Manuscript msA, page 162v
| prev: 162r | next: 163r |
12.403 παιδὸς ἑοῦ , μὴ νηυσὶν ἐπὶ πρύμνῃσι δαμείῃ·
12.404 Αἴᾱς δ’ ἀσπίδα νύξεν ἐπάλμενος , ἡ δὲ δια πρὸ1
12.405 ἤλυθεν ἐγχείη· στυφέλιξε δέ μιν μεμαῶτα·1
12.406 χώρησαν δ’ ἄρα τυτθὸν ἐπάλξιος . οὐδ’ ὅ γε πάμπαν
12.407 χάζετ’ . ἐπεί οἱ θυμὸς ἐέλπετο κῦδος ἀρέσθαι·1
12.408 κέκλετο δ’ ἀντιθέοισιν ἐλιξάμενος Λυκίοισιν :1
12.409 ὦ Λύκιοι . τί τ’ ἂρ ὧδε μεθίετε θούριδος ἀλκῆς
12.410 ἀργαλέον δέ μοι ἐστὶ καὶ ἰ̈φθίμῳ περ ἐόντι .
12.411 μούνῳ ῥηξαμένῳ . θέσθαι παρα νηυσὶ κέλευθον·1
12.412 ἂλλ’ ἐφομαρτεῖτον , πλεόνων δέ τοι ἔργον ἄμεινον·1, 2
12.413 ὡς ἔφαθ’ , οἱ δὲ ἄνακτος ὑποδδείσαντες ομοκλὴν .
12.414 μᾶλλον ἐπέβρισαν βουληφόρον ἀμφι ἄνακτα·1
12.415 Ἀργεῖοι δ’ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας1, 2
12.416 τείχεος ἔντοσθεν . μέγα δέ σφισι φαίνετο ἔργον·1
12.417 οὔτε γὰρ ἴ̈φθιμοι Λύκιοι . Δαναῶν ἐδύναντο
12.418 τεῖχος ῥηξάμενοι . θέσθαι παρὰ νηυσὶ κέλευθον .
12.419 οὔτέ ποτ’ αἰχμηταὶ Δαναοὶ , Λυκίους ἐδύναντο
12.420 τείχεος ὰψ ὤσασθαι· ἐπεὶ τὰ πρῶτα πέλασθεν·1
12.421 ἂλλ’ ὥς τ’ ἀμφ’ οῦροισι δύ’ ἀνέρε δηριάασθον1
12.422 μέτρ’ ἐν χερσὶν ἔχοντες ἐπιξύνῳ ἐν ἀρούρῃ·
12.423 ὥ τ’ ὀλίγῳ ἐνι χώρῳ ἐρίζητον περὶ ἴ̈σης .1
12.424 ὡς ἄρα τοὺς διέεργον ἐπάλξιες . οἱ δ’ ὑπερ αὐτέων1
12.425 δῄουν ἀλλήλων ἀμφι στήθεσσι βοείας1
12.426 ἀσπίδας εὐ̈κύκλους . λαισήϊά τε πτερόεντα·1, 2
12.427 πολλοὶ δ’ οὐτάζοντο κατὰ χρόα νηλέϊ χαλκῷ .
msA, 12.F1, commenting on 12.404 ‡ ἡ δὲ διαπρὸ· οὕτως οὐδὲ διαπρὸ αἱ Ἀριστάρχου . ἡ δε κοινὴ ἠ δὲ διαπρό ⁑
msA, 12.F3, commenting on 12.416 ‡τείχεος ἔντοσθεν ὅτι τὸ σημαινόμενόν ἐστιν μέγα ἤδη αὐτοῖς ἐνεδείκνυτο τῆς μάχης ἔργον οὐ κατα τα διάνοιαν ⁑
msA, 12.F4, commenting on 12.426 ἀσπίδας εὐκύκλους , πρὸς τὸ λαισήϊα ὅτι οἱ μὲν κατὰ ἀντιπαράθεσιν τῶν εὐκύκλων παραμήκεις τὰ λαισήϊα· οἱ δὲ ἐλαφρά · ἔνιοι δὲ δασέα ἐξ αδεψήτων βυρσῶν ⁑
msAil, 12.F3, commenting on 12.411@θέσθαι ποιῆσαι :
msAil, 12.F4, commenting on 12.412@ἐφομαρτεῖτον ακολουθεῖτε
msAil, 12.F5, commenting on 12.414@ἐπέβρισαν επετεθησαν τοῖς ἔλλη
msAil, 12.F6, commenting on 12.415@ἐκαρτύναντο ϊσχυροποιήσαντ
msAil, 12.F7, commenting on 12.420@ἐπεὶ-πέλασθεν· ἐπειδὰν άπαξ προσεπελάσθησαν προσῆλθον·
msAil, 12.F8, commenting on 12.421@ἀμφ’-ούροισι περι ορῶν γὴς
msAil, 12.F9, commenting on 12.421@δηριάασθον φιλονεικοῦσιν
msAil, 12.F10, commenting on 12.424@διέεργον δειχώριζον
msAil, 12.F11, commenting on 12.425@δῄουν διέκοπτον
msAim, 12.F1, commenting on 12.412 Ἀρισταρχ εφαμαρτεῖτε ἄλλοι δὲ ἐφομαρτεῖτον ἄλλοι δὲ ἐφομαρτεῖτε
msAim, 12.F3, commenting on 12.423 Ζηνοτ ὥ τ’ὀλίγη ἐνι χώρῃ ⁑