Manuscript msA, page 161r
| prev: 160v | next: 161v |
12.328 ἴ̈ομεν . ἠέ τῳ εὖχος ὀρέξομεν . ἠέ τις ἡμῖν·1
12.329 ὡς ἔφατ’ . οὐδὲ Γλαῦκος ἀπετράπετ’ , οὐδ’ ἀπίθησε·
12.330 τὼ δ’ ἰ̈θὺς βήτην , Λυκίων μέγα ἔθνος ἄγοντε .1
12.331 τοὺς δὲ ἰ̈δὼν ῥίγησ’ υἱὸς Πετεῶο , Μενεσθεύς ·
12.332 τοῦ γὰρ δὴ πρὸς πύργον ἴσαν κακότητα φέροντες .
12.333 πάπτηνεν δ’ ἀνα πύργον Ἀχαιῶν . εἴ τιν’ ἴ̈δοιτο1
12.334 ἡγεμόνων , ὅς τίς οἱ αρὴν ἑτάροισιν ἀμύναι·1
12.335 ἐς δ’ ἐνόησ’ Αἴαντε δύω πολέμου ἀκορήτω1
12.336 ἑσταότας . Τεῦκρόν τε , νέον κλισίηθεν ἰ̈όντα·1
12.337 ἐγγύθεν . ἂλλ’ οὔ πώς οἱ ἔην βώσαντι γεγωνεῖν .1
12.338 τόσσος γὰρ κτύπος ῆεν , ἀϋτὴ δ’ οὐρανὸν ἷ̈κε
12.339 βαλλομένων σακέων τε καὶ ἱπποκόμων τρυφαλειῶν·
12.340 καὶ πυλέων . πᾶσαι γὰρ ἐπῴχατο . τοὶ δὲ κατ’ αὐτὰς .1, 2, 3, 4
12.341 ἱ̈στάμενοι . πειρῶντο βίῃ ῥήξαντες ἐσελθεῖν·
12.342 αἶψα δ’ ἐπ’ Αἴαντα προΐει κήρυκα Θοώτην ·1
12.343 ἔρχεο δῖε Θοῶτα · θέων Αἴαντα κάλεσσον·1
12.344 ἀμφοτέρω μὲν μᾶλλον . ὃ γάρ κ’ όχ’ ἄριστον ἁπάντων
12.345 εἴη . ἐπεὶ τάχα τῇδε τετεύξεται αἰπὺς ὄλεθρος·
12.346 ὧδε γὰρ ἔβρισαν Λυκίων ἀγοὶ . οἳ τὸ πάρος περ1
12.347 ζαχρηεῖς τελέθουσι κατὰ κρατερὰς ὑσμίνας·1, 2
12.348 εἰ δέ σφιν καὶ κεῖθι πόνος καὶ νεῖκος ὄρωρεν ,1, 2
12.349 ἀλλά περ οἶος ̈ἴτω Τελαμώνιος Αἴας .
12.350 καί οἱ Τεῦκρος ἅμ‘ α σπέσθω , τόξων ἐῦ εἰδώς·1, 2
12.351 ὡς ἔφατ’ . οὐδ’ ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας·
12.352 βῆ δὲ θέειν παρὰ τεῖχος Ἀχαιῶν χαλκοχιτώνων1
msA, 12.H30, commenting on 12.333-12.334 πάπτηνεν δ’ ἀνα πύργον Ἀχαιῶν τὸ Ἀχαιῶν ἑκατέροις δύναται προσδίδοσθαι , βέλτιον δὲ τοῖς προτέροις , ἐπεὶ τὸ ἡγεμόνων ἐπιφέρεται , καὶ ἄλλως φησὶν ἑξῆς βῆ δὲ θέειν κατα τεῖχος Ἀχαιῶν ⁑
msA, 12.H31, commenting on 12.335 ἐς δ’ ἐνόησ’ Αἴαντε δύω ⁑ ὅτι ἐν τοῖς ἀριστεροῖς μέρεσι τοῦ ναυστάθμου γέγονεν ἡ μάχη ὅπου καὶ οἱ Ἄναντες ἐσκίνουν ⁑
msA, 12.H33, commenting on 12.340 καὶ πυλέων πᾶσαι γὰρ ἐπῴχατ · ὅτι πᾶσας ἀντι τοῦ ὅλας οὐ γὰρ ῆσαν πολλαὶ πύλαι ἀλλὰ μία τὸ δὲ ἐπῴχατο δια τοῦ α καὶ σὺν τῷ ϊ οἷον ἐπικεκλιμέναι ῆσαν ἐπέκειντο Ζηνόδοτ ἐπῴχετο ⁑
msA, 12.H35, commenting on 12.342 αῖψα δ’ ἐπ Αἴαντα προΐει· ὅτι οἰκεῖον ὄνομα κήρυκος ἀπο τοῦ ταχύνειν , καὶ ὅτι ὀνοματθετικὸς ὁ ποιητής Ζηνοδοτος δὲ ἐν αμφοτέροις τοῖς στίχοις Αἴαντε γράφειν ⁑
msA, 12.H36, commenting on 12.343 ἔρχεο δῖε Θοῶτα : ὅτι παρετυμολογεῖ τὸν Θοώτην ἀπο τοῦ θέειν· τὸ δὲ ἔρχεο ἐν ΐσῳ τῷ πορεύου· στικτέον δὲ ἐπὶ το Θοῶτα ἡ συναπτέον ὡς πολλάκις εἴρηται ⁑
msA, 12.H37, commenting on 12.346 ῶδε γὰρ ἔβρισαν : προς Ζηνόδοτ ὅτι ἔοικεν ἐξειληφέναι τὸ ῶδε τοπηκὸς ἑξῆς γὰρ γράφει εἰ δέ σφιν κακεῖσε . ἔστι δὲ ἀντι τοῦ οὕτω ⁑
msA, 12.H38, commenting on 12.348 εἰ δέ σφιν καὶ κεῖθι ὅτι Ζηνοδοτ γράφει εἰ δέ σφιν κακεῖσαι ἔστι δὲ αντ του ουτ ⁑
msA, 12.H39, commenting on 12.348 δὲ εἰ εἰς ἐκεῖνον τὸν τόπον πόλεμός εστιν ἀλλ εν εν εκείνῳ ⁑
msA, 12.H40, commenting on 12.350 καί οι Τεῦκρος ἅμ’ επέσθω· ἀθετεῖται , οὺ γαρ γὰρ πιθανὸν ὥσπερ ἐξ επισταγματος παρεῖναι τὸν Τεῦκρον δια παντὸς γὰρ ὑπασπιστὴς Αἴαντος φαίνεται ⁑
msAil, 12.H34, commenting on 12.328@ἠέ-τῳ η τινι
msAil, 12.H35, commenting on 12.333@πάπτηνεν προεβλέψατ
msAil, 12.H36, commenting on 12.334@αρὴν βλάβην
msAil, 12.K1, commenting on 12.337@βώσαντι-γεγωνεῖν βοήσαντι ἀκουσθῆναι :
msAil, 12.H38, commenting on 12.347@ζαχρηεῖς άγαν βίαιοι καὶ μεγάλην ορμὴν τοῖς έργοις ποιοῦντες :
msAim, 12.H10, commenting on 12.330 ουτ Ἀρισταρχ μέγα έθνος ἄγοντε δυϊκῶς ⁑
msAim, 12.H11, commenting on 12.336 οτ αντ νεωστὶ ⁑
msAim, 12.H13, commenting on 12.352 γραγεται κατα τεῖχος :
msAint, 12.H4, commenting on 12.340 ουτ Ἀρισταρχ πᾶσας γὰρ ἐπώχατ :
msAint, 12.H5, commenting on 12.350 καὶ Ἀριστοφ ἠθετ