Manuscript msA, page 162r
| prev: 161v | next: 162v |
12.378 Αἴας δὲ πρῶτος Τελαμώνιος ἄνδρα κατέκτα
12.379 Σαρπήδοντος ἑταῖρον Ἐπικλῆα μεγάθυμον1
12.380 μαρμάρῳ ὀκριόεντι βαλὼν , ὅ ῥα τείχεος ἐντὸς
12.381 κεῖτο μέγας παρ’ ἔπαλξιν ὑπέρτατος , οὐδέ κέ μίν ῥέα1
12.382 χειρί γε τῇ ἑτέρῃ φέροι ἀνὴρ οὐδὲ μάλ’ ἡβῶν1, 2, 3
12.383 οἷοι νῦν βροτοί εἰσ’ . ὁ δ’ ἂρ ὑψόθεν ἔμβαλ’ ἀείρας .1
12.384 θλάσσε δὲ τετράφαλον κυνέην· σὺν δ’ ὀστέ’ ἄραξε
12.385 πάντ’ ἄμυδις κεφαλῆς , ὁ δ’ ἂρ , ἀρνευτῆρι ἐοικὼς1, 2
12.386 κάππεσ’ ἀφ’ ὑψηλοῦ πύργου λίπε δ’ ὀστέα θυμός·1
12.387 Τεῦκρος δὲ Γλαῦκον κρατερὸν παῖδ’ Ἱ̈ππολόχοιο
12.388 ἰ̈ῷ ἐπεσσύμενον βάλε τείχεος ὑψηλοῖο1
12.389 ᾗ ῥ’ ΐδε γυμνωθέντα· βραχίονα· παῦσε δὲ χάρμης·1
12.390 ὰψ δ’ ἀπο τείχεος ἆλτο λαθὼν . ἵ̈να μή τις Ἀχαιῶν1
12.391 βλήμενον . ἀθρήσειε καὶ εὐχετόῳτ’ ἐπέεσσι·1
12.392 Σαρπήδοντι δ’ ἄχος γένετο , Γλαύκου ἀπιόντος
12.393 αὐτίκ’ ἐπεί τ’ ἐνόησεν· ὅμως δ’ οὐ λήθετο χάρμης·1
12.394 ἀλλ’’ ὅ γε Θεστορίδην Ἀλκμάονα δουρὶ τυχήσας1
12.395 νύξ’· ἐκ δ’ ἔσπασεν ἔγχος . ὁ δ’ ἑσπόμενος πέσε δουρὶ
12.396 πρηνὴς . ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ·1
12.397 Σαρπηδὼν δ’ ὰρ ἔπαλξιν ἑλὼν χερσὶ στιβαρῇσιν
12.398 ἕλχ’ . ἡ δ’ ἕσπετο πᾶσα διαμπερὲς , αὐτὰρ ὕπερθε
12.399 τεῖχος ἐγυμνώθη . πολέεσσι δὲ θῆκε κέλευθον·
12.400 τὸν δ’ Αἴας καὶ Τεῦκρος ὁμαρτήσανθ’ . ὁ μὲν ἰ̈ῷ1, 2
12.401 βεβλήκει τελαμῶνα περὶ στήθεσφι φαεινὸν1
12.402 ἀσπίδος ἀμφιβρότης , ἀλλὰ Ζεὺς κῆρας ἄμυνε
msA, 12.G31, commenting on 12.379 ‡ Σαρπήδοντος ἑταῖρον : τρίτη ἀπο τέλους ἡ ὀξεῖα ὡς χαλκώδοντος οὐ γὰρ δύναται ἔτι φυλάσσεσθαι ὁ τόνος τῆς Σαρπηδόνος γενικῆς δια τὸ μηδέποτε τὰ εἰς ων ὀνόματα ὀξύτονα ἐπιδέχεσθαι τὴν δια τοῦ ν κλῆσιν ἔνθεν γὰρ καὶ τὸ ἑκὼν μετοχή·
msA, 12.G33, commenting on 12.385 ἀρνευτῆρι εοικῶς : ἀρνευτηρ ὁ κυβιστὴρ παρα τοὺς ἄρνας οὔτοι γὰρ κυβιστῶσιν ὥσπερ τὸν ἀέρα ταράττοντες· τινὲς δὲ τῷ δελφῖνι οἱ γὰρ ἄρσενες ἐπι κεφαλὴν ἵ̈ενται ὅτ ἂν γαλήνῃ γένηται ⁑
msA, 12.G34, commenting on 12.388 ἰ̈ῶ ἐπεσσύμενον : οὐ πάντως διασταλτέον ἐπι τὸ ϊῷ καν συνάπτηται γὰρ ὁ στίχος δύναται ὑπερβατὸν νοεῖσθαι· ἰῷ βάλεν ἐπεσσύμενον τείχεος ἀντι τοῦ ἐπὶ τὸ τεῖχος ⁑
msA, 12.G35, commenting on 12.389 ᾕ ρ’ ΐδε γυμνωθέντα βραχίονα· καθ ὸ μέρος ἐθεάσατο αὐτοῦ τὸν βραχίονα γεγυμνωμένον ⁑
msA, 12.G36, commenting on 12.391 βλήμενον ἀθρήσειε , ψιλωτέον πᾶν γὰρ φωνῆεν προ δασέος καὶ τοῦ ρ ψιλοῦται ἴθρις Ὀθρυς · ἄχρις ἀφρός ὄφρα · ὑπεσταλμένου τοῦ ἄθρους προς διάφορον σημαινόμενον προδηλον δὲ κακ τῆς συναλιφῆς ὅτι ψιλοῦται η δ’ ουτ’ ἀθρῆσαι δύνατο ⁑
msA, 12.G37, commenting on 12.393 αὐτίκ’ ἐπεί τ’ ἐνοησεν· τὸ ἑξῆς ἐστιν ἐπεὶ ἐνόησε παρέλκοντος τοῦ τε δι ὃ τὴν πει συλλαβὴν ὀξυτνητέον · τοῦ δε ὅμως τὴν προτέραν ὀξυτονητεον ἔστι γὰρ σύνδεσμος , προ εἴρηται δὲ τὸ αἴτιον
msA, 12.G38, commenting on 12.394 ἀλλ’ ὅ γε Θεστορίδην Ἀλκμάονα · ὅτι οὐ Κάλχαντος ἀδελφὸς Ἀλκμάων ἀλλ’ ὁμώνυμος ἐπεὶ προσεθηκεν ἄν τι εἰς διάγνωσιν
msAext, 12.G3, commenting on 12.382 ** ** χείρεσ’αμφοτερῃσι
msAil, 12.G34, commenting on 12.380@μαρμάρῳ-ὀκριόεντι λίθω τραχεῖ
msAil, 12.G35, commenting on 12.381@ὑπέρτατος ανωτάτω
msAil, 12.G36, commenting on 12.385@ἀρνευτῆρι κυβηστῆρη
msAil, 12.G37, commenting on 12.390@ἆλτο καθήλατο
msAil, 12.G38, commenting on 12.396@πρηνὴς επι πρόσωπον
msAil, 12.G39, commenting on 12.400@ὁμαρτήσανθ’ ομοῦ καὶ ὑπο τὸν αὐτὸν καιρὸν ἀφέντες τὰ δόρατ
msAim, 12.G6, commenting on 12.382 χείρεσ’ ἀμφοτέρῃς ἔχοι ⁑
msAim, 12.G8, commenting on 12.386 γράφεται ἀπ ευεργέος
msAint, 12.G11, commenting on 12.400 οτ προς τὸ δεύτερον πρότερον ἀπήντησεν :