Manuscript msA, page 15v
prev: 15r | next: 16r |
1.176 ἔχθιστος δέ μοι ἐσσὶ διοτρεφέων βασιλήων·1, 2, 3
1.177 αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε·1
1.178 εἰ μάλα καρτερός ἐσσι· θεός πού σοὶ τό γ’ ἔδωκεν·1
1.179 οἴκαδ’ ἰὼν σὺν νηυσί τε σῇς καὶ σοῖς ἑτάροισι
1.180 Μυρμιδόνεσσιν ἄνασσε· σέθεν δ’ ἐγὼ οὐκ ἀλεγίζω1
1.181 οὐδ’ ὄθομαι κοτέοντος· ἀπειλήσω δέ τοι ὧδε·
1.182 ὡς ἒμ`’ ἀφαιρεῖται Χρυσηΐδα Φοῖβος Ἀπόλλων .1
1.183 τὴν μὲν ἐγὼ σὺν νηΐ τ’ ἐμῇ . καὶ ἐμοῖς ἑτάροισι
1.184 πέμψω . ἐγὼ δέ κ’ ἄγω Βρισηΐδα καλλιπάρηον1, 2
1.185 αὐτὸς ἰὼν κλισίην δὲ τὸ σὸν γέρας· ὄφρ’ ἐῦ εἰδῇς1
1.186 ὅσσον φέρτερός εἰμι σέθεν· στυγέῃ δὲ καὶ ἄλλος1
1.187 ἶ̈σον ἐμοὶ φσθαι , καὶ ὁμοιωθήμεναι ἄντην·1, 2
1.188 Ὣς φάτο· Πηλείωνι δ’ ἄχος γένετ’· ἐν δέ οἱ ἦτορ
1.189 στήθεσσιν λασίοισι διάνδιχα μερμήριξεν·1, 2, 3, 4
1.190 ἢ ὅ γε φάσγανον ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ1
1.191 τοὺς μὲν ἀναστήσειεν· ὁ δ’ Ἀτρείδην ἐναρίζοι .1
1.192 ἦε , χόλον παύσειεν· ἐρητύσειέ τε θυμόν·1, 2
1.193 ἕως ὃ· ταῦθ’ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν .1, 2
1.194 ἕλκετο δ’ ἐκ κολεοῖο μέγα ξίφος· ἦλθε δ’ Ἀθήνη 1
1.195 οὐρανόθεν· πρὸ γὰρ ἧκε θεὰ λευκώλενος Ἥρη ·1
1.196 ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε·
1.197 στῆ δ’ ὄπιθεν· ξανθῆς δὲ κόμης ἕλε Πηλείωνα 1
1.198 οἴῳ φαινομένη· τῶν δ’ ἄλλων οὔ τις ὁρᾶτο·1, 2
1.199 θάμβησεν δ’ Ἀχιλεύς · μετὰ δ`’ ετράπετ’ , αὐτίκα δ’ ἔγνω1
1.200 Παλλάδ’ Ἀθηναίην · δεινὼ δέ οἱ ὄσσε φάανθεν·1, 2
msA, 1.551, commenting on 1.178-1.180 εἰ μάλα καρτερὸς ἔσσι ἐπι τὸ ἐσσὶ ὑποστικτέον ἵνα στίζωμεν κατα τὸ τέλος τοῦ στίχου τὰ δὲ εξῆς ἀπο ἄλλης ἀρχῆς προσφερώμεθα οἶκαδ’ ἰὼν ἠ ὑποστικτέον καὶ ἐπι τὸ ἔδωκεν ἀνυποκρίτως ὡς δια μέσου τὸ ἡμιστίχϊον ἀναφωνεῖσθαι καὶ τὸ εξῆς εἶναι εἰ μάλα καρτερός ἔσσι οἶκαδ’ ἰών ⁑
msA, 1.552, commenting on 1.180 Μυρμιδόνεσσιν ἄνασσε Αἴγιναν τὴν Ἀσωποῦ τοῦ ποταμοῦ Θηβῶν θυγατέρα ἁρπάσας Ζεῦς κατῆλθεν εἰς Φλιοῦντα καὶ φθειρας τὴν προεἰρημένην ἔγκυον ἐποίησεν· ἥτις Αἰακὸν ἐγέννησεν· Ἀσωπὸς δὲ τὴν θυγατέρα ζητῶν ἔμαθεν παρα Σισύφου καὶ τὸν ἀρπάσαντα καὶ τὸν τόπον εἰς ὃν κατεληλύθει μὴ μελλήσας οὖν ἔσπευσε· μέλλων δὲ ὁ Ζεὺς ἐπ αὐτοφόρῳ καταλαμβάνεσθαι· τὴν μεν Αἴγιναν μετεμόρφωσεν εἰς ὁμώνυμον νῆσον· αὐτὸς δὲ μετεβλήθη εἰς λιθον ἐλθὼν δὲ ὁ Ασωπὸς καὶ μηδ ὅντινα καταλαβὼν ἔμπαλιν εἰς τὰς ἰδιας ὑπέστρεψε πηγας· βουλόμενος δὲ ὁ Ζεὺς τιμωρήσασθαι τὸν μηνύσαντα ἠνάγηασεν αὐτὸν ἐν τοῖς ὑποχθονίοις τοσούτο μέγεθος πέτρου ἀνωθεῖν ἐς ὅσον αὐτὸς μετεβλήθη· Αἰακοῦ δὲ ἐν τῇ νήσῳ μόνου ὄντος ὄντος ὁ Ζεὺς κατοικτειρας τοὺς αὐτόθι μύρμηκας μετέβαλεν εἰς ἀνους , ἀνθρώπους ἀφ ἧς αιτιας Μυρμιδόνες ἐκλήθησαν ⁑
msA, 1.553, commenting on 1.181-1.182 ἀπειλήσω δέ τοι ὧδε στικτεον ἐπι τῶ ῶδε καὶ ὑποστικτέον ἐπὶ τὸ Ἀπόλλων ἵνα ἀπ αλλης ἀρχῆς ᾖ τὸ ὡς εμ’ αφαιρεῖται ⁑
msA, 1.555, commenting on 1.189 στήθεσσιν λασίοισι ὅτι δύο ἐμερίμνησεν οὐκ εναντία ἀλλήλοις ὅπερ ἐκλαβών τίς προσεθηκεν ἦε χόλον παύσειεν · βραχὺ δὲ διασταλτέον ἐπι τὸ μερμήριξεν ὁ γὰρ λόγος διχῶς ελογισατο τοὺς μὲν ἀναστῆσαι· τὸν δε Αγαμέμνονα ανελεῖν ⁑
msA, 1.556, commenting on 1.189 στήθεσσιν λασίοισι νῦν περι τοῦ θυμοειδοῦς τῆς ψυχῆς φησὶν ἀφ οῦ λέγει στήθεσσιν· ὑπο γὰρ τὰ στέρνα κεῖται ἡ καρδία εν ῆ ἐστι τὸ πυρδες καὶ θερμὸν καὶ μανικὸν τῆς ψυχῆς· σημαίνει δε καὶ τοῖς θερμοῖς , ἡ θέρμη γὰρ αἰτία τῆς εκφυσεως τῶν τριχῶν ⁑
msA, 1.557, commenting on 1.189 μερμήριξε μερίζω μερμερίζω καὶ ἐκτάσει μερμηρίζω ὡς δάπτω δαρδάπτω ⁑
msA, 1.558, commenting on 1.190-1.192 ἡ ὅγε φάσγανον· ηὲ χόλον τὸν μὲν πρότερον σύνδεσμον βαρυτονητεον , τὸν δε δευτερον περισπαστεον διαπορητικὴ γάρ εστιν ἡ σύνταξις ⁑
msA, 1.559, commenting on 1.193-1.194 ἕως ὃ ταῦθ’ ώρμαινε κατα φρένα καὶ κατα θυμον ⁑ ενταῦθα μὲν ὑποστικτέον ἐπι δὲ τὸ ξίφος ἤτοι ὑποστικτέον ἠ στικτέον· ἐὰν μὲν οὖν ὑποστίζωμεν ὁ ἐπιφερόμενος σύνδεσμος περισσὸς ἔσται , ἦλθε δ’ Ἀθήνη · ἐὰν δὲ στήζωμεν , οὗτος μὲν καλῶς στίζεται ὁ δὲ πρότερος πλεονα ἐν τῶ ἔλκετο δ’ ἐκ κολεοῖο , βελτιον δὲ ὑποστίζειν ἀμφότερα ἐν ὅσω γὰρ λογιζεταί τε καὶ σπᾶται , ἦλθεν ἡ Ἀθηνὰ ·
msA, 1.560, commenting on 1.194-1.195 ἦλθ δ’ Αθήνη οὐρανώθεν ἐκ τοῦ ουρανου παρεγένετο φησὶν ἡ Ἀθηνα ὁ ἐστιν ἡ φρόνησις δεῖ γὰρ οὕτως αὐτὴν καταβαίνειν οῖα καὶ τῆς κόμης αὐτὴν κρατεῖν καὶ οὐκ άλλου μέρους τοῦ σώματος ἀλλ’ ἔνθα ἵδρυται τὸ λογικὸν τῆς ψυχῆς μέρος , εὐλόγως δὲ καὶ οἱ μυθογράφοι φασὶν ὅτι ἔγκυος οὖσα ἡ Μῆτις τὴν Ἀθηνᾶν · κατεπόθη ὑπὸ Διὸς καὶ ἀπο τῆς κεφαλῆς αὐτοῦ τῷ ωρισμένῳ τῆς ἀποκυήσεως χρόνῳ ἐξέθορεν ἡ θεὸς συν όπλοις ἡ ϊστορία παρα Ἀπολλοδώρῳ ἐν πρώτῳ ⁑
msA, 1.561, commenting on 1.197 στῆ δ’ ὄπιθεν ὅτι ούτως λέγει τὸν Πηλείωνα τῆς κόμης εἷλεν οὐχὶ τοῦ Πηλείωνος τὴν κόμην αγνοήσαντες δέ τινες γράφουσι ξανθῆς δὲ κόμης ἔλε Πηλείωνος , δια τούτου δὲ αἰνίττεται τὸ θερμὸν καὶ ὀργίλον τοῦ ἥρωος οἱ γὰρ ξανθόχολοι τοιοῦτοι ⁑
msA, 1.562, commenting on 1.200 Παλλάδ ‘ Αθηναιην ⁑ Παλλάδα τὴν Ἀθηνᾶν ἐπιθετικῶς ἤτοι ἀπο τοῦ πάλλειν καὶ κραδαίνειν τὸ δόρυ πολεμικῆ γὰρ ἡ θεός ἠ ὅτι Πάλλαντα ἕνα τῶν γιγάντων ἀπέκτεινεν ἢ ἀπο τοῦ ἀναπαλθῆναι αὐτὴν ἀπο τῆς κεφαλῆς τοῦ Διός , ἠ δια τὸ παλλομένην τὴν καρδίαν τοῦ Διονύσου προσκομίσαι τῷ Διΐ ⁑
msA, 1.563, commenting on 1.200 δεινὼ δέ οἱ ὄσσε φάανθεν δια τῆς ἐκπλήξεως Ἀχιλλέως τὴν Ἀθηνᾶν γλαυκῶπιν παρέστησεν· τινὲς δὲ φάανθεν ἀντι τοῦ εφωτίσθησαν οἱ τοῦ ἥρωος ὀφθαλμοί ⁑
msAext, 1.564, commenting on 1.184 Βρισηῒς απο τοῦ βρι ἡ βαροῦσα πάντας ἡ πάντα τῷ κάλλει ⁑
msAil, 1.573, commenting on 1.176 Ἰάς
msAil, 1.574, commenting on 1.178 τουτο
msAil, 1.575, commenting on 1.182 ὥς περ ἐμοῦ λαμβάνειν
msAil, 1.576, commenting on 1.186 ευλαβηθῆ
msAil, 1.577, commenting on 1.187 ἐξ ίσης ἐμοὶ λέγειν
msAil, 1.578, commenting on 1.187 εξ εναντιας
msAil, 1.579, commenting on 1.189 διχῶς ἐνεθυμηθ ἐβουλεύσατ
msAil, 1.580, commenting on 1.190 ὄπερ οῦτος
msAil, 1.582, commenting on 1.192 ἐπισχῆ
msAil, 1.583, commenting on 1.193 οὗτος
msAil, 1.584, commenting on 1.193 διενοεῖτο
msAil, 1.585, commenting on 1.195 προέπεμψεν
msAil, 1.586, commenting on 1.198 μόνος γὰρ αὐτὸς τὸν οἰκεῖον δαίμονα καὶ τὴν ἐν αυτῷ φρόνησιν ἐώρα
msAil, 1.587, commenting on 1.199 καὶ περιεστράφη :
msAim, 1.565, commenting on 1.177 ὅτι ενταῦθα ορθῶς εἴρηται ἐν δὲ τῆ οδ ου ⁑
msAim, 1.566, commenting on 1.184 ὅτι τὸ άγω ἀντὶ τοῦ ἅγοιμι ⁑
msAim, 1.567, commenting on 1.195-1.196 ὅτι οὐκ ορθῶς εκ τοῦ ποιητικοῦ προσώπου λέγεται ⁑
msAint, 1.568, commenting on 1.176 ὅτι συγκριτικῶ ἀντι ἁπλοῦ ἐχρήσατο ⁑
msAint, 1.569, commenting on 1.185 οὕτω περισπαστεον τὸ ουδ ⁑
msAint, 1.570, commenting on 1.192 ὅτι εκλύεται τὰ τῆς οργῆς δι ὃ ἀθετεῖται ⁑
msAint, 1.571, commenting on 1.194 ὅτι περισσὸς ὁ δε συνδ ⁑