σ κατα γενικὴν , παροξυνόμενα , ἐν τῇ κλητικῇ φυλάττει τὸν τόνον σεσημείαται τὸ δέσποτα καὶ εὐρύοπα καὶ μητίετα ⁑
msAil, 1.507, commenting on 1.153 ἐνταυθα
msAil, 1.509, commenting on 1.157 Ἰώνων
msAil, 1.510, commenting on 1.159 τιμωρίαν :
msAil, 1.511, commenting on 1.159 ἀντι καὶ ὑπερ σοῦ ὦ ἀναιδεσπ
msAil, 1.513, commenting on 1.161 ὑπισνῆ λέγεις :
msAil, 1.514, commenting on 1.162 ἀνασροφη
msAil, 1.515, commenting on 1.162 εκακοπαθ
msAil, 1.516, commenting on 1.165 πολλὰς ορμὰς ἔχοτος
msAil, 1.517, commenting on 1.166 διοικοῦσ’
msAil, 1.518, commenting on 1.166 μερισμ τῶν λαφύρων δηοτι ⁑
msAil, 1.519, commenting on 1.167 εμοὶ ελαχιστοντ έρχετ και τουτ προσφιλὲς ηγουμαι ⁑
msAim, 1.497, commenting on 1.156 περισπαστέον τὸ η εστε γὰρ βεβαιωτικός ⁑
msAim, 1.498, commenting on 1.163 ὅτι Ζηνοδοτος γράφει οὐδ ότ’ Ἀχαιί ἠγνόηκε δὲ ὅτι ήλλακταὶ τὸ εχω ἀντι τοῦ ἔσχον ⁑
msAim, 1.499, commenting on 1.169 οὕτως συν τῷ δ αἱ Αρισταρχου Φθίην δὲ καὶ η Ζηνοδότου ὁμοιως ⁑
msAim, 1.500, commenting on 1.173 οὕτως προπαροξυτονητεον τὸ ἔγωγε ἵν ᾖ ἕν ⁑
msAim, 1.501, commenting on 1.175 ουτος Αρισταρχος τριτην ἀπο τέλους ποιεῖ τὴν οξειαν καὶ ἐπεκράτησεν ἡ ἀνάγνωσις καὶ ἴσος πλεονασμός ἐστι τοῦ ε ⁑
msAint, 1.502, commenting on 1.156 σκιόωντα δια τοῦ ω Ἀρισταρχος ⁑
msAint, 1.503, commenting on 1.162 Ϊακῶς τὸ εμόγησα αι Αρισταρχου
msAint, 1.504, commenting on 1.169 υπο
msAint, 1.506, commenting on 1.175 ὅτι περισὸς ὁ κε συνδ καὶ τὸ τιμήσουσιν αντὶ τοῦ τιμήσειαν ⁑