Manuscript msA, page 161v
| prev: 161r | next: 162r |
12.353 στῆ δὲ παρ’ Αἰάντεσσι κιών . εἶθαρ δὲ προσηύδᾶ .1
12.354 Αἴαντε ‘ . Ἀργείων ἡγήτορε χαλκοχιτώνων·1
12.355 ἠνώγει Πετεῶο διοτρεφέος φίλος υἱὸς1
12.356 κεῖσ’ ΐμεν . ὄφρα πόνοιο μίνυνθά περ ἀντιάσητον·1
12.357 ἀμφοτέρω μὲν μᾶλλον . ὃ γάρ κ’ όχ’ άριστον ἁπάντων
12.358 εἴη . ἐπεὶ τάχα κεῖθι τετεύξεται αἰπὺς ὄλεθρος .
12.359 ὧδε γὰρ ἔβρισαν Λυκίων ἀγοί . οἳ τὸ πάρος περ1
12.360 ζαχρηεῖς τελέθουσι κατὰ κρατερὰς ὑσμίνας·1
12.361 εἰ δὲ καὶ ἐνθάδε περ πόλεμος καὶ νεῖκος ὄρωρεν .
12.362 ἀλλά περ οἶος ἴ̈τω Τελαμώνιος ἄλκιμος Αἴᾶς ·
12.363 καί οἱ Τεῦκρος ἅμα ‘ σπέσθω τόξων εὖ εἰδώς·1, 2
12.364 ὡς ἔφατ’ . οὐδ’ ἀπίθησε μέγας Τελαμώνιος Αἴας ·
12.365 αὐτίκ’ Ὀϊλιάδην ἔπεα πτερόεντα προσηύδα·1
12.366 Αἶαν . σφῶϊ μὲν αὖθι , σὺ καὶ κρατερὸς Λυκομήδης1
12.367 ἑσταότες . Δαναοὺς ὀτρύνετον ἶφι μάχεσθαι·
12.368 αὐτὰρ ἐγὼ κεῖσ’ εἶμι . καὶ ἀντιόω πολέμοιο·1, 2
12.369 αῖψα δ’ ἐλεύσομαι αὖτις . ἐπὴν εὖ τοῖς ἐπαμύνω·
12.370 ὡς ἄρα φωνήσας ἀπέβη Τελαμώνιος Αἴας ·
12.371 καί οἱ Τεῦκρος ἅμ’ ἤϊε κασίγνητος καὶ όπατρος·1, 2
12.372 τοῖς δ’ ἅμα Πανδίων . Τεύκρου φέρε καμπύλα τόξα·
12.373 εὖτε Μενεσθῆος μεγαθύμου πύργον ΐκοντο
12.374 τείχεος ἐντὸς ἰόντες ἐπειγομένοισι δ’ ΐκοντο .1
12.375 οἷ δ’ ἐπ’ ἐπάλξεις βαῖνον ἐρεμνῇ λαίλαπι ἴ̈σοι1
12.376 ἴ̈φθιμοι Λυκίων ἡγήτορες ἠδὲ μέδοντες·
12.377 σὺν δ’ εβάλοντο μάχεσθαι ἐναντίον . ὦρτο δ’ ἀϋτή .
msA, 12.J11, commenting on 12.359 ὧδε γὰρ ἔβρισαν : ὅτι Ζηνοδοτ γράφει κεῖσε γὰρ ἔβρισαν οὐχ ὑγιῶς εἰς ἐκεῖνον τὸν τόπον· δεῖ γὰρ ἐν εκείνω τῷ τόπῳ δεῖ δὲ γράφειν ῶδε τὸ γαρ λεγόμενόν ἐστιν οὕτως ἐπεβάρησαν ὥστε χρείαν ἔχειν ἡμᾶς συμμαχίας ⁑
msA, 12.J13, commenting on 12.365 αὐτίκ’ Ὀϊλιάδην : ὅτι Ζηνόδοτ γράφει αὐτίκ’ αρ Ἰλιάδην Ὀϊλιάδην δὲ δια παντὸς Ὅμηρος λέγει , καὶ ὅτι λείπει ἡ πρός ⁑
msA, 12.J14, commenting on 12.366 Αἶαν σφῶϊ μὲν , ὅτι Ζηνόδοτος γράφει σφῶε · τοῦτο δέ ἐστιν αὐτοὺς ὅπερ οὐχ αρμόζει . τὸ δὲ σφῶϊ ὑμεῖς ⁑
msA, 12.J15, commenting on 12.368 αὐτὰρ ἐγὼ κεῖς εἶμι ὅτι Ζηνόδοτος γράφει κεῖθι , τοῦτο δὲ σημαίνει ἐν εκείνῳ τῷ τόπω· τὸ δὲ ἐκεῖσε εἰς εκεῖνον τὸν τόπον πορεύσομαι ὅπερ νῦν ἁρμόζει ⁑
msA, 12.J16, commenting on 12.374-12.375 τείχεος ἐντὸς ϊόντες ὑποστικτέον ἐπι τὸ ϊόντες καὶ ἵ̈κοντο περισσεύει δὲ ὁ ἑξῆς σύνδεσμος ὁ οἷ δ’ ἐπ επάλξεις βαῖνον ⁑
msA, 12.J17, commenting on 12.375 οἱ δ’ ἐπ’ ἐπάλξεις βαῖνον ὅτι εἰ μη νοήσωμεν κρόσσας τὰς κλίμακας· πῶς ἂν ἄλλως δύναιτο ἀναβαίνειν ἐπι τὸ τεῖχος ⁑
msAil, 12.J19, commenting on 12.353@εἶθαρ ευθέως
msAil, 12.K3, commenting on 12.363@ἅμ’ α
msAim, 12.J6, commenting on 12.360 πεσπαστ ὡς εὐγενεῖς :